← 阿里斯·台德斯

致柏拉图:为雄辩术辩护

§59-60

施术者的过错与技艺本质的区分

作者援引柏拉图的观点论证道,凡犯错或作恶之人皆已偏离技艺本身的本质,技艺不应为此承担过错,并借助立法及人们对哲学的类似攻击为修辞术的真正本质进行辩护。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§59

ἀπέχει τοῦ περὶ ταῦτα κακουργῶν τις φυλάττειν τοὔνομα τῆς τέχνης,1 ὥστε κἂν ἄκων ἐξαμάρτῃ, φησὶν ὁ Πλάτων, οὐκ ἀκριβεῖ τῷ λόγῳ χρώμεθα, ἐπειδὰν φῶμεν ὅτι ὁ ἰατρὸς ἐξήμαρτεν ἢ ὁ κυβερνήτης. ἕως γὰρ ἂν ἡ τέχνη κρατῇ, ἁμάρτημα οὐκ ἔστιν, οὐ γάρ ἐστιν ἁμαρτεῖν κατʼ αὐτήν· τὸ γὰρ ἁμαρτεῖν οὐκ ἔστι τέχνη. κομιδῆ ἄρα ἐάν τις ἐξεπίτηδες τἀναντία οἷς ἡ τέχνη βούλεται ποιῇ, τοῦτον ᾧ μετέχει τῆς τέχνης ἀδικεῖν φήσομεν, ἢ τῇ τέχνῃ ποιεῖν ὄνειδος, ἀλλʼ οὐ τὴν τέχνην τούτῳ διπλοῦν ποιεῖν τοὔνειδος.2 καὶ τί δεῖ παραδειγμάτων ἑτέρων ἀλλʼ οὗ μικρῷ πρόσθεν ἡμεῖς τε ἐμεμνήμεθα καὶ Πλάτωνα σύμψηφον ἐδείκνυμεν; οἱ νόμοι σωτηρίας δή που τῶν πόλεων ἕνεκα καὶ τοῦ τὰ δίκαια βεβαιοῦν ἅπασι τίθενται, καὶ ἡ νομοθετικὴ καὶ κατʼ αὐτὸν ἐκεῖνον καὶ καθʼ ἡμᾶς καὶ κατὰ πάντας ἀνθρώπους χρηστὸν καὶ καλὸν καὶ σὺν δικαιοσύνῃ καταριθμεῖσθαι τοῦτʼ αὐτὸ δή που τὸ δικαίως οὐκ ἐκπεφευγὸς, Πλάτων δὲ αὐτὸ καὶ πρότερον τίθησιν. ἐὰν οὖν τις ἡμᾶς ἔρηται λέγων ὡδὶ, πόσοι δὲ ἤδη νόμους ἤνεγκαν οὐδὲν ὑγιὲς καὶ πάντʼ ἔχοντας τὰ δεινότατα; πόσοι δʼ ἐν γραφαῖς ἑάλωσαν παρανόμων; ἢ πόσοι τῶν κυρίων ὄντες νόμων ἐλύθησαν ὡς οὐκ ἄμεινον αὐτοῖς χρῆσθαι; τί οὖν; πότερον τὴν νομοθετικὴν οὐ πάντη καλὸν φήσετε διὰ τοὺς τοιούτους νόμους, ἢ πάντας τοὺς πώποτε γραφέντας ἢ μέλλοντας γραφήσεσθαι νόμους εἶναι καλοὺς καὶ δικαίους, ἐπειδὴ δεῖ πάντως καλὸν εἶναι τὴν νομοθετικήν; ἆρʼ ἄφυκτα ἐρωτᾶν αὐτὸν φήσομεν καὶ συγκαλυψόμεθα; ἢ τίνος ἐστὶν εὐπορῆσαι μετρίας ἀποκρίσεως καὶ ἣ τὴν νομοθετικὴν καὶ τοὺς τῷ ὄντι νόμους καλόν τε καὶ δίκαιον εἶναι φήσει; τούτου γὰρ χάριν ἐλθεῖν εἰς ἀνθρώπους τὸ πρῶτον, τὰ δὲ τοιαῦτα οὐ νόμους εἶναι μᾶλλον ἢ τὸ τοῦ Δημοσθένους ἀνομίαν, καὶ ἃ κωλύουσιν οἱ νόμοι καὶ ὑπὲρ ὧν εὑρέθησαν ὅπως μὴ γίγνοιτο. προσθείην δʼ ἂν ἔγωγε ὅτι ὦ ὡδὶ σὺ ἐρωτῶν οὐ φοβεῖ με τοῦτο, ὅτι ἑάλωσαν παρανόμων νόμους ἤδη τινὲς γράψαντες. ἀλλὰ καὶ τοῦτο ἐμοὶ μαρτυρεῖ. τοὺς γὰρ παρανόμων ἁλόντας οὐκέτʼ εἶναι νόμους τό γε ἀκριβές· οὐ γὰρ ἂν εἶεν νόμοι τε ἅμα καὶ παρὰ τοὺς νόμους. ὥστε παρανόμοις ἀκούειν οὐ νομίμοις προσήκει γράμμασιν3 αὐτοῖς. ταῦτά μοι καὶ ὑπὲρ ῥητορικῆς ἔστω πρὸς Πλάτωνα. ἣν δʼ ἂν τότε κοινὴν ἐποιησάμεθʼ ἀπόκρισιν, αὕτη νῦν ἐμοὶ πρὸς τὸ παρὸν γιγνέσθω. οὐκ ἂν ὁμοῦ κόλακές τε καὶ ῥήτορες εἶεν, οὐδὲ ὁμοῦ συκοφάνται καὶ ῥήτορες, εἴπερ ὄντως ἡ ῥητορικὴ τοῦ δικαίου χάριν εἰσῆλθε καὶ σωτηρίας τοῖς ἀνθρώποις, ὥσπερ οἱ νόμοι. ἀλλʼ ἕως ἂν ἰατρικὴ σώζῃ τοὺς κάμνοντας καὶ κυβερνητικὴ σώζῃ τοὺς πλέοντας καὶ νόμοι τοὺς χρωμένους, οἱ ῥητορικῆς λόγοι σώζουσιν οὓς χρὴ καὶ τὸ δίκαιον φυλάττουσιν· ἐπεὶ καὶ τὴν ὑφʼ ἡμῶν ταύτην κληθεῖσαν φιλοσοφίαν, εἴ τις βούλοιτο κακίζειν, πόλλʼ ἂν ἔχοι παράγειν ἐν τοῖς λόγοις· οἷον εἰ Διαγόρου κατηγοροίη καὶ Ἀναξαγόρου καί τινας ἄλλους ἐκλέξας ὕστερον ἢ καὶ τὸ πρότερον γενομένους ἀτόπους ἀνθρώπους· ὧν οἱ μὲν διέφθειραν δή που τινὰς, οἱ δʼ ἐβλασφήμησαν περὶ θεοὺς, οἱ δὲ λόγους ἄλλους τινὰς εἶπον, οὓς οὐκ ἄμεινον ἦν ὅλως, οἱ δὲ αὐθαδείας πλέον ἢ φρονήσεως εἰσηνέγκαντο. ἀλλὰ μὴ οὕτω βέλτιον ᾖ λέγειν,4 ὅτι οὐκ, εἴ τινες φιλοσοφίας προβλήματι χρώμενοι φαῦλοι καὶ μηδὲν βελτίους τῶν πολλῶν γεγόνασιν, ἢ νὴ Δία καὶ δεινότεροι κακουργεῖν, οὐ διὰ ταῦτα ἀτιμαστέον φιλοσοφίαν, ἕως ἂν φιλοσοφία μὴ τὸ τὰ τοιαῦτα ποιεῖν ᾖ, ἀλλʼ αὐτοῖς τούτοις τεκμηρίοις χρηστέον κατʼ ἐκείνων, ὅτι διημαρτήκασι φιλοσοφίας.

