← 阿里斯·台德斯

致柏拉图:为雄辩术辩护

§61-62

修辞术在防止不义上对哲学的优越性

作者论述不应因少数恶劣修辞家的恶行而贬低修辞术本身,并援引《高尔吉亚篇》中苏格拉底的论述,指出修辞术防止遭受不义的力量同时也阻止了他人行不义,因此它比仅致力于不行不义的哲学更为优越。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§61

οὐδὲ εἴ τινες, οἶμαι, κολακεύουσιν ἢ συκοφαντοῦσι, χείρω τοῦτο ποιεῖ ῥητορικὴν, ἀλλʼ ἡμαρτηκότας αὐτοὺς ῥητορικῆς ταύτῃ γε ταῦτα δεῖ δοκεῖν,1 ὥσπερ ἐκείνους φιλοσοφίας, ἐπὶ τῷ τοῦ καλλίστου προσχήματι τὴν τοῦ κακουργεῖν ἄδειαν ἑαυτοῖς ἐκπορίζοντας. ἄτοπον δʼ ἂν εἴη, εἰ τὰ μὲν τῶν σκυτοτόμων καὶ τῶν τεκτόνων ἔργα μὴ ἐξ ὧν ἂν διαμάρτωσι κρινοῦμεν, ἀλλʼ ἐξ ὧν ἂν ὡς δυνατὸν μάλιστα τύχωσι, ῥητορικὴν δʼ οὐ μόνον οὐκ ἐκ τῶν κάλλιστα αὐτὴν ἀποτελεσάντων κρινοῦμεν, ἀλλὰ καὶ ἐκ τῶν αὐτὰ τἀναντία πραττόντων οἷς ἡ ῥητορικὴ βούλεται. ναί. ἀλλʼ ἀδικεῖσθαι βέλτιον ἢ ἀδικεῖν. ἔστω ταῦτα. ἆρʼ οὖν ὥσπερ βέλτιον, οὕτω καὶ καθάπαξ αἱρετόν; οὔ. φησὶ γοῦν οὐδέτερον βούλεσθαι, δῆλον ὅτι καὶ τὸ ἀδικεῖσθαι κακὸν ἡγούμενος, ὀρθῶς, οἶμαι, καὶ γιγνώσκων καὶ λέγων. οὐκοῦν εἰ Πλάτων αὐτὸς ἡμῖν ἀποκρίναιτο, πλείστου γένοιτʼ ἂν ἄξιον τῷ λόγῳ. ὑπάρχει δὲ καὶ τοῦτο. πῶς; ὡς αὐτῷ Σωκράτης ἀποκρινόμενος πεποίηται. ἔστι γὰρ καὶ αὐτὸ οὑτωσὶ διακείμενον. ἐρωτᾷ Πῶλος Σωκράτη, σὺ δʼ ἄρα ἀδικεῖσθαι βούλοιο ἂν μᾶλλον ἢ ἀδικεῖν; καὶ ὃς ἀμείβεται, Βουλοίμην μὲν ἂν ἔγωγε οὐδέτερον, εἰ δὲ ἀναγκαῖον εἴη ἀδικεῖσθαι ἢ ἀδικεῖν, ἑλοίμην μᾶλλον ἀδικεῖσθαι. οὐκοῦν ὁπότε μηδέτερόν φησι βούλεσθαι, δῆλον ὅτι καὶ τὸ ἀδικεῖσθαι κακὸν ἡγούμενος οὔ φησι βούλεσθαι, ἀλλὰ τοῦ μὲν ἀδικεῖν ἄμεινον τὸ ἀδικεῖσθαι, οὐ μὴν ἐκείνου γε τοῦ μήτε ἀδικεῖν μήτε ἀδικεῖσθαι, ὀρθῶς, οἶμαι, καὶ γιγνώσκων καὶ λέγων. εἰ μὲν τοίνυν ἡ ῥητορικὴ ἀδικεῖσθαι μὲν ἐκώλυεν, ἀδικεῖν δὲ προσηνάγκαζεν, οὐδʼ οὕτω μὲν ἴσως ἂν καθάπαξ πονηρὸν ἦν, πονηρόν γε ὂν κωλύουσα τὸ ἀδικεῖσθαι, χεῖρον δὲ ἂν ἴσως βελτίονος, εἴπερ ἀδικεῖσθαι κρεῖττον ἢ ἀδικεῖν. εἰ δʼ οὔτʼ ἐκεῖνο ἐπαναγκάζει καὶ τοῦτο κωλύει, κατʼ ἐκεῖνο μὲν οὔτε ἀγαθὸν οὔτε κακόν πω, δῶμεν γὰρ ὡς ἐν τῷ παρόντι, κατὰ τοῦτο δὲ κυρίως ἀγαθὸν καὶ τοσούτῳ βέλτιον ἢ χεῖρον, ὅσῳ τοῦ βελτίονος μετείληφεν, ἀλλʼ οὐ τοῦ χείρονος,2 εἴπερ βέλτιον τὸ μήτε ἀδικεῖν3 μήτε ἀδικεῖσθαι, ἢ δυοῖν ἐκείνοιν τὸ ἕτερον. καὶ μὴν ὁ μὲν μὴ ἀδικεῖν ἐγνωκὼς οὐχ ἅμα αὐτός τε τοῦ κακουργεῖν ἀπέχεται καὶ τὸ ἀδικεῖσθαι πέφευγεν. αὐτὸ γὰρ τοῦτο ἦν ἀδικεῖν τὸ κακῶς ὃν οὐ προσῆκε ποιεῖν. ὥσθʼ ἕως ἂν ἐν ἀνθρώποις ᾖ τὸ κακουργεῖν, ἀδικήσεται. ὁ δὲ τὴν τοῦ μὴ ἀδικεῖσθαι φυλακὴν ἔχων ἅμα καὶ τὸ ἀδικεῖν που κωλύει. ὥσπερ γὰρ ἅμα τε ἠδίκηται καὶ ἠδίκηκεν ἕτερος, οὕτως ὁ τὴν τοῦ μὴ ἀδικεῖσθαι δύναμιν ἔχων τὴν αὐτὴν τοῦ μὴ ἐᾶν ἀδικεῖν ἔχει. ὥστε εἰ τὸ μὲν μὴ ἀδικεῖσθαι τῆς ῥητορικῆς τίθησι, τὸ δὲ μὴ ἀδικεῖν τῆς φιλοσοφίας, τοσούτῳ χείρων φιλοσοφία ῥητορικῆς, ὅσῳ τοῦ ἀδικεῖσθαι τὸ ἀδικεῖν. ὁπότε δʼ αὖ πρὸ τούτου τίθησι τὸ μήτε ἀδικεῖν μήτε ἀδικεῖσθαι, τούτῳ βελτίων αὖ γίγνεται ῥητορικὴ φιλοσοφίας, ἐπειδή γε ὁμοῦ τῷ ἀδικεῖσθαι καὶ τὸ ἀδικεῖν ἀναιρεῖ. ἐπεὶ καὶ οἱ νόμοι κωλύοντες ἀδικεῖσθαι, ἅμα καὶ ἀδικεῖν δή που κωλύουσιν. οὐ γὰρ ἔστιν οὐκ ὄντων τῶν ἀδικουμένων τοὺς ἀδικοῦντας εἶναι,4 μηδενὸς ὄντος ἐφʼ ὃν τοῦτʼ ἔρχεται. ὥσθʼ ἡ ῥητορικὴ τὸ ἀδικεῖσθαι κωλύουσα συγκωλύει καὶ τὸ ἀδικεῖν αὐτῷ τούτῳ ᾧπερ τὸ ἀδικεῖσθαι. εἰ δὲ δὴ καὶ ὅλως βοηθείας ἕνεκα τῷ δικαίῳ τὴν ῥητορικὴν δείκνυμεν εὑρεθεῖσαν καὶ τὴν αὐτὴν καθαρῶς τάξιν ἔχουσαν τοῖς νόμοις, οὐ μόνον, ὡς ἔοικεν, ὁ ῥήτωρ οὐ τὸ μὲν ἀδικεῖσθαι φεύξεται, τὸ δʼ ἀδικεῖν βεβαιώσει, ἀλλʼ οὐδὲν οὕτως ὡς τὸ ἀδικεῖν κωλύσει. οὐ γὰρ μόνον τῶν εἰς αὑτὸν σχήσει πρόνοιαν, ἀλλʼ ὅπως μηδʼ ἄλλος πείσεται κακῶς, εἴπερ ὧν τοὺς νόμους χάριν, τούτων καὶ τὴν ῥητορικὴν εὑρέσθαι νενίκηκεν.

