← 阿里斯·台德斯

致柏拉图:为雄辩术辩护

§67-68

第七封书信与救助狄翁所见的劝服价值

演说者指出若能守护同胞并阻止僭主恶行,此类技艺当受赞扬;并引证柏拉图《第七封书信》,以柏拉图为救助狄翁而诉诸劝服之举,证明避受不义之害的必要性与言辞劝服之力的价值。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§67

καὶ γονεῦσι καὶ ἀδελφοῖς εἰ τὴν ὅπως μὴ ἀδικήσονται φυλακὴν ἔχοι1 καὶ σώζοι καὶ τούτους καὶ ἑαυτὸν, καὶ νὴ Δία γε, εἰ τοῦτʼ αὐτὸ τύραννον ἔσεσθαι μέλλοντα καὶ Διονυσίῳ προσόμοιον οἷός τʼ εἴη κωλῦσαι καὶ παρελέσθαι λόγῳ τὰς πράξεις καὶ τὴν ἐκ τῶν νόμων ἄδειαν ἅπασι βεβαιῶσαι, ἔπειτʼ οὐδὲν σπουδαῖον τοῦτʼ εἶναι φήσομεν, οὐδʼ ἐπαινεῖν ἐχρῆν τὴν τοιαύτην εἴτε τέχνην εἴτε μηδὲ τέχνην εἰπεῖν δεῖ, ὅτι νὴ Δίʼ ἓν μέγα τοῦτʼ ἦν κακὸν τὸ ἀδικεῖν, τὸ δὲ ἀδικεῖσθαι πρᾶγμα οὐδέν; ἆρά γε καὶ μειζόνως τις ἀμύνεται τὸν ἐχθρὸν ἐῶν ἀδικεῖν, καὶ σκοπούμενος ἐξ ὅτου τρόπου μηδʼ ἄλλος δίκην παρʼ αὐτοῦ λήψεται; καὶ μὴν ἄχρι μὲν τούτων τῶν λόγων αἰνίγματʼ ἂν εἴποι τις ταῦτʼ εἶναι, ἐπηγμένων δὲ τούτων [καὶ ὑπὸ τοῦ Πλάτωνος] καὶ ἐξεληλέγχθαι καὶ λελύσθαι γʼ,2 οὐ τὸν εἰωθότα καὶ τὸν αὐτὸν τρόπον τοῖς ἄλλοις αἰνίγμασι δῆλα ἐξ ἀδήλων γεγονότα, ἀλλʼ ὡς ἀληθῶς δῆλα οὗ τὸ σαθρὸν ἦν αὐτῶν. φέρε δὴ καὶ ταῦτα σκεψώμεθα. οἶμαι γὰρ ἡμῖν ὥσπερ ἀπόντος ἐκμαρτυρίαν εἶναι. ἔστι δʼ ἐκ τῆς μακρᾶς ἐπιστολῆς. ταύτῃ μὲν τῇ διανοίᾳ τε καὶ τόλμῃ ἀπῆρα οἴκοθεν, οὐχ ᾗ τινὲς ἐδόξαζον, ἀλλʼ αἰσχυνόμενος μὲν ἐμαυτὸν τὸ μέγιστον μὴ δόξαιμί ποτε ἐμαυτῷ παντάπασι λόγος μόνον ἀτεχνῶς εἶναί τις, ἔργου δὲ οὐδενὸς ἄν ποτε ἑκὼν ἀνθάψασθαι,3 κινδυνεύειν δὲ προδοῦναι πρῶτον μὲν τὴν Δίωνος ξενίαν τε καὶ ἑταιρίαν ἐν κινδύνοις ὄντως γεγονότος οὐ μικροῖς, εἴτʼ οὖν πάθοι τι εἴτʼ ἐκπεσὼν ὑπὸ Διονυσίου καὶ τῶν ἄλλων ἐχθρῶν ἔλθοι πρὸς ἡμᾶς φεύγων καὶ ἀνέροιτο εἰπὼν, Ὦ Πλάτων, ἥκω σοι φυγὰς οὐχ ὁπλιτῶν δεόμενος οὐδὲ ἱππέων ἐνδεὴς γενόμενος ἀμύνεσθαι τοὺς ἐχθροὺς, ἀλλὰ λόγων καὶ πειθοῦς, ᾗ σὲ μάλιστα ἠπιστάμην ἐγὼ δυνάμενον ἀνθρώπους νέους ἐπὶ τἀγαθὰ καὶ δίκαια προτρέποντα εἰς φιλίαν τε καὶ ἑταιρίαν ἀλλήλοις καθιστάναι ἑκάστοτε. ὧν ἐνδείᾳ κατὰ τὸ σὸν μέρος νῦν ἐγὼ καταλιπὼν Συρακούσας ἐνθάδε πάρειμι. καὶ τὸ μὲν ἔλαττον ὄνειδος σοὶ φέρει· φιλοσοφία δὲ, ἣν ἐγκωμιάζεις ἀεὶ καὶ ἀτίμως φῂς ὑπὸ τῶν λοιπῶν ἀνθρώπων φέρεσθαι, πῶς οὐ προδέδοται τὰ νῦν μετʼ ἐμοῦ μέρος ὅσον ἐπὶ σοὶ γέγονε; καὶ Μεγαροῖ μὲν εἰ κατοικοῦντες ἐτυγχάνομεν, ἦλθες ἂν δή πού μοι βοηθὸς ἐφʼ ἅ σε παρεκάλουν, ἢ πάντων ἂν φαυλότατον ἡγοῦ σαυτόν· νῦν δʼ ἄρα τὸ μῆκος τῆς πορείας καὶ τὸ μέγεθος δὴ τοῦ πλοῦ καὶ τοῦ πόνου ἐπαιτιώμενος οἴει δόξαν κακίας ἀποφευξεῖσθαί ποτε; πολλοῦ γε καὶ δεήσει. λεχθέντων δὲ τούτων τίς ἦν μοι ἂν πρὸς ταῦτα εὐσχήμων ἀπόκρισις; οὐκ ἔστι. ταῦτα οὐχ ἕτερος περὶ αὐτοῦ γέγραφεν, οὐδὲ εἰκάζων τὴν ἐκείνου γνώμην, ἀλλʼ ὁ κάλλιστα εἰδὼς αὐτὸς περὶ αὑτοῦ τούτων φησὶ χάριν ἐλθεῖν, τοὺς ὑπὸ τοῦ Δίωνος ἂν λεχθέντας τούτους λόγους πρὸς αὐτὸν αἰσχυνθείς. καὶ ἔγωγε πιστεύω. μαινοίμην γὰρ ἂν, εἰ μή. οὐκοῦν ἐν τούτοις ἐστὶν, ἥκω σοι, ὦ Πλάτων, οὐχ ὁπλιτῶν δεόμενος οὐδʼ ἱππέων ἔρημος γενόμενος, ἀλλὰ λόγων καὶ πειθοῦς· ταῦτα δʼ ᾤμην παντὸς μᾶλλον εἶναι παρὰ σοί. καλῶς γε, ὦ Πλάτων, αὐτός τε λέγων καὶ τὸν Δίωνα ταῦτʼ εἰπεῖν ἂν νομίζων πρὸς σέ. οὐκοῦν εἰ τὸ μὲν ἐκπεσεῖν ἢ παθεῖν τι Δίωνα δεινὸν περιφανῶς, τὸ δʼ ὅπως μὴ ἐκπεσεῖται πρᾶξαι καλὸν καὶ δίκαιον, οὕτω δʼ ἔχων λόγων καὶ πειθοῦς ἐδεῖτο, σὺ δὲ τῷ ταῦτʼ ἔχειν ἔπλεις, ὡμολόγηκας ἅπαντα, καὶ δεῖν σπουδάζειν ὅπως τις ἐκ τῶν δυνατῶν μὴ ἀδικήσεται, καὶ τὴν τῶν λόγων τοῦ πείθειν δύναμιν οὐ φαύλην εἶναι, καὶ τοὺς πείθοντας ὑπὲρ τούτων οὐ μόνον παρʼ ἀνθρώποις ἐπαίνων ἀξίους, ἀλλὰ καὶ παρὰ θεοῖς ἀμέμπτους,

