← 阿里斯·台德斯

致柏拉图:为雄辩术辩护

§65-66

柏拉图的立法与西西里之行对防止不义的证明

演说者指出,如果未受惩罚的作恶反倒构成了作恶者最大的恶,那么依此荒谬逻辑甚至应当尊崇叛徒;他进而论证,柏拉图在《法义》中繁复的立法以及为保护宾友狄翁的财产与权益而亲赴西西里冒险的行动,正是以实际行动证明了防止遭受不义的必要性与价值。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§65

προδότας ἔδει τιμᾶν,1 ὅτι τοὺς οἰκείους καὶ τὴν χώραν καὶ τὰ ἱερὰ καὶ πάντα τὰ ὄντα ὅπως ὑπὸ τοῖς πολεμίοις ἔσται παρασκευάζουσιν, ἵνʼ ἐκεῖνοι τὰ μέγιστα ἀδικήσαντες τοῖς μεγίστοις ἐνέχωνται κακοῖς; εἰπὲ πρὸς Διὸς τεραστίου, τί χρὴ περὶ τούτων ἡμᾶς νομίζειν; εἶεν, ὦ γενναῖε, νόμους δὲ δὴ τοῦ χάριν ἡμῖν ἐτίθης χωρὶς αὖ τοσούτους τὸ πλῆθος, οἳ τοῖς τʼ εὖ βεβιωκόσι τιμὰς ὁρίζουσι καὶ τοὺς ὁτιοῦν ἀδικοῦντας ἃ δεῖ πάσχειν λέγουσι· καὶ ῥητορεύεις καθʼ ἕκαστον αὐτῶν σπουδῇ καὶ τιμᾷς τὰ προοίμια, καὶ παραδείγματα διττὰ ὥσπερ οἱ πλάσται προτίθης, ὁ τῶν λόγων καταφρονῶν. εἰ γὰρ, ὦ τᾶν, τὸ δίκην λαμβάνειν καὶ τὸ μὴ ἐᾶν ἀδικεῖν οὐχ ἕν τι τῶν σπουδαίων ἦν, τοῦ χάριν ταῦτα πραγματεύει καὶ σκοπεῖς ὅπως μηδεὶς ἀδικήσεται; οὐκοῦν ἢ ταῦτα πάντα τοσαῦτα τὸ πλῆθος ὄντα ἡμαρτῆσθαι δεῖ τούτου ἑνὸς ὀρθῶς ἔχοντος αὐτῶν, ἢ τάδʼ ἐκείνοις ἐξελήλεγκται.2 καὶ μὴν ἐν μὲν οἷς ἡμεῖς λέγομεν καὶ τοῖς ἄλλοις συνδοκοῦν ἐστι καὶ τῷ Πλάτωνι πρόσεστιν· ἃ δʼ οὗτος ἐνταῦθα εἴρηκεν, οὐ μόνον τοῖς τῶν πραγμάτων λόγοις, ἀλλὰ καὶ τοῖς αὐτοῦ Πλάτωνος ἐξελέγχεται καὶ λόγοις καὶ βουλήμασιν. ἐκείνων μὲν οὖν ὀρθῶς ἔχειν συγχωρουμένων καὶ ἡ παρὰ τῶν ἄλλων μαρτυρεῖ δόξα καὶ ψῆφος ὀρθή· ταῦτα δʼ εἰ δοίημεν κρατεῖν, ἄπεστι τὸ ὁτῳοῦν συνδοκεῖν τῶν ἄλλων. ἰσχυρότερον δὲ τὸ καὶ ἅπασι καὶ Πλάτωνι τοῦ μηδενὶ καὶ μηδὲ Πλάτωνι συνδοκεῖν, ὡς οὗτος ἀλλαχοῦ. οὐκοῦν οὐ τὴν παρὰ τούτου μαρτυρίαν διὰ τὴν παρὰ τῶν ἄλλων φευξούμεθα, ἀλλὰ τῇ τῶν ἄλλων τὴν παρὰ τούτου προσθήσομεν.