一个人在这些事上胡作非为,与保持这门技艺的名称相去何其遥远,以至于即使他并非故意犯错,正如柏拉图所言,每当我们说医生犯了错或舵手犯了错时,我们所使用的并非严谨的言辞。因为只要技艺居于主导地位,便不存在过错;因为依照技艺犯错是绝不可能的,犯错绝非技艺。因此,如果有人故意做出与技艺所追求的目标相反的事,我们难道能说此人因分有了这门技艺而行不义、抑或给这门技艺带来了羞辱,而不是技艺给他带来了双重的羞辱吗?除了我们刚才提到且表明柏拉图亦赞同的那个例子之外,何须别的例证呢?法律毫无疑问是为了城邦的得救以及为众人确立正义而制定的;而立法术依照那个人自身的看法、依照我们的看法以及全人类的看法,都被列为有益、崇高且伴随着正义的技艺——这门技艺本身自然并未脱离正义——柏拉图甚至把它置于更先的位阶。那么,若有人以如下言辞质问我们:“迄今已有多少人提出过毫无健全之处、饱含一切至极可怕之事的法律?又有多少人因提议非法法令而在控告中被定罪?或者现行法律中有多少因不宜继续使用而被废除?究竟如何?你们会因这些法律而宣称立法术并非全然崇高,抑或因为立法术必须完全崇高,就宣称有史以来所制定或将来所制定的所有法律都是崇高而正义的?”难道我们会说他的质问无从逃避而掩面退缩吗?难道任何人难以给出一个恰当的回答,去宣明立法术与真正的法律既崇高又正义吗?因为立法术最初来到人间正是为了这个缘故,而这类恶法与其说是法律,毋宁借用德摩斯梯尼的话说是非法与悖逆,恰恰是法律所制止的事物,法律正是为了防止此类事情发生而被发明出来的。我还要加上一句:“提出如此质问的你啊,曾有人因制定违宪之法而被定罪这一事实,并不能让我生畏。相反,这也恰恰为我作证。因为那些被判为非法的法令,严格而言已不再是法律;因为它们不可能既是法律,同时又违反法律。因此,它们应当被称为非法的文件,而非合法的文书。”但愿这些论述成为我针对柏拉图为修辞术所做的辩护。而我们在那时本可共同做出的答复,现在就作为我应对眼前情形的立论吧。〔人〕绝不可能既是谄媚者又是演说家,亦绝不可能既是诬告者又是演说家,如果修辞术真如法律那样,是为了正义和拯救人类而降临世间的话。只要医术能救治患者,操舵术能保全航海者,法律能护佑遵行法律的人,修辞术的言辞就能拯救应当拯救的人,并卫护正义。因为即使针对被我们称为哲学的这项事业,如果有人想要诋毁它,亦能在论述中搬出许多材料:例如若他指控迪亚戈拉斯,指控阿那克萨哥拉,并挑出较晚或较早时期出现的其他某些怪异反常之徒。其中有些人无疑败坏了他人,有些人对神明不敬,有些人发表了根本不该发表的某些言论,还有些人带来的狂妄多于明智。然而,难道这样说不是更好吗:即便某些打着哲学幌子的人变得卑劣且毫无优于大众之处,或者——指宙斯起誓——甚至在作恶上更为可怖,但只要哲学并非指行此类恶事,就不应因此而贬抑哲学,反而应当把这些事实当作指控他们的证据,证明他们已经完全背离了哲学?