此外,为了父母和兄弟,如果〔某人〕保持戒备以使他们免受不义,并保全他们和自己;而且,凭宙斯起誓,如果他能够通过言辞阻止一个将要成为僭主、酷似狄奥尼修斯的人,剥夺其恶行,并为所有人确立源自法律的安全——难道我们随后要说这绝非严肃之事,或者说人们不应当赞扬这样一种技艺(不论应当称之为技艺还是根本不配称为技艺),仅仅因为,凭宙斯起誓,行不义乃是这一大恶,而遭受不义却完全无关紧要吗?难道放任仇敌作恶,并谋划如何让其他任何人也无法向其索取惩罚,一个人就能更大程度地报复仇敌了吗?诚然,直到这些论点为止,人们或许可以说这些都是谜题;但在引进了这些论据[甚至是由柏拉图本人所提出的]之后,它们可以说已被驳倒并解开了——并非像其他谜题那样以惯常和相同的方式由晦暗变为明白,而是真正明白了其破绽究竟何在。 来吧,让我们也来考察这些内容。因为我认为我们拥有如同缺席证人的书面证词一般的东西。这正是出自那封长信: “我是带着这样的心志与勇气离家出发的,绝非如某些人所猜测的那样,而是首先因为最让自己感到羞愧的是,唯恐有朝一日在自己看来纯粹不过是空谈之辈,绝不会自愿着手任何实际行动;并且唯恐自己首先背弃了狄翁的宾友之情与同伴之谊,而他当时确实身陷不小的危难之中。无论他是遭遇了什么不幸,还是被狄奥尼修斯及其他仇敌驱逐后流亡来到我们这里,并开口质问道:‘柏拉图啊,我作为一个流亡者来到你身边,并非需要重装步兵,亦非缺乏骑兵去击退仇敌,而是需要言辞与劝服,而在这一点上我深知你最能激励年轻人归向善与正义,并使他们彼此间始终建立起友谊与同伴之谊。正因为缺乏你这方面的协助,我如今撇下叙拉古来到了这里。而这给你带来的耻辱尚小;至于哲学——你平日总是赞颂它,并声称它受到其余世人的轻视——就取决于你的那部分而言,如今哲学岂非与我一同被背叛了吗?如果我们恰好住在墨伽拉,对于我向你请求援助之事,你必定会前来相助,否则你必自视为所有人中最卑劣者;然而如今,借口行程之遥远以及航海与劳苦之艰巨,你难道以为自己能逃脱怯懦的恶名吗?那差得远了。’如果这番话被说了出来,我对这些话能有什么体面的回答呢?绝没有。” 这些话并非别人关于他所写下的,亦非出于对其心意的揣测,而是最了解自己情况的他本人声称是为了这些缘故前去,乃是因羞于面对狄翁本会向他诉说的这番言辞。而我本人深信不疑;因为若非如此,我便是疯了。因此,在这段话中包含着:“柏拉图啊,我来到你身边,并非需要重装步兵,亦非缺乏骑兵而陷于孤立,而是需要言辞与劝服;而我认为这些东西在你那里胜过在任何其他人那里。”柏拉图啊,无论是你自己如此表述,还是你认为狄翁本会对你说出这番话,这都极其漂亮。因此,如果狄翁遭到流放或遭受祸患显然是可怕的,而设法使他不致被逐则是崇高而正义的,并且处于此种境地的他需要言辞与劝服,而你正是因具备这些而起航,那么你便承认了一切:人们必须尽力认真确保不遭受不义;言辞劝服的力量绝非卑微不足道;而且为了这些目标而进行劝服的人,不仅在世人间配享赞誉,在诸神面前亦无可指责。

