← 阿里斯·台德斯

致柏拉图:为雄辩术辩护

§57-58

修辞术扶弱的本质与对滥用之责的辩驳

作者论证修辞术的真正宗旨在于护卫弱者与伸张正义,正如医术与操舵术一样,从业者的滥用与作恶并不能归咎于技艺本身。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§57

οὐχ ὁρᾷ, οὐδʼ οἰήσεται καὶ τὸν ὑπὲρ ταύτης λέγοντα καὶ σεμνύνοντα πάνθʼ ὅσα πώποτʼ ἐπράχθη χρηστὰ κατʼ ἀνθρώπους ἐπὶ ῥητορικὴν ἄγειν δυνήσεσθαι. ἡμεῖς τοίνυν ἀποδείκνυμεν οὗ χάριν εὑρέθη ῥητορικὴ, ἵνʼ εἰ μὲν εἴη τοῦτο καλὸν, καὶ τὴν ῥητορικὴν χρηστὸν ἡγώμεθα, εἰ δʼ αἰσχρὸν καὶ φευκτὸν, τοῖς αὐτοῖς ὀνόμασι καὶ λογισμοῖς καὶ περὶ τῆς ῥητορικῆς χρώμεθα. φαίνεται τοίνυν ἐξ ἀρχῆς ὑπὲρ τοῦ δικαίου συστᾶσα καὶ νομισθεῖσα, ὥσπερ ἀφʼ ὧν, ὅπερ εἶπον, τοῦτο ἴσχυσεν ὄνομα οἱ νόμοι. ἔδει γὰρ τοῖς ταῖς χερσὶν ἐλαττουμένοις λόγου καὶ νόμου βοηθοῦ. οὐκοῦν ὅσʼ ἄν τις ἐκλέξας ἀδικήματα εἰς τὸ μέσον φέρῃ, πρὸς τῷ μηδὲν προὔργου πράττειν1 εἰς τοὺς κατʼ αὐτῆς ἐλέγχους καὶ τοὺς ὑπὲρ αὐτῆς λόγους κομιεῖ. ταῦτα γὰρ καὶ τὰ τοιαῦτα ὥστε μισεῖν καὶ κωλύειν εὑρέθη. νὴ Δίʼ ἀλλὰ συκοφαντοῦσί τινες τῆς ῥητορικῆς προϊστάμενοι. καὶ κατʼ αὐτό γε τοῦτο σεμνότερον ἡ ῥητορική. πῶς; ὅτι καὶ τῶν ἰατρικῆς, οἶμαι, τινὲς προϊσταμένων ἀπέκτειναν φαρμάκῳ τινὰς ἤδη καί τινʼ ἴσως ἄλλον τρόπον, ἀλλʼ οὐ διὰ τοῦτο πονηρὸν ἡ ἰατρικὴ, ἣ τοσοῦτον ἀπέχει τοῦ κτείνειν ἀνθρώπους ὥστʼ ἐστὶ θανάτου φάρμακον ὡς εἰπεῖν τό γε ἐφʼ ἑαυτῇ. οὐκοῦν ὅστις μάλιστα μισεῖ καὶ δυσχεραίνει τοὺς ἀποκτιννύντας, οὗτος μάλιστα τοὺς σώζοντας ἀσπάζεται καὶ τιμᾷ. οὐκοῦν καὶ ἐπὶ τῆς ῥητορικῆς εἰ μὲν πέφυκεν ὥστε ὑβριστὰς καὶ κόλακας ποιεῖν, ἐξ ἀνάγκης αἰσχρὸν καὶ ἀγεννὲς καὶ ἀνελεύθερον καὶ οὐ πρέπον ἀνδρὶ καλῷ κἀγαθῷ· εἰ δὲ ὑπὲρ τοῦ λόγῳ σώζειν τοὺς ἀνθρώπους καὶ τὸ δίκαιον, ὑπὲρ τούτου κατεδείχθη, ὅπερ κατὰ σῶμα ἰατρικὴ, τοῦτʼ ἐν ψυχῇ ῥητορικὴ προϊόντος ἑξῆς τοῦ λόγου πέφηνεν ἡμῖν οὖσα, ἐῶ γὰρ τὰ νῦν γυμναστικήν. ὥσθʼ ὅστις μάλιστα τοὺς συκοφαντοῦντας ἢ κολακεύοντας δυσχεραίνει, τούτῳ μάλιστα προσήκει τὴν ὑπὲρ τοῦ βελτίστου νομισθεῖσαν καὶ τούτων οὖσαν φάρμακον τιμᾶν. ὥσπερ γὰρ ὅστις ἀποκτιννύει ἰατρικὴν ὑπισχνούμενος οὐχ ἅμα ἰατρός τέ ἐστι καὶ ἀποκτίννυσιν, ἀλλʼ ἕως μὲν ἰατρὸς, οὐδαμῶς συμπράξει ταῦτα, ἀλλὰ κἂν ἄλλου πατάξαντος αὐτὸς ἰῷτο, ἅμα δὲ ἀποκτίννυσί τε καὶ τὴν τέχνην συνδιέφθαρκεν, οὕτω κἀνταῦθα οὐχ ἅμα ῥήτορές τέ εἰσι καὶ συκοφαντοῦσι καὶ κολακεύουσιν, ἀλλʼ ἕως μὲν ῥήτορες, οὐδέτερα τούτων, οὐδέ γʼ ἄλλο τι αἰσχρὸν οὐδέν ἐστι παρʼ αὐτοῖς οὐδὲ παρὰ πολὺ, ἀλλὰ τοὺς μὲν ἀδικοῦντας ἐξελέγχουσι, τοὺς δʼ ἀγνοοῦντας διδάσκουσι περὶ τῶν πραγμάτων, ἅμα δʼ ἔξω τούτων τε καὶ τῆς ῥητορικῆς ἔσονται. οὔκουν ὄνειδος ποιήσουσι τῇ ῥητορικῇ, ὁπόταν πλημμελῶσιν. ἁμαρτήσονται γὰρ τοσοῦτον αὐτῆς ὅσονπερ τοῦ δικαίου,2 ἐπεὶ καὶ ἡ κυβερνητικὴ τοῦ σώζεσθαι δή που τοὺς ἐμπλέοντάς ἐστι τέχνη, καὶ μὴν ἔχοι γʼ ἄν τις τῶν ἐπὶ πρύμναν καθημένων ἀναγαγὼν εἰς τὸ πέλαγος καὶ καταδῦσαι καὶ ἄλλο τι χρήσασθαι τοιοῦτον. ἀλλʼ οὔτε τὴν κυβερνητικὴν δεῖ ψέγειν διὰ ταῦτα οὔτε λέγουσιν ἄνθρωποι ὅτι τῇ τῶν ἐμπλεόντων σωτηρίᾳ πάντων ἐναντιώτατόν ἐστι κυβερνήτης συνεμβὰς, οὔτε τοὺς καταποντιστὰς εἰς ἓν, οἶμαι, τοῖς κυβερνήταις οὐδεὶς τίθησιν. ἀνάγκη μὲν γὰρ, οἶμαι, καὶ τὰ βλάψοντα τὴν ναῦν καὶ τὰ διατηρήσοντα εἰδέναι τόν γε κυβερνήτην, ὥσπερ οἶμαι καὶ τὸν ἰατρὸν ἀνάγκη καὶ τὰ σφαλερὰ τῷ σώματι γιγνώσκειν καὶ τὰ σωτήρια· χρῆσθαι δʼ ἑκατέρωθι τοῖς χρηστοῖς ἡ τέχνη βούλεται, εἰκότως καὶ κατʼ ἐπωνυμίαν. καὶ τοσοῦτόν γʼ