依我看,即使某些人阿谀奉承或诬告陷害,这也不会使修辞术变得低劣;相反,我们应当认为,正是因为他们偏离了修辞术,才做出这些事情,正如那些人偏离了哲学一样,他们在最美好的幌子下为自己谋取了作恶的特权。如果我们在评判皮匠和木匠的劳作时,不是依据他们的失败之作,而是依据他们竭尽所能达成的最成功之作,而在评判修辞术时,不仅不依据那些最出色地完成它的人,反而依据那些做出与修辞术所愿完全相反之事的人,那岂非荒谬? “是的,”有人会说,“但是‘遭受不义胜于行不义’。”就算如此吧。难道正如遭受不义是较好的,它也就一概值得完全选取了吗?绝非如此。无论如何,他说两样都不想要,显然是因为他也认为遭受不义是一件恶事——依我看,他的判断和言论都是正确的。因此,如果柏拉图亲自回答我们,那对论证来说将具有极大的价值。而这一点也是我们现成可得的。如何得到呢?正如柏拉图笔下苏格拉底所作的回答。因为原文的情形正是如此:波罗斯询问苏格拉底:“那么,你宁愿遭受不义,也不愿行不义吗?”苏格拉底回答道:“我本人固然哪一样都不想要;但若必须在遭受不义或行不义中择一,我宁愿选择遭受不义。”因此,每当他说两样都不想要时,显然是因为他把遭受不义也视作恶事才说不想要的;尽管遭受不义胜于行不义,但这绝不意味着它胜于那种“既不行不义也不遭受不义”的状态——依我看,他的判断和言论都是正确的。 那么,如果修辞术阻止遭受不义,却强迫人行不义,即便如此,它或许也不会是全然邪恶的——因为它阻止了遭受不义这样一件恶事——但如果遭受不义确实胜于行不义,那么相比于较好的那一端,它或许更偏向较差的一端。然而,若修辞术既不强迫前者又阻止后者,那么就前者而言它目前尚非善亦非恶——就让我们眼下权且承认这点——而就后者而言它则是名副其实的善,并且是优越而非低劣,其优越的程度正取决于它分有了那较好之物而非较差之物,只要“既不行不义也不遭受不义”确实胜于那两样之中的任何一样。 再者,决心不行不义的人,并不能在自己戒绝作恶的同时避开遭受不义。因为行不义本身正是伤害不该受伤害的人。因此,只要人间还存在恶行,他就必将遭受不义。相反,拥有防备而不受不义之人,想必同时也阻止了行不义。正如一个人遭受不义的同时必有另一个人行了不义,同样地,拥有不遭受不义之能力的人,亦拥有阻止他人行不义的相同能力。因此,如果他把不遭受不义归于修辞术,而把不行不义归于哲学,那么哲学逊于修辞术的程度,正相当于行不义恶于遭受不义的程度。另一方面,当他又把“既不行不义也不遭受不义”置于这一切之上时,修辞术在这一点上又变得优于哲学,因为它在免除遭受不义的同时亦消除了行不义。因为法律在阻止人们遭受不义的同时,显然也阻止了人们行不义;因为如果不存在遭受不义之人,加害者也就不可能存在,既然根本无人承受这种恶行。因此,修辞术通过阻止遭受不义,恰恰借由这一手段共同阻止了行不义。 如果我们表明修辞术完全是为了援助正义而被发明出来,且与法律具有纯然相同的位阶,那么显而易见,演说家不仅绝不会一方面逃避遭受不义而另一方面确立行不义,反而最首要阻止的莫过于行不义。因为他不仅会关切针对他自身的侵害,更会设法使他人亦不受伤害,既然已经证明修辞术是为了法律所追求的同样目的而被发明出来的。