语法注3 条
  1. 67εἰ τὴν ὅπως μὴ ἀδικήσονται φυλακὴν ἔχοι

    名词 φυλακήν(戒备、防护)与介于定冠词 τὴν 和它之间的努力从句 ὅπως μὴ ἀδικήσονται(如何免受不义)构成同位限定结构,承接上一段落末尾的“τὴν δʼ αὑτοῦ τις οἰκῶν καὶ τοῖς αὑτοῦ πολίταις”,形成条件从句的假设部分。

  2. 67ἐπηγμένων δὲ τούτων καὶ ἐξεληλέγχθαι καὶ λελύσθαι γʼ

    在独立属格 ἐπηγμένων δὲ τούτων(“既然这些证据已被引入”)之后,完成体不定式 ἐξεληλέγχθαι 和 λελύσθαι 承接前文的主动词 εἴποι τις(“人们可以说……”),与前句的 αἰνίγματʼ... εἶναι 构成对称与转折。

  3. 67ἔργου δὲ οὐδενὸς ἄν ποτε ἑκὼν ἀνθάψασθαι

    引自柏拉图《第七封书信》。不定式 ἀνθάψασθαι 与前面的 εἶναι 并列,共同受制于 δόξαιμι(“唯恐自己看来……”)。ἄν 加上不定式表示间接引语中的潜在或非现实语气(“自己绝不会自愿着手任何实际行动”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0284.tlg045.humanitext-grc2:67-68