← 阿里斯·台德斯

致柏拉图:为雄辩术辩护

§5-6

为修辞术辩护的动机与对高尔吉亚篇的引述

作者指出让修辞术这一言论技艺本身不加辩护便被定罪实属悖理,因而出于对言辞的敬畏与正义承担起辩护职责。在呼请神明相助之后,他仿效违法法令公诉的程序,直接引述柏拉图《高尔吉亚篇》中苏格拉底对修辞术的界定作为审辩的开端。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5

ταῦτα λόγων τέχνην οὖσαν, ἄλλο τι τοῦτʼ ἂν εἴη τοὐπίταγμα· εἰ δʼ ἔσθʼ ὅντινα δεῖ, σχεδὸν ἡμῖν ἂν πρέποι, ἵνα καὶ τὸ δίκαιον εὐθὺς ἐν αὐτῷ τούτῳ πρώτῳ δείξωμεν οὗ προεστήκαμεν· ὡς ἔστιν οὐ λόγον σῶζον1 παρʼ ἧς τὸ τοῖς ἄλλοις συναγορεύειν ἐστὶ, ταύτῃ τῶν παρʼ αὐτῆς μὴ μεταδοῦναι, ἀλλὰ δυοῖν θάτερον, ἢ τοιοῦτον εἶναι δοκεῖν αὐτὴν οἷον Πλάτων βεβούληται, ἢ τοιοῦτόν γʼ εἶναι δοκεῖν ποιῆσαι. οὐ γάρ ἐστιν ἓν τοῦτο ὃ πανταχοῦ, ὅτι τὰς αἰτίας ἡ σιωπὴ βεβαιοῖ, ἀλλʼ ἅμα τῶν τε δικαίων οὐ τεύξεται καὶ τὸ σεμνὸν αὐτῆς ἐπʼ αὐτῆς ἐξελήλεγκται. δόξει γὰρ οὐχ οἷα τʼ εἶναι σώζειν τὰ δίκαια. ἐγὼ δὲ μάλιστα μὲν καὶ πρῶτον αἰδοῖ τῶν λόγων αὐτῶν καὶ τῷ νομίζειν χρῆναι καθάπερ γονεῦσι βοηθεῖν, ὡς ἕκαστος ἔχει τῆς ἐν αὐτοῖς δυνάμεως, εἶτα καὶ τῶν ἄλλων ἕνεκʼ ἀνθρώπων, ὅπως μὴ περὶ τῶν μεγίστων φαύλως ὑπαχθεῖεν μηδʼ ἀγνοήσαιεν ὅσῳ λαμπρότερος καὶ μείζων ἀνὴρ, τοσούτῳ προχειρότερον πιστεύσαντες αὐτῷ, μηδὲ ἣν οὐ θέμις οὐδὲν φλαῦρον ἀκοῦσαι, ταύτην οἰόμενοι κακίζειν αὑτοὺς τῶν καλλίστων ἀποστερήσαιεν ἑκόντες, ἐν ἴσῳ δὲ ἄκοντες εἰπεῖν,2 ὑπέστην τὸν λόγον τοῦ τε δικαίου χάριν καὶ τῆς χρείας. τὸ μὲν οὖν ἀξίωμα τοσοῦτον τοῦ παρόντος ἀγῶνος. καλῶ δʼ ἐπὶ τούτῳ τῷ τολμήματι καὶ Ἑρμῆν λόγιον καὶ Ἀπόλλωνα μουσηγέτην καὶ Μούσας ἁπάσας ἡγεμόνας γενέσθαι, μάλιστα μὲν καὶ διʼ αὐτὸ τὸ ἴδιον τῆς νῦν κλήσεως, ὅτι τούτων ἡ δωρεὰ ὑπὲρ ἧς ἅμα καὶ διʼ ἧς ἀγωνιζόμεθα, ἔπειθʼ ὅτι καὶ δύο συμπέπτωκεν. οὔτε γὰρ πρὸς τὸν φαυλότατον τῶν Ἑλλήνων οὔθʼ ὑπὲρ τῶν φαυλοτάτων οἱ λόγοι. εἰσὶ δὲ οἳ καὶ τῶν ἐκείνου λόγων τῶν εἰς μνήμην ἡκόντων τούτους μάλιστα θαυμάζουσιν οἷς ἐνταῦθα καὶ περὶ τούτων κέχρηται. ὥστε πανταχῆ θείας δεῖν τῆς βοηθείας ὡς ἀληθῶς. ὥσπερ οὖν οἱ τὰς τῶν παρανόμων γραφὰς εἰσιόντες ἀπʼ αὐτῶν ὧν εἴρηκε τὴν ἀρχὴν ποιησόμεθα. ἔστι δὲ ταυτὶ δοκεῖ τοίνυν μοι, ὦ Γοργία, εἶναι ἐπιτήδευμα τεχνικὸν μὲν οὒ, ψυχῆς δὲ στοχαστικῆς καὶ ἀνδρείας καὶ φύσει δεινῆς προσομιλεῖν τοῖς ἀνθρώποις. καλῶ δὲ αὐτοῦ ἐγὼ τὸ κεφάλαιον κολακείαν. ταύτης μοι δοκεῖ τῆς ἐπιτηδεύσεως πολλὰ μὲν καὶ ἄλλα μόρια εἶναι, ἓν δὲ καὶ ὀψοποιικὴ, ὃ δοκεῖ μὲν εἶναι τέχνη, ὡς δʼ ὁ ἐμὸς λόγος, οὐκ ἔστι τέχνη, ἀλλʼ ἐμπειρία καὶ τριβή· ταύτης μόριον καὶ τὴν ῥητορικὴν ἐγὼ καλῶ καὶ τήν γε κομμωτικὴν καὶ τὴν σοφιστικὴν, τέτταρα ταῦτα μόρια ἐπὶ τέτταρσι πράγμασιν. εἰ οὖν βούλεται Πῶλος πυνθάνεσθαι, πυνθανέσθω, οὐ γάρ πω πέπυσται ὁποῖόν φημʼ ἐγὼ τῆς κολακείας μόριον εἶναι τὴν ῥητορικὴν, ἀλλʼ αὐτὸν λέληθα οὔπω ἀποκεκριμένος. ὁ δὲ ἐπανερωτᾷ εἰ οὐ καλὸν ἡγοῦμαι εἶναι· ἐγὼ δʼ αὐτῷ οὐκ ἀποκρινοῦμαι πρότερον εἴτε αἰσχρὸν εἴτε καλὸν ἡγοῦμαι τὴν ῥητορικὴν πρὶν ἂν πρῶτον ἀποκρίνωμαι ὅ ἐστιν. οὐ γὰρ δίκαιον, ὦ Πῶλε. ἀλλʼ εἴπερ βούλει πυνθάνεσθαι, ἐρώτα ὁποῖον μόριον τῆς κολακείας φημὶ εἶναι τὴν ῥητορικήν. ἐρωτῶ δὴ, καὶ ἀπόκριναί μοι ὁποῖον μόριον. ἆρʼ οὖν ἂν μάθοις ἀποκριναμένου;3 ἔστι γὰρ ἡ ῥητορικὴ κατὰ τὸν ἐμὸν λόγον πολιτικῆς μορίου εἴδωλον. τί οὖν; καλὸν ἢ αἰσχρὸν λέγεις αὐτὴν εἶναι; αἰσχρὸν ἔγωγε. τὰ γὰρ κακὰ αἰσχρὰ καλῶ, ἐπειδὴ δεῖ σοι ἀποκρίνασθαι ὡς ἤδη εἰδότι ὃ λέγω. μὰ τὸν Δία, ὦ Σώκρατες, ἀλλʼ ἔγωγε οὐδὲ αὐτὸς συνίημι ὅ τι λέγεις.