语法注4 条
  1. 61ἀλλʼ ἡμαρτηκότας αὐτοὺς ῥητορικῆς ταύτῃ γε ταῦτα δεῖ δοκεῖν

    ῥητορικῆς 是分词 ἡμαρτηκότας(源自 ἁμαρτάνω,意为“偏离、未击中目标”)所支配的分离属格。副词性指示词 ταύτῃ 意为“正因如此 / 在这一点上”,说明他们之所以做出这些恶行(ταῦτα),正是因为他们背离了修辞术。

  2. 62καὶ τοσούτῳ βέλτιον ἢ χεῖρον, ὅσῳ τοῦ βελτίονος μετείληφεν, ἀλλʼ οὐ τοῦ χείρονος

    βέλτιον ἢ χεῖρον 是习惯性的比较表达,意为“优越而非低劣(与其说差不如说好)”。相关的程度与格 τοσούτῳ ... ὅσῳ(“在何等程度上……就在何等程度上……”)表明,其优越性恰恰取决于它分有了较好的状态而非较差的状态。

  3. 62τοσούτῳ χείρων φιλοσοφία ῥητορικῆς, ὅσῳ τοῦ ἀδικεῖσθαι τὸ ἀδικεῖν

    在由 ὅσῳ 引导的关系从句中,省略了比较级谓语 χεῖρόν ἐστι,即 ὅσῳ [χεῖρόν ἐστι] τοῦ ἀδικεῖσθαι τὸ ἀδικεῖν(“行不义比遭受不义恶劣多少”)。此处在哲学与修辞术之间建立起严格的比例对应关系。

  4. 62οὐ γὰρ ἔστιν οὐκ ὄντων τῶν ἀδικουμένων τοὺς ἀδικοῦντας εἶναι

    οὐκ ἔστιν 为非人称用法,表示“……是不可能的”,后接主格补足或宾格不定式从句 τοὺς ἀδικοῦντας εἶναι(“行不义者存在”)。中间插入的 οὐκ ὄντων τῶν ἀδικουμένων 是作条件状语的属格绝对结构(“在没有受害者存在的情况下”)。双重否定的叠加表达了没有受害者就不可能有加害者的必然逻辑。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0284.tlg045.humanitext-grc2:61-62