难道人们不应当尊崇那些叛徒吗?因为他们设法让自己的亲族、国土、圣所和一切财产落入敌人之手,好让敌人在犯下滔天大罪之后陷于最大的恶之中?凭示兆者宙斯起誓,告诉我,我们对此应当如何看待?好吧,高贵的人啊,那么你究竟为何又为我们制定了如此浩繁的法律?这些法律为善度一生的人规定了荣耀,并向任何行不义的人宣告其所应受的惩罚。而你这位蔑视言辞的人,却就每一条法律认真地发表演说,尊崇其序言,并如同雕塑家一般立起双重范型。我的朋友啊,如果施以惩罚与不容许作恶并非严肃之事中的一件,你为何还要为这些事情大费周章,并苦心谋划使任何人都不遭受不义呢?因此,要么这浩繁的所有法律必定是错误的,只有他的这一主张是正确的;要么这些话已被那些立法事实所驳倒。况且,在我们所主张的事情上,其他所有人都赞同,柏拉图亦参与其中;但他在此处所说的话,不仅被事物的道理所驳倒,亦被柏拉图本人的言论与意图所驳倒。因此,若承认那些立法是正确的,来自常人的意见和正当投票便亦为此作证;但如果我们承认此处的观点占了上风,就根本谈不上与任何其他人一致了。然而,与所有人以及柏拉图同时一致,比起与任何人甚至柏拉图自己都不一致要更为有力,正如他自己在别处所言。因此,我们不会因为有其他人的证言而回避来自他的证言,反而要将来自他的证言附加在其他人的证言之上。

§66

ἡγοῦμαι μὲν τοίνυν κἀν τούτοις τὴν ἔργῳ μαρτυρίαν παρέχεσθαι. τὸ γὰρ δὴ λόγοις πρὸς λόγους ἀγωνιζόμενον λόγοις ἑτέροις σπουδαίοις μαρτυροῦντα ἀποφαίνειν τὸν ἀντίπαλον τὴν ἔργῳ παρέχεσθαι μαρτυρίαν ἐστίν. οὐ μὴν ἀλλʼ ἔτι καὶ προσωτέρω προελθεῖν βούλομαι, ἵνα ἐπειδὴ τιμᾷ τὸ ἕνα ἐπιψηφίζειν καὶ αὐτὸν, πρὸς ὃν ἂν οἱ λόγοι γίγνωνται, καὶ λόγῳ καὶ ἔργῳ σύμψηφον ὄντα αὐτόν μοι δείξω. φέρε δὴ προσέστω κἀν τούτοις ἐρώτησις, οἷον εἴ τις ἤρετο αὐτὸν, ἡνίκα εἰς Σικελίαν ἔπλει τὸ δεύτερον ἢ τρίτον, ἤτοι σύμπλους ἢ καὶ αὐτὸς ὁ κυβερνήτης, σὺ δὲ δὴ τοῦ χάριν ἡμῖν ὦ Πλάτων εἰς Σικελίαν πλεῖς; ἢ εἰ μὴ τότε, ἀλλʼ εἴ τις οἴκαδε αὐτὸν ἐπανελθόντα ἤρετο τὰς τῆς ἀποδημίας καὶ πλάνης αἰτίας καὶ τί δὴ παθὼν τὸ τρίτον αὖθις περὶ τὴν Χάρυβδιν ἐπραγματεύσατο, περὶ ἣν Ὀδυσσεὺς οὐ πλέον ἢ δὶς, τί ἂν ἀπεκρίνατο αὐτῷ; εἰ γὰρ τὸ βέλτιστον ἀληθὲς εἶναι δοίημεν, ἔφη Δημοσθένης, ὥσπερ ἀνάγκη δοῦναι Πλάτωνί γε, ἑτέραν αὐτῷ περὶ ὧν ἀμφισβητοῦμεν οὐ λείπει τοῦτο ἀπόκρισιν. διὰ τί; ὅτι, οἶμαι, ** φῆσαι, μᾶλλον δʼ εἶπεν ἂν, Δίωνος χάριν ἀνδρὸς ἑταίρου καὶ ξένου πλεῦσαι, θέσθαι βουλόμενος τὰ πρὸς Διονύσιον αὐτῷ καὶ μὴ περιιδεῖν. εἶτʼ ὦ πλέων καλῶς καὶ δικαίως ἀποδημῶν, σὺ μὲν ξένου Συρακοσίου κοινοῦ τῆς πατρίδος ἐχθροῦ τῆς σεαυτοῦ, —οὐ γὰρ προεδρία γʼ ἦν Ἀθηναίοις ἐν Συρακούσαις, ἀλλʼ ἃ μηδʼ εἰπεῖν ἔστʼ ἀδακρυτὶ, ταῦθʼ ὑπὸ τῶν Δίωνος ἑταίρων καὶ πολιτῶν ὀλίγοις πρότερον χρόνοις ἐπεπόνθεσαν—ἀλλʼ οὖν ἐπειδή γε ἅπαξ αὐτὸν ἐδέξω φίλον νομίσας, ἔπλεις ἐκείνου χάριν ἐν γήρᾳ πέλαγος τοσοῦτον, καὶ ταῦτα πρὸς ἄνδρα παρʼ ᾧ πάλιν κινδυνεύειν ἔδει καὶ οὗ συμμαχίαν ὑπισχνουμένου συνῄδεις οὐ δεξαμένην τὴν σαυτοῦ πατρίδα· καὶ τὸ τυράννῳ συνεῖναι δοκεῖν οὐκ ἔφευγες, ὡς ἔχων παραμυθίαν τὸ σχῆμα τῆς διατριβῆς, ὃ Δίωνα μένειν οἴκοι καὶ τῆς οὐσίας κρατεῖν ἦν.3 τὴν δʼ αὑτοῦ τις οἰκῶν καὶ τοῖς αὑτοῦ πολίταις

