- 底本
- Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0284.tlg045.humanitext-grc2:63-64
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者论证真正的演说家因能使自身与他人皆践行正义而优于单纯的好人,并指出若以修辞术仅能防止“遭受不义”为由视其为无用,则一切法律亦当被否定。随后作者指出柏拉图自身的矛盾:柏拉图在《理想国》中设立战斗阶层并极力构筑防务以阻止外敌侵害,这恰恰证明了他自身亦将防止遭受不义视为立国根本。
ἀλλὰ μὴν ὅ γε ἑτέρους τὰ δίκαια πράττειν ἐπαναγκάζων πολύ που πρῶτον αὐτός γε παρεσκεύασται. οὐ γὰρ ἐγχωρεῖ βοηθεῖν μὲν τῷ δικαίῳ, τοῦ δὲ καταλύειν τὸ δίκαιον αὐτὸν πρῶτον ὑπάρχειν.1 οὐκοῦν ὁ ῥήτωρ οὐ μόνον αὐτὸς οὐκ ἀδικήσει, ἀλλʼ οὐδʼ ἕτερον ἐάσει· οὐδʼ αὖ μόνον αὐτὸς οὐκ ἀδικηθήσεται, ἀλλʼ οὐδʼ ἕτερος τό γε τούτου μέρος. εἰ δὲ μήτʼ ἀδικήσει μήθʼ ἕτερον ἐάσει, κατὰ πάντας τοὺς τρόπους ἡ ῥητορικὴ καλὸν κἀγαθὸν καὶ καθʼ ὃν αἰσχρὸν τὸ ἀδικεῖν καὶ καθʼ ὃν κρεῖττον τὸ ἀδικεῖσθαι ἢ ἀδικεῖν καὶ καθʼ ὃν ὅλως βέλτιστον μήτε ἀδικεῖν μήτε ἀδικεῖσθαι, καὶ πέφηνεν ὁ τῷ ὄντι ῥήτωρ ἀνδρὸς ἁπλῶς εἰπεῖν ἀγαθοῦ τοσούτῳ κρείττων, ὅσῳ ὁ μὲν τὸ καθʼ αὑτὸν μόνον παρέχεται, ὁ δὲ καὶ τοὺς ἄλλους ὅπως τοιοῦτοι γενήσονται παρασκευάζει. ὁ μὲν γὰρ καλός τε κἀγαθὸς οὐ πάντη ῥήτωρ, ὁ δὲ ῥήτωρ καλὸς κἀγαθὸς, ὅς γε καὶ τοὺς ἄλλους ἐπὶ ταῦτʼ ἄγει. οὐ μὴν ἀλλʼ εἰ τούτῳ Πλάτων ἰσχυρίζεται ὡς οὐ πολλήν τινα οὐδʼ ἀξίαν σπουδῆς οὐδὲ λόγου χρείαν ἡ ῥητορικὴ παρέχεται, ὅτι οὐ τηλικοῦτόν ἐστι τὸ ἀδικεῖσθαι κακὸν ἡλίκον τὸ ἀδικεῖν, τί κωλύει καὶ τοὺς νόμους αὐτὸν ἅπαντας τοῖς αὐτοῖς τούτοις διαγράφειν; οὐ γὰρ ἄλλο γʼ οὐδὲν ἢ τοῦτο βούλονται, μάλιστα μὲν μηδένα μηδὲ ὑφʼ ἑνὸς πάσχειν κακῶς, εἰ δὲ μὴ, δίκην τοῖς παθοῦσι παρὰ τῶν πραξάντων ἢ τῶν αἰτίων γίγνεσθαι. ὥστʼ οὐ μόνη ἄπεισιν ἐκ τῶν πόλεων ἐκκηρυχθεῖσα ὑπὸ τοῦ Πλάτωνος, ἀλλʼ ὥσπερ ἑταιρείας καταγνωσθείσης2 μετὰ τῶν ταὐτὰ συμβουλομένων νόμων ἐξελαθήσεται· καὶ τότε ῥητορικὴν ἐκπέμψομεν καὶ προπηλακιοῦμεν, ὅταν καὶ τοὺς νόμους συνεκπέμψαι καλῶς ἡμῖν ἔχῃ. πότʼ οὖν τοῦτʼ ἂν γένοιτο; τίς ὁ καιρὸς αὐτοῦ; τῶν Πλάτωνος ἑταίρων