语法注4 条
  1. 59τοῦ περὶ ταῦτα κακουργῶν τις φυλάττειν τοὔνομα τῆς τέχνης

    承接上一语言块结尾的 καὶ τοσοῦτόν γʼ,构成“τοσοῦτον ἀπέχει τοῦ + 不定式”结构。不定式 φυλάττειν 的逻辑主语 τις 带有分词 κακουργῶν,以主格而非宾格形式出现,与主句潜在的主语保持一致同格。

  2. 59τῇ τέχνῃ ποιεῖν ὄνειδος, ἀλλʼ οὐ τὴν τέχνην τούτῳ διπλοῦν ποιεῖν τοὔνειδος

    两句皆为受 φήσομεν 统辖的“宾格加不定式”结构。前半句为“他给技艺带来羞辱”,后半句则将主语与宾语对调,构成“技艺给他带来双重羞辱”,形成强烈的修辞对比与反诘语气。

  3. 60παρανόμοις ἀκούειν οὐ νομίμοις προσήκει γράμμασιν

    ἀκούειν 在此并非“听见”之意,而是作为被动含义的“被称为/被唤作”(相当于拉丁语的 bene/male audire 用法),与与格补足语 παρανόμοις ... γράμμασιν 连用。

  4. 60ἀλλὰ μὴ οὕτω βέλτιον ᾖ λέγειν

    此处为“μὴ + 虚拟式”表示委婉断言或审慎推测的惯用句型(常见于柏拉图对话录)。表达说话者审慎的建议:“难道这样说不是更好吗……”

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0284.tlg045.humanitext-grc2:59-60