他既不顾及,亦不会料想为修辞术辩护并赞美她的人,能够把人类有史以来所成就的一切善行尽皆归于修辞术名下。因此,我们论证修辞术究竟因何目的而发明,以便若这一目的是崇高的,我们便视修辞术为有益之物;若这一目的是卑劣且当避之不及的,我们亦把同样的称谓与评判加之于修辞术。由此看来,她自始便是为了正义而设立并受到公认的,正如同——诚如我所言——法律之名及其效力所由出的渊源一样。因为那些在膂力上处于弱势的人,需要言论与法律作为助力。因此,无论有人搜集并搬出多少不义行径,这不仅在反驳修辞术上毫无用处,反而会成为支持她的论据。因为修辞术之被发明,正是为了憎恶并制止此类以及类似的罪行。 “诚然,指宙斯起誓,”有人会说,“可修辞术的从业者中确有人充当诬告者。”然而恰恰在这点上,修辞术更为可敬。何以见得?因为我认为,即便是操医术者之中,过去亦曾有人用毒药杀人,抑或以其他手段害人,但医术并未因此而沦为恶事;医术与杀人相距何其遥远,以至就其自身职责而言,可谓是抵御死亡的解药。因此,凡最憎恶且反感杀人者的人,便最欢迎且尊崇拯救生命的人。因此在修辞术上亦是如此:若其本性确乎在于制造强横之徒与谄媚之辈,它必然是可耻、卑鄙、奴性且不配于品德完备之士的;但若它是为了以言论拯救人类与正义而设立,那么随着论述的顺理成章展开,在我们面前已显明的是:修辞术之于灵魂,正如同医术之于肉体——我暂且按下体育术不谈。是以凡最反感诬告者或谄媚者之人,最理当尊崇这门为至善而确立并作为这些恶疾之解药的技艺。 因为正如一个声称施行医术却行谋杀之人,并非在杀人的同时仍是医生,而是只要他仍是医生,就决计不会协同做出这等事,甚至在旁人造成创伤时他亦会亲自医治,可他一旦杀人,便同时毁坏了自己的技艺;在此处亦是如此,人们绝非既充当演说家又在同时行诬告和谄媚之事,只要他们仍是演说家,这两者或任何其他可耻之事在他们身上便绝无半点容身之地,反而他们会揭露作恶之人、向蒙昧者指点事实真相,而一旦处于这些作为之外,他们便同时处于修辞术之外。因此,每当他们失足犯过时,绝不致为修辞术蒙羞。因为他们偏离修辞术的程度,恰与偏离正义的程度完全相同。毕竟操舵术无疑也是为了拯救舟中乘客的技艺,但坐在舵位上的人确实有可能把船驶入深海并将其弄沉,或干出其他类似行径。然而不可因此而责难操舵术,世人亦不会声称同乘的舵手乃是乘客安全的最大死敌,据我所知亦无人将沉船海盗与舵手混为一谈。因为我认为,舵手固然既须明晓有害于船只之事,亦须通晓护卫船只之事,正如我认为医生亦必须明了危及肉体之事与救助肉体之事;但在两种情形下,技艺所旨在运用的皆是有益之物,这合乎情理且与其名相符。而到了如此地步

语法注2 条
  1. 57πρὸς τῷ μηδὲν προὔργου πράττειν

    介词 πρός 接与格(此处为带冠词的不定式短语 τῷ ... πράττειν)表示追加或递进,意为“除了……之外”或“不仅不……”。此外,προὔργου(源自 πρὸ ἔργου)为表示“有益、有用”的习语,全句结构表达“不仅于事无补,反而……”。

  2. 58ἁμαρτήσονται γὰρ τοσοῦτον αὐτῆς ὅσονπερ τοῦ δικαίου

    动词 ἁμαρτάνω 支配属格(αὐτῆς 与 τοῦ δικαίου),在此表示“偏离、脱离”。αὐτῆς 在语境中承前指代修辞术(τῆς ῥητορικῆς)。此处结合了中性宾格相关词 τοσοῦτον ... ὅσονπερ(偏离……有多远,便同样偏离……),阐明违背正义与脱离修辞术是完全等同的程度。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0284.tlg045.humanitext-grc2:57-58