ἀποκρινάσθω τις, ἐπειδήπερ αὐτὸν οὐκ ἔχομεν παραστήσασθαι. καὶ μὴν οὐδʼ ἐνταῦθα ἔξω μαρτυρίας ἡμῖν παντελῶς στήσεται, ἀλλὰ καὶ ἔτι μᾶλλον ἐν τούτοις ἤπερ ἐν οἷς ἄρτι διέξεισι φαίνεται μαρτυρῶν. οὐ γὰρ περὶ τῶν ἄλλων νόμων οὐδὲ πολιτειῶν διαλέξομαι, οὐδʼ οὓς ὁ δεῖνα ἔθηκεν, ἀλλʼ εἴ τις αὐτὸν ἔροιτο, ὦ δαιμόνιε καὶ πάντα σὺ θαυμαστὰ εὑρίσκων, εἰ μηδέν ἐστι πρᾶγμα τὸ ἀδικεῖσθαι, μηδʼ ἡ τοῦτο κωλύουσα δύναμις μηδενὸς ἀξία λόγου, μηδʼ ὁπόσα ἐστὶ καὶ γίγνεται μηδὲν χρηστὸν, ἀλλʼ οὕτως ἄτιμον καὶ ἀνελεύθερον ὥστʼ εἶναι μόριον κολακείας καὶ σκιᾶς, τοῦ χάριν οἰκίζων ταύτην τὴν ἐν τῇ βίβλῳ πόλιν καθίστης αὐτῇ πολιτείαν, ἀφʼ ἧς μηδʼ ὁτιοῦν πείσεται, καὶ τὸ μάχιμον χωρὶς τῶν ἄλλων ἱδρῦσθαι κελεύεις, τιμὴν τὴν πρώτην ἀποδοὺς, ἵνα μή τι πάθῃ, μηδὲ ὑπὸ ποίων ἀδικηθῇ πολεμίων; εἰ γὰρ ἐξήρκει μὴ ἀδικεῖν, τί δέδοικας, εἰ πρὸς τοῦτό γʼ αὐτὴν παρεσκεύακας; εἰ δὲ δὴ καὶ χεῖρον τοῖς ἀδικοῦσιν ὅταν μὴ διδῶσι δίκην καὶ χρὴ δὴ κατὰ σὲ καὶ αὐτὸν ἑαυτοῦ κατήγορον ὅταν ἀδικήσῃ γίγνεσθαι καὶ παιδίων καὶ πατρὸς αὐτοῦ, τοὺς δʼ ἐχθροὺς ἐᾶν, τί οὐ συνεύχει τοῖς πολεμίοις ἐπελθεῖν καὶ λαβεῖν τὴν πόλιν καὶ νὴ Δία τοὺς μὲν ἐν ἡλικίᾳ πάντας κατακόψαι καὶ ταῦτα πρὸς τοῖς βωμοῖς, παῖδας δὲ καὶ γυναῖκας ἐξανδραποδίσασθαι πέρα, εἰ βούλει, Γαδείρων, τὰ δὲ ἱερὰ συλήσαντας κατασκάψαι πάντα, μὴ λιπεῖν δὲ μηδὲ τοὺς τάφους ἀθώους τῆς ἑαυτῶν πλεονεξίας, ἵνʼ ἀδικήσαντες τὰ μέγιστα ἐν τοῖς μεγίστοις δὴ κακοῖς ὦσι μὴ δόντες δίκην,3 ἀλλὰ τοσοῦτον ἀπέχεις τοῦ ταῦτα συμπράττειν ὥστε κωλύεις, προσκόπτεις, βίον ἐν τοῖς ὅπλοις εὕρηκας, ἵνα μή τι τοιοῦτον γένηται· κἄν τις ἐγγένηται προδότης, τοῦτον οὐ στεφανοῦν κελεύεις οὐδὲ κηρύττειν, ἀλλὰ ταὐτὰ τοῖς ἄλλοις περὶ τούτων νομίζεις. καίτοι κατὰ τούτους τοὺς λόγους τίνας μᾶλλον ἢ τοὺς
