- 底本
- Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0284.tlg045.humanitext-grc2:71-72
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者指出柏拉图不仅未阻止反而协助狄翁复仇,且苏格拉底与色诺芬在从军时亦展现出坚决反击侵害者的态度,以此论证哲学家们的实际行动反驳了他们反对自卫反击的理论,并证明了修辞术在抵御不义之徒上的正当价值。
καλῶς ἔχον ἐλθεῖν ἐπʼ αὐτόν;1 καίτοι εἴ γε τοὺς ἐχθροὺς καὶ οὓς καθʼ ὑπερβολὴν μισεῖ τις ἐατέον ἦν ἀδικοῦντας, καὶ ἡ ῥητορικὴ φαῦλον καὶ ἄχρηστον ἡ δίκην ποιοῦσα παρʼ αὐτῶν εἶναι λαμβάνειν καὶ μὴ ἐῶσα προχωρεῖν ὡς ἐπὶ πλεῖστον, χρῆν δήπουθεν αὐτὸν μάλιστα μὲν διακωλύειν τὸν Δίωνα, ἑταῖρόν γε αὐτοῦ καὶ μαθητὴν ὄντα, καὶ ὑπομιμνήσκειν ὧν ποτʼ ἤκουσεν, εἴπερ ἤκουσεν, εἰ δὲ μὴ, τότε ἐπὶ τῶν ἔργων διδάσκειν ὅτι χρὴ φέρειν σιγῇ καὶ σκοπεῖν ὅπως μὴ μόνον αὐτὸς στερήσεται τῆς πατρίδος καὶ τῶν αὑτοῦ ὑπὸ Διονυσίου, ἀλλὰ καὶ ἄλλοι πολλοὶ καὶ ταῦτα καὶ τοιαῦθʼ ἕτερα πείσονται διὰ τέλους καὶ μὴ διαλείψει πάντας ἀνθρώπους ἀδικῶν Διονύσιος· καὶ ὅπως γε μὴ μόνον Σικελίας ἔσται τύραννος, ἀλλὰ καὶ Καρχηδόνος καὶ Λιβύης, εἰ οἷόν τε, καὶ συμπάσης νὴ Δία τῆς γε Εὐρώπης, εἰ δέ τις εἴη μηχανὴ, καὶ τῆς Ἀσίας συνεύξασθαι· καὶ μὴ μόνον αὐτὸν μηδὲν ἐνθυμεῖσθαι περὶ καταλύσεως τοῦ τυράννου, ἀλλʼ ὅπως μηδʼ ἄλλος μηδεὶς ἐπιθήσεται μήτʼ ἐπʼ ἀναιρέσει μήθʼ ὥστʼ ἐκβαλεῖν, ἀλλὰ τοὐναντίον φυλακὴν τοῦ σώματος Διονυσίῳ φροντίσαι, ὅπως ἀθάνατος ᾖ πονηρὸς, καὶ πάντας πάντʼ ἀδικῶν ἐν ἅπασι τοῖς χρόνοις ἐν ἅπασι τοῖς κακοῖς ᾖ. μάλιστα μὲν ταῦτʼ ἐχρῆν προδιδάσκειν τὸν Δίωνα καὶ νουθετεῖν, εἴπερ τούτοις τοῖς λόγοις ἐπίστευεν, εἰ δὲ μὴ, σκοπουμένῳ γε περὶ τιμωρίας μὴ συμπράττοντα φαίνεσθαι· ὃ πολλοῦ δεῖ ποιήσας,2 ἔργῳ μάρτυς ἡμῖν περὶ ὧν ἀπιστοῦμεν γεγένηται τοῦ μὴ ληρεῖν. βούλομαι τοίνυν αὐτὸν καὶ πανοικησίᾳ τρόπον τινὰ μαρτυροῦντα ἐπιδεῖξαι. ὁ γὰρ ἐν Ποτιδαίᾳ παραταττόμενος Σωκράτης καὶ πάλιν γʼ ἐπὶ Δηλίῳ καὶ τῆς τροπῆς συμβάσης ἀναχωρῶν, δῆλος ὢν παντὶ καὶ πάνυ πόρρωθεν ὅτι εἴ τις ἅψεται τούτου τοῦ ἀνδρὸς, μάλα ἐρρωμένως ἀμυνεῖται, πῶς οὐ σαφῶς οὑτοσὶ μαρτυρεῖ τοῖς ἀδικεῖν ἐπιχειροῦσι μὴ δεῖν ἐπιτρέπειν; οὐδεὶς ἀντερεῖ δήπουθεν. οὐ γὰρ ἃ καὶ τελευτᾶν ὡραῖον ἤδη νομίζων εἶναι καὶ χαλεπὸν τὰς πολλὰς διαβολὰς ἐξελεῖν ἐκ πολλοῦ καὶ ὑπὸ πολλῶν συνειλεγμένας ὕστερον εἶπεν, οὐ ταῦτʼ ἐστὶν ἰσχυρὰ τεκμήρια3 τῆς ἐκείνου γνώμης, ἀλλʼ ἃ κωλύειν ἢ μὴ κύριος ὢν ἐφαίνετο ποιῶν. διὸ δὴ καὶ ἀσφαλῶς, φησὶν, ἀπῄει καὶ οὗτος καὶ ὁ ἑταῖρος· σχεδὸν γάρ τι τῶν οὕτω διακειμένων οὐδὲ ἅπτονται ἐν τῷ πολέμῳ, ἀλλὰ τοὺς προτροπάδην φεύγοντας μᾶλλον διώκουσι. τουτὶ γὰρ προσγέγονε πλέον ἐκ τούτων αὐτῷ, πάλιν σὺν τῷ Σωκράτει Πλάτωνος Πλάτωνα αὐτὸν συμμαρτυρῆσαι τῷ λόγῳ· τῶν οὕτω διακειμένων οὐ πάνυ τι ἅπτονται, ἀλλὰ τοὺς προτροπάδην φεύγοντας μᾶλλον διώκουσι. δηλονότι κἀν ταῖς πολιτείαις τῶν μὲν οὕτω διακειμένων ὡς4 ἀμύνεσθαι οὐ πάνυ τι ἅπτονται οἱ τὰ τοιαῦτα τηροῦντες, τοὺς δʼ ὑπείκοντας διώκουσιν. ὥστʼ εἰ τοὺς ἐν τοῖς πολέμοις ἀνδρείους ἐπαινεῖν εἰκὸς, καὶ τοὺς ἐνταῦθα τοιούτους. ὥστʼ εἰ μηδὲ διʼ ἓν ἄλλο, διὰ τοὺς συκοφάντας ἡ ῥητορικὴ καλόν. καὶ μὴν εἰ μὴ θαρροῦσι τοὺς τοιούτους ἀδικεῖν, ἄμφω χρηστὰ συμβαίνει καὶ τοῖς ἄρτι λόγοις ἀκόλουθα, μήτʼ αὐτὸν ἀδικεῖσθαι μήθʼ ἕτερον ἀδικεῖν ἐᾶν. ὁ τοίνυν καὶ μέχρι τοῦ Βαβυλωνίου πεδίου Κύρῳ συνανιὼν Ξενοφῶν ἐπὶ τὸν ἀδελφὸν αὐτοῦ στρατεύοντι ἀδικήσαντα πρότερον, πῶς οὐ καὶ οὗτος οἴκοθεν ὢν Πλάτωνι μάρτυς ἡμῖν ἐστιν εἰς τοὺς παρόντας τουτουσὶ λόγους; οὐ γὰρ ἐκεῖνό γε ἔστιν εἰπεῖν, ὡς ἐν μὲν τοῖς ὅπλοις καὶ ὑπὲρ τῶν ἀλλοτρίων εἰκός ἐστιν ἀμύνεσθαι τοὺς ἀδικεῖν