——况且修辞术本是言辞的技艺,这样的命令简直不可理喻!但如果必须有人挺身反驳,那最合适的人选无疑是我们,以便我们能在我们所倡导维护的这第一件事上,立即展现出正义:因为,对于赋予他人代为辩护之能力的修辞术,若不将从她那里汲取的力量分享予她,这绝非理智之举;相反,这无异于落入两种结果之一:要么任由她被视为柏拉图所欲定性的模样,要么至少是我们促使她显得如此。因为这不仅仅是世人皆知的那条通则——沉默即是对指控的默认;修辞术同时也将无法获得她应得的正义,而她的尊严也在关乎她自身的案件中被彻底驳倒。因为人们会认为,她无力捍卫正义之道。就我而言,首先且主要是出于对言论本身的敬畏,并坚信应当根据每人在言辞方面的能力,像赡养父母一样救助言论;其次是为其他人着想——免得他们在最重大的事情上轻率地被引入歧途,也免得他们没有意识到,一个人越是显赫崇高,他们就越会不假思索地相信他;又免得他们自以为是在斥责那本不应听闻半点诽谤的修辞术,从而自愿地——或者同样可以说,不知不觉地——剥夺了自己最美好的事物;正因如此,出于正义与必要,我担当起了这篇言论。 因此,当下这场论辩的庄严程度可见一斑。为了这一大胆的尝试,我呼请雄辩之神赫尔墨斯、缪斯领袖阿波罗以及所有缪斯女神降临作为引导者,这主要是出于眼前这次祈请本身的独特性质——因为我们为其奋战、且赖以奋战的言论正是他们的馈赠;其次是因为两重因缘恰好交汇:我们的言论既非针对希腊人中最平庸之辈,亦非为了最卑微之事而发。而且,在他〔柏拉图〕流传于世的所有著作中,甚至有人最赞赏的正是他在此处并就这些事情所使用的这番言论。因此,从各个方面来看,确乎真切地需要神助。那么,如同提起违法法令公诉的控告人一样,我们将从他亲口所说的言论本身开始。其文如下: “依我看,高尔吉亚,这是一种算不上技艺的行径,而是属于一种善于揣测、勇敢且生来善于同人交往的灵魂。我把它的总称叫做谄媚。在我看来,这种行径有许多其他部分,烹饪术便是其中之一;它看似一门技艺,但在我看来并非技艺,不过是经验和熟练而已。修辞术我也称之为谄媚的一个组成部分,此外还有装饰术和诡辩术——这四个部分对应于四种事物。如果波罗斯想探究,就让他探究吧,因为他尚未弄明白我说修辞术是谄媚的哪一部分,而且他也没注意到我其实尚未回答完毕。他反而追问我是否认为修辞术不是美好的;但在我首先回答修辞术究竟是什么之前,我绝不会回答他我认为它是卑鄙的还是美好的。因为这不合规矩,波罗斯。但如果你想探究,请问我说修辞术是谄媚的哪一部分。”“那我问你,请回答我它是哪一部分。”“那么,若我作了回答,你能听懂吗?按我的说法,修辞术乃是政治学一部分的幻影。”“那又如何?你说它是美好的还是卑鄙的?”“依我之见是卑鄙的,因为我把坏的东西称为卑鄙,既然我必须回答你,就当作你已经理解了我的意思。”“以宙斯之名,苏格拉底,连我自己都不明白你在说什么!”

