- 底本
- Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0284.tlg045.humanitext-grc2:69-70
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者援引柏拉图《第七封信》的内容,指出柏拉图本人正是冒着危险试图用言辞与劝服去制止不义,从而揭示了其贬低修辞术的自相矛盾。作者继而申明自己并非在人身攻击柏拉图,而是借柏拉图自身的实际行动来证明修辞术的正当性。
εἴπερ τοὺς ἐλλείποντας οὐδὲ ὁσίους.1 ἔτι δʼ αὖ τὸ πλέον τῷ παντὶ πεποίηκας, εἴ γε μὴ μόνον δῆμον μηδὲ δικαστὰς, ἀλλὰ καὶ τυράννους ὑπὲρ τούτων μὴ δεῖ φεύγειν μεταπείθειν καὶ τοσοῦτον ὑπερορίους. αὐτὴν τοίνυν ὅλως τὴν ἐπιστολὴν τοῦ χάριν ἢ πειθοῦς γέγραφε; καὶ μὴν αὐτό γε δηλοῖ τὸ πρᾶγμα καὶ τῆς ἐπιστολῆς αὐτὸς πολλαχοῦ. καὶ γὰρ τὸ ὧν χάριν ἦλθε διεξιέναι καὶ προσομολογεῖν ὅτι διὰ τοῦτο διεξέρχεται ὅπως τὴν ἀληθῆ δόξαν περὶ αὑτοῦ παραστήσειε πείθοντός ἐστιν. οὐκοῦν καὶ ἵνα πείσῃ γέγραφε καὶ γράφων τοῦ πεῖσαι χάριν φησὶν ἀπελθεῖν, μή τι πάθοι Δίων ἔρημος λόγων. πῶς οὖν αἰσχρὰ ποιοῦσιν οἱ ῥήτορες; ἢ καθʼ ὁπότερον τούτων φαῦλον ἡ ῥητορική; πότερον καθʼ ὃ τοῖς ἀδικουμένοις πέφυκε βοηθεῖν, κἂν ἀδοξία τις καὶ κίνδυνος προσῇ; ἀλλʼ ὅτι τοῦ γε λόγῳ πείθειν καταφρονητέον; ἀλλʼ αὐτὸς ὡς λόγῳ πείσων, ἔργῳ φῂς κινδυνεῦσαι. καὶ Μεγαροῖ μὲν εἰ κατοικοῦντες ἐτυγχάνομεν, ὁ Δίων σοι λέγει, ἦλθες δή που ἄν μοι βοηθὸς ἐφʼ ἅ σε παρεκάλουν, ἢ πάντων ἂν φαυλότατον ἡγοῦ σαυτόν· νῦν δʼ ἄρα τὸ μῆκος τῆς πορείας καὶ τὸ μέγεθος δὴ τοῦ πλοῦ καὶ τοῦ πόνου ἐπαιτιώμενος οἴει δόξαν κακίας ἀποφευξεῖσθαί ποτε; πολλοῦ γε καὶ δεήσει. τί οὖν; εἴ τις μεταστρέψας ὡδὶ φαίη πρὸς αὐτόν σε, Καὶ πλεῖν μὲν εἰς Σικελίαν καὶ πάσχειν ὁτιοῦν οἴει δεῖν ὑπὲρ τοῦ τινὰ πεῖσαι ὡς χρή τινα τῶν ἐπιτηδείων οἴκοι μένειν· εἰ δέ τις μηδʼ ὅσον Ἀθήνηθεν Μέγαράδε, ἀλλὰ μηδʼ ἐλθεῖν ποι τὸ παράπαν δέον, ἀλλʼ οἴκοι μένοντα τοὺς ἑαυτοῦ σῶσαι, τὴν ἐπὶ τούτῳ δύναμιν μεταχειρίζεται, οὐκ οἴει τοῦτον δόξαν κακίας ἀποπεφευγέναι πᾶσαν; πάλαι γε καὶ παρʼ αὐτῷ σοι, εἴπερ γέ τι τῶν προειρημένων ὄφελος. πῶς οὖν ὁμοῦ μὲν ὁ μὴ βοηθῶν τῷ λόγῳ δόξαν κακίας ἐξοίσεται, ὁμοῦ δʼ ὁ βοηθῶν δόξαν κακίας οὐ φεύξεται; οὐ τοίνυν τοῦτο λέγεις ὅταν καλῇς κολακείαν τὴν ῥητορικὴν ᾗ ταῦτα ἀνάκειται; τίς ἂν ἦν μοι, φησὶ, πρὸς ταῦτα εὐσχήμων ἀπόκρισις; πρὸς δʼ ἃ νῦν ἡμεῖς ἐρωτῶμεν, τίς ὦ πρὸς θεῶν; μικρὸν δέ τι βούλομαι διαλαβεῖν, μή τις ὅλως οἰηθῇ με τοῖς λόγοις κατηγορεῖν Πλάτωνος, ἢ λέγειν κακῶς μετὰ ἀφορμῆς. ἐγὼ γὰρ οὔτʼ αὐτὸς ἔγκλημα δή που τοῦτο ποιοῦμαι εἴ ποι καὶ ὁπωσοῦν ᾠήθη δεῖν Πλάτων ἐλθεῖν ἡστινοσοῦν ἕνεκα αἰτίας οὔθʼ ὅστις ἄλλος προφέρει τι τοιοῦτον εὖ φρονεῖν ἡγοῦμαι, οὔθʼ ὅλως ἔξω τῶν εἰς τὸν λόγον ἡκόντων οὐδὲν περιεργάζομαι, μὴ τοσούτου μηδὲν ἄξιον ἔστω νικητήριον,2 ἀλλʼ ἃ αὐτὸς ἔπραξε καὶ τίνων ἔπραξε χάριν αὐτὸς καθαρῶς εἴρηκε, ταῦτα συμβαίνειν φημὶ τοῖς ὑπὲρ τῆς ῥητορικῆς λόγοις· καὶ τοσούτῳ δέω κακίζειν ἐκεῖνον τούτοις, ὥστʼ εἰ δεῖ καὶ τοῦτʼ εἰπεῖν, καὶ ἐν αὐτοῖς τούτοις σεμνύνειν αὐτὸν ἡγοῦμαι, εἰ τούτων ἐκείνοις ὑπεναντίως ἐχόντων μὴ τὰ ἔργα μηδὲ τὰς πράξεις αὐτοῦ διαβάλλω, ἀλλʼ ἐκ τοῦ βίου καὶ τῶν ἔργων ἃ μεθʼ ἡμῶν καὶ ὧν ἡμεῖς ἀξιοῦμεν εἶναι τίθημι, ταῦθʼ ἑτέρως ἔχοντα ἢ ὥς τις πιστεύσειεν ἀποφαίνω. ὅτε τοίνυν ἑώρα Δίωνα παρασκευαζόμενον καὶ πράττοντα ὅπως δίκην ὧν ἔπαθε λήψεται, πότερόν ποτε ἐᾶν καὶ παρʼ οὐδὲν ἄγειν ἐπιστέλλων αὐτῷ φαίνεται3 καὶ ὡς, εἰ μισεῖ τὸν Διονύσιον καὶ κακόνουν εἶναι ὑπολαμβάνει, χρὴ περιορᾶν καὶ συγχωρεῖν ὅπως τὰ μέγιστʼ ἀδικῶν ἐν τοῖς ἐσχάτοις ᾖ κακοῖς, ἢ πολὺ τοὐναντίον προτρέπων καὶ θεραπευτικὸν ἀξιῶν εἶναι ὅπως ὡς πλείστους τοὺς συμπράττοντας ἐπʼ αὐτὸν ἔχοι· καὶ τὸν μὲν Διονύσιον πάντως ἐχθρὸν τιθεὶς, τὸ δὲ ὅπως ἀμυνεῖται συμβουλεύων σκοπεῖν καὶ τό γʼ ἐφʼ αὑτῷ συμπράττων, τὸ συμπλεῖν καὶ συστρατεύειν μόνον ἐξαρνούμενος· ὡς ἐπειδήπερ αὐτὸν ἔχων ὁ Διονύσιος ᾐδέσθη τότε καὶ οὐκ ἀπέκτεινεν, οὐχὶ