理由难道是对他兴兵是不当的吗?然而,如果人们确实应当任由仇敌和极端痛恨之人肆意行不义,并且那能够使人向他们讨回公道、不任其肆虐至极的修辞术是卑劣且无用之物,那么他自然首先应当竭力阻止狄翁——毕竟狄翁是他的同伴兼弟子,并提醒他曾听闻过的教导(如果他确实听过的话);若没有,那他当时就应当通过行动教导他:应当默默忍受,并设法不仅使狄翁自己被狄奥尼修斯剥夺祖国和财产,而且使许多其他人也自始至终遭受这些及类似的苦难,让狄奥尼修斯永不停止地侵害全人类;并且应当同他一起祈求,使僭主不仅统治西西里,如果可能的话还要统治迦太基和利比亚,凭宙斯起誓,甚至统治整个欧洲,若有办法的话连亚洲也囊括其中;不仅他自己绝不可考虑推翻僭主,还要设法使其他任何人都不得为了诛杀或放逐而去袭击僭主,反而应当为狄奥尼修斯谋划贴身护卫,以便使他成为一个不死的恶人,在任何时刻都对所有人施加一切不义,永陷于一切祸害之中。如果他确实笃信这些言论,首要的本应是预先用这些道理教导狄翁并劝诫他;即使不然,至少在他策划报复时不应表现为他的同谋。但他非但没有这样做,反而在行动上成为了我们的见证人,证明我们在对那些言论表示怀疑时绝非信口胡说。因此,我想表明,他在某种意义上是率领全门弟子作证的。因为苏格拉底在波提狄亚列阵作战,在德利翁发生溃败时撤退,并且从很远的地方就向所有人表明,谁若触犯此人,必将遭到极强烈的反击——难道此人没有明确证明绝不应当向企图行不义之人妥协退让吗?想必无人会否认这一点。因为并非当他认为死期已至、且难以消除长期以来由众人积攒的大量诽谤时后来所说的话,才是他真实心意的坚实证据,而是当他有权决定阻止或不阻止时,他所表现出的实际作为才是证据。因此他说,他和他的同伴得以安全撤退;因为在战争中,人们几乎不会去触碰那些如此严阵以待之人,而是宁可追击那些狼狈逃窜之人。因为从这些事实中,更有这一益处归于他:柏拉图自己再次同柏拉图的苏格拉底一起,为我们的论证作出了见证:“人们几乎不去触碰如此严阵以待之人,而是宁可追击狼狈逃窜之人。”显然,在城邦生活中,那些伺机图谋不轨者,对那些做好了自卫准备的人也几乎不敢染指,而是追捕那些屈服顺从的人。因此,如果赞扬战场上的勇敢者是理所应当的,那么赞扬在这里同样勇敢的人也是理所应当的。所以,即使不因任何其他缘由,单凭能够抵御告密者这一点,修辞术也是一件美好的事物。再者,如果他们不敢对这样的人行不义,那么两件善事便会同时达成,且与刚才的言论相符:自己既不蒙受不义,也不任由他人施加不义。那么,随同小居鲁士远征至巴比伦平原、讨伐先前曾加害于他的兄长的色诺芬,难道不也是与柏拉图同出一门的见证人,在眼下的这些论证中站在我们这一边吗?因为人们绝不能说:在武装冲突中且为了他人的利益,对行不义者进行反击是理所应当的,而在……
- 71καλῶς ἔχον ἐλθεῖν ἐπʼ αὐτόν
承接前一语段末尾的 ὡς ... οὐχὶ(并非由于……),καλῶς ἔχον 是无人称动词 καλῶς ἔχει 的分词形式,作宾格绝对结构,构成反问句,意为“难道是因为对他兴兵是不正当的吗(显然不是)”。
- 71ὃ πολλοῦ δεῖ ποιήσας
分词 ποιήσας 与插入性成语 πολλοῦ δεῖ(远非……、绝不……)相结合。关系代词 ὃ 指代前文设想的一系列行动,整体表达强烈的否定:“他非但没有这样做……”。
- 71οὐ γὰρ ἃ καὶ τελευτᾶν ὡραῖον ἤδη νομίζων ... ὕστερον εἶπεν, οὐ ταῦτʼ ἐστὶν ἰσχυρὰ τεκμήρια
否定词 οὐ 在关系从句 ἃ ... ὕστερον εἶπεν 之前以及主句指示代名词 ταῦτα 之前重复出现,起到强调作用。由于插入了修饰长句,主语与谓语发生了离隔(hyperbaton),核心骨架为:οὐ γὰρ ἃ εἶπεν ... οὐ ταῦτά ἐστιν ἰσχυρὰ τεκμήρια, ἀλλʼ ἃ ... ἐφαίνετο ποιῶν(“因为并非他所说的话……才是坚实的证据,而是他所表现出的作为才是证据”)。
- 72οὐ γὰρ ἐκεῖνό γε ἔστιν εἰπεῖν, ὡς
无人称结构 ἔστιν εἰπεῖν(可以这么说)受否定词修饰,意为“不能说……”。指示代名词 ἐκεῖνο 在句中先导并预示了后文由 ὡς 引导的名词性从句。