语法注4 条
  1. 5ὡς ἔστιν οὐ λόγον σῶζον

    ἔστιν οὐ λόγον σῶζον 是由系动词 ἔστι 与中性现在分词 σῶζον 构成的迂回表达,意为“是不合情理的/说不过去的”(相当于 οὐκ εὔλογον)。其后的不定式短语 μὴ μεταδοῦναι 作其真正的主语。

  2. 5ἐν ἴσῳ δὲ ἄκοντες εἰπεῖν

    形容词 ἄκοντες 嵌入在副词性短语 ἐν ἴσῳ εἰπεῖν(“同样来说/平心而论”)之中。它与前文的 ἑκόντες(“自愿地”)相对照,修饰该句主语,表明由于这一举动出于无知,同样可以说他们是“不知不觉地/违背本心地”行事。

  3. 6ἆρʼ οὖν ἂν μάθοις ἀποκριναμένου;

    直接引自柏拉图《高尔吉亚篇》(463d1)。ἀποκριναμένου 是省略了代词主语 ἐμοῦ 的属格绝对结构(“若我回答”),作为条件状语与表达潜在可能的 ἄν+祈愿气(ἂν μάθοις)搭配使用。

  4. 5καὶ ταῦτα λόγων τέχνην οὖσαν

    承接前一分句(εἰ μὲν μηδὲν ἀντειπεῖν δεῖ, ἀλλʼ ἐρήμην ἑαλωκέναι καθάπερ ἐν δικαστηρίῳ...)。καὶ ταῦτα 为加强语气的惯用结构(“况且……的情况下”),其后的分词 οὖσαν 既可视为宾格绝对结构,亦可视为与前文暗示的修辞术(ῥητορικήν)保持性数格一致的一致分词。

    未在正文中定位

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0284.tlg045.humanitext-grc2:5-6