如果你认为在这些事上有欠缺的人甚至是不虔敬的,那就更是如此了。此外,如果你认为人们不仅不应回避为这些事去劝导民众或陪审官,而且也不应回避去劝导僭主,哪怕是如此遥远的域外僭主,那么你所做的远远更多。那么,总的来说,他写下这封信本身究竟是为了什么,难道不正是为了劝服吗?事实上,事情本身以及他在信中多处所言都清楚表明了这一点。因为详细陈述自己因何而去,并承认自己详细陈述乃是为了确立关于自己的真实评价,这正是进行劝服之人所做的事。因此,他既是为了劝服而写信,又在信中声称自己是为了劝服而前往,以免狄翁在缺乏言辞援助的情况下遭受什么不幸。既然如此,演说家们何以是在做可耻之事?或者说,修辞术在这两点中究竟是在哪一点上显得卑劣?是在于其天性在于救助遭受不义之人(哪怕伴随着恶名与危险)吗?还是因为人们应当蔑视以言辞进行劝服?然而你自己却说,为了用言辞去劝服,你在行动中冒了险。“如果我们碰巧住在墨伽拉,”狄翁对你说,“对于我向你请求援助之事,你必定会前来相助,否则你必自视为所有人中最卑劣者;然而如今,借口行程之遥远以及航海与劳苦之艰巨,你难道以为自己能逃脱怯懦的恶名吗?那差得远了。”那么怎样呢?如果有人反过来对你自己说:“你认为人应当航海前往西西里,并甘冒一切风险,只为了劝服某人使其懂得应当让友人留在家中;但如果某人甚至无需走从雅典到墨伽拉那么远的距离,甚至完全无需前往任何地方,而是留在家中保全自己的亲友,为此目的施展其能力,你难道不认为此人完全摆脱了怯懦的恶名吗?”早在很久以前,而且按照你自己的判断,这就已经摆脱了,只要之前所说的话还有任何效力的话。那么,为什么同时不以言辞施援者会蒙受怯懦的恶名,而施援者却不能逃脱怯懦的恶名呢?当你把这些事项所属的修辞术称为谄媚时,你难道不正是这么说的吗?“对于这些话,”他说,“我能有什么体面的回答呢?”可是对于我们如今所提的问题,凭诸神起誓,又能有什么回答呢? 我想稍微作一点说明,免得有人认为我是在用言辞指责柏拉图,或是借题发挥说他的坏话。因为我本人绝不会因为柏拉图为了任何缘故、以任何方式认为应当去往某地而将其视为罪状,我也不认为提出此类指责的任何其他人神志健全;我也绝不去多管任何与论题无关的闲事——愿没有任何胜利奖赏值得如此!相反,是他自己所做之事,以及他自己明明白白说出的行事缘由,我断言这些恰恰与为修辞术辩护的论点相契合。我绝非因这些事而贬低他,以至于如果应当说明的话,我认为在这些事情上我甚至是在尊崇他,因为尽管这些事实与那些言论相反,我并未中伤他的作为与行动,而是从他的生平与事迹中提取出站在我们这一边、且为我们所认可的内容,表明其实情并不如人们所轻信的那样。因此,当他看到狄翁正在筹备并采取行动以就所遭受的不幸实施报复时,他写信给他,究竟是显得要他放弃并视若无睹,说如果他憎恨狄奥尼修斯并认为其怀有恶意,就应当放任并容忍其犯下最大不义的同时陷于最极端的恶行之中呢;还是完全相反,激励他并要求他周密筹划,以便拥有尽可能多的人共同反对僭主?——完全将狄奥尼修斯视为仇敌,建议他谋划如何实施报复,并在自己力所能及的范围内予以协助,仅仅拒绝一同航海和一同参战;理由是,既然狄奥尼修斯当时将他扣留手中时感到羞耻而未杀害他,那么便不…
- 69εἴπερ τοὺς ἐλλείποντας οὐδὲ ὁσίους
承接上一语言块末尾的“καὶ τοὺς πείθοντας... ἀμέμπτους [εἶναι]”,需补足省略的判断动词或述谓成分:“如果[认为]在这些事上有欠缺的人(ἐλλείποντας)甚至连虔敬(ὁσίους)都算不上”。
- 70μὴ τοσούτου μηδὲν ἄξιον ἔστω νικητήριον
带有否定词 μή 的第三人称祈使语气(μὴ... ἔστω),起插入说明作用:μηδέν 加强否定词 μή 并修饰 νικητήριον,τοσούτου 为受 ἄξιον 支配的价值属格:“愿没有任何胜利奖赏(νικητήριον)值得如此(τοσούτου ἄξιον)!”表示作者绝不愿为了赢得论战而去纠缠题外之事。
- 70πότερόν ποτε ἐᾶν καὶ παρʼ οὐδὲν ἄγειν ἐπιστέλλων αὐτῷ φαίνεται
由 ὅτε... ἑώρα 引导的主干结构中的选择疑问句(πότερον... ἢ...)。动词 φαίνεται 带分词补足语 ἐπιστέλλων(“显出在写信给他”),而分词又引出不定式 ἐᾶν καὶ παρʼ οὐδὲν ἄγειν(“放任且视若无睹”)。