那么我认为,在这些事上亦提供了事实的证言。因为在以言辞对抗言辞的争辩中,指出对手用其自身其他严肃的言辞作证,本身就是提供事实的证言。不仅如此,我还想更进一步,以便既然他极为重视让论辩的唯一对象亲自投下赞成票,我就要表明他在言辞和行动上都与我投下同一票。来吧,在这些事上也加上一个质问:好比有人在他第二或第三次航向西西里时问他——无论是同船之人还是舵手本人——“柏拉图啊,你究竟为了什么要同我们一起航向西西里呢?”或者即使不是在那时,如果在重返故土后有人问及他远游和漂泊的缘由,究竟受何驱使而第三次再度在卡律布狄斯周围大费周折(而奥德修斯绕行此处亦不过两次),他会如何回答?因为“若我们承认至善者为真”,正如德摩斯梯尼所言——就像在柏拉图这里必须承认的那样——这在我们所争议的事上并没有给他留下第二种回答。为了什么呢?我想,因为他会说——或者毋宁说他本会说——自己是为同伴兼宾友狄翁而航行,想为他调解与狄奥尼修斯的关系而不忍见其被害。那么,你这位航行得如此崇高而远游得如此正义的人,为一个叙拉古的宾友、你自己祖国的共同仇敌——因为雅典人在叙拉古绝无上宾之礼,反而在不久之前刚从狄翁的同伴与同胞手中遭受了连说起来都无法不流泪的惨祸——然而,既然你一旦认定他是朋友接纳了他,便在风烛残年为了他跨越如此辽阔的大海,而且是前往一个必须再度冒生命危险之人的处所,并且你知道自己的祖国并未接受此人所承诺的同盟;你亦不回避与僭主为伍的嫌疑,因为你以此种交往的形式作为慰藉,即让狄翁能够留在家园并保全财产。然而,当某人居住在自己的城邦中并为自己的公民同胞……

语法注3 条
  1. 65προδότας ἔδει τιμᾶν

    承接上一段落末尾的 καίτοι κατὰ τούτους τοὺς λόγους τίνας μᾶλλον ἢ τοὺς。非人称过去时动词 ἔδει 不带 ἄν,构成表示与事实相反的义务或推论(“本应当尊崇……[但实际上不然]”)的常见惯用句式。作者以此引申出归谬论证:按照柏拉图的逻辑,叛徒反而应当受到褒奖,因为他们促使敌人犯下最大的不义。

  2. 65ἢ ταῦτα πάντα τοσαῦτα τὸ πλῆθος ὄντα ἡμαρτῆσθαι δεῖ τούτου ἑνὸς ὀρθῶς ἔχοντος αὐτῶν, ἢ τάδʼ ἐκείνοις ἐξελήλεγκται.

    由 ἢ ... ἢ ...(要么……要么……)构成的二者择一结构。ταῦτα πάντα 指柏拉图在《法义》中制定的浩繁法律与序言,而 τούτου ἑνός 则指《高尔吉亚篇》等对话中所主张的“受不义无关紧要”这单一论点。属格独立结构 τούτου ἑνὸς ὀρθῶς ἔχοντος αὐτῶν(“若其中这单一论点是正确的”)与前者形成对立,揭示了柏拉图立法实践与其对话篇悖论之间的自相矛盾。

  3. 66ὃ Δίωνα μένειν οἴκοι καὶ τῆς οὐσίας κρατεῖν ἦν

    关系代词 ὃ 指向前面的名词短语 τὸ σχῆμα τῆς διατριβῆς(“交往的名分/形式”),不定式短语 Δίωνα μένειν οἴκοι καὶ τῆς οὐσίας κρατεῖν(“狄翁留在家园并保全财产”)作为系动词 ἦν 的表语补足语,形成解释同格结构,意为“那形式/名分即在于让狄翁留在家园并保全财产”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0284.tlg045.humanitext-grc2:65-66