然而,那强迫他人行正义之事的人,想必首先已极充分地做好了自身的准备。因为一个人不可能在援助正义的同时,自己首先成为败坏正义的始作俑者。因此,演说家不仅自己绝不行不义,也不会容许他人行不义;他不仅自己绝不受不义,而且就其自身力量所及,亦不会让别人遭受不义。如果他既不行不义,也不容许他人行不义,那么无论从何种角度来看,修辞术都是美好而卓越的——无论是从行不义可耻的观点来看,还是从遭受不义胜于行不义的观点来看,抑或是从完全既不行不义也不遭受不义为至善的观点来看。由此显明,真正的演说家比纯粹所谓的好人要优越得多,优越的程度正相当于后者仅能管好自身之事,而前者还能促使其他人亦成为这样的人。因为卓越之人未必完全是演说家,但演说家必然是卓越之人,既然他还能引导他人走向这些美好德行。 不仅如此,如果柏拉图坚称修辞术不能提供任何重大、值得重视或提及的用处,理由是遭受不义并非如行不义那般巨大的恶,那么有什么能阻止他出于完全相同的理由将所有法律亦一并废除呢?因为法律所愿的无非也是这一点:最好是没有任何人遭受任何人的侵害;若做不到这点,便让受害者从加害者或罪责者那里得到惩罚与偿还。因此,修辞术绝非独自由柏拉图宣告逐出城邦,而是如同被判犯有谋叛结社罪一般,与那些怀有相同意愿的法律一同被驱逐出去;只有当我们认为连同法律一并放逐也是件好事时,我们才会驱逐修辞术并向其泼洒污泥。那么,这会在何时发生?其适宜的时机又在何时?既然我们无法请出柏拉图本人,就让他的同道之一来回答吧。 况且,在这一点上他也绝不会完全站在我们的证言之外,反而显而易见,他在这些事上作证的力度甚至超过了在刚才论述的那些事上。因为我不想谈论其他的法律或政体,也不论某某人所制定的法律;但如果有人问他:“神奇的人啊,你这位发现了一切令人惊异之物的人,如果遭受不义是无关紧要之事,防止遭受不义的能力亦毫无价值,由其产生和实现的一切亦全无用处,甚至如此卑贱、不自由以至于成了阿谀和幻影的一部分,那么你在书中建立这座城邦时,究竟为了什么给它确立这样一种使它免受丝毫侵害的政体,又为何下令将战斗阶级独立于其他人设立,并赋予他们首要的荣耀,难道不是为了让城邦免遭任何不幸,免受无论何种敌人的不义侵害吗?因为如果仅仅不行不义就已足够,你既已使城邦做好了这方面的准备,你还在害怕什么呢? 再者,如果作恶者在未受惩罚时处境更糟,并且按照你的说法,在犯罪时人甚至必须成为指控自己、指控自己的孩子与父亲的人,却任由敌人放任自流,那么你为何不与敌人们一同祈求让他们来攻打并占领城邦,凭宙斯起誓,将所有适龄丁壮斩尽杀绝,而且就在祭坛边上如此行事,把妇女和儿童拐卖到哪怕加德拉以外为奴,把圣所抢劫一空后夷为平地,甚至连坟墓也不放过、使之不免于他们的贪婪——好让他们在犯下滔天大罪之后,因未受惩罚而陷于最大的恶之中呢?然而你绝不协助这些暴行,反而百般防范、予以阻挠,并创立了枕戈待旦的生活方式,以便绝不发生此类灾难;如果城邦中出现任何叛徒,你绝不下令为他加冕或表彰,反而在这些事上与常人持完全相同的看法。然而,按照这些说法,除了那些……”
- 63τοῦ δὲ καταλύειν τὸ δίκαιον αὐτὸν πρῶτον ὑπάρχειν
此句属于由 οὐ γὰρ ἐγχωρεῖ 所支配的带不定式对格结构的一部分(由 μέν ... δέ ... 连接:βοηθεῖν μὲν ... ὑπάρχειν δὲ ...)。动词 ὑπάρχειν 支配带冠词的属格不定式 τοῦ καταλύειν,相当于 ἄρχειν,意为“率先成为……的首要发起者/始作俑者”。整句骨架为:“一个人不可能一方面援助正义,而自己本身(αὐτόν)却率先成为毁弃正义(τοῦ καταλύειν τὸ δίκαιον)的始作俑者(πρῶτον)。”
- 63ὥσπερ ἑταιρείας καταγνωσθείσης
由名词 ἑταιρείας 与分词 καταγνωσθείσης 构成的属格独立结构。该结构源自雅典法律中 καταγιγνώσκω + 罪名属格(“判处某人犯某罪”)的被动表达,意为“如同被判处结社/谋叛罪一般”。
- 64ἵνʼ ἀδικήσαντες τὰ μέγιστα ἐν τοῖς μεγίστοις δὴ κακοῖς ὦσι μὴ δόντες δίκην
由 ἵνα 引导并支配虚拟式 ὦσι 的目的从句,反讽性地套用了柏拉图《高尔吉亚篇》中苏格拉底的悖论(即作恶而未受惩罚者比受惩罚者更为不幸,处于最大的恶之中)。分词短语 μὴ δόντες δίκην(“因未受惩处”)修饰 ὦσι ἐν τοῖς μεγίστοις κακοῖς,借此反诘柏拉图在《理想国》中为何不按照自己的学说任由敌邦作恶以使其陷入最大不幸。
