← 阿里斯·台德斯

致柏拉图:为雄辩术辩护

§55-56

阿耳刻拉奥斯的罪行与修辞术的不相关性

阿里斯提德驳斥了柏拉图在《高尔吉亚篇》中借僭主阿耳刻拉奥斯之罪行攻击修辞术的做法,指出这恰恰是由于缺乏修辞术与法律所致,并揭露了将历史上一切灾祸归咎于修辞术的荒谬。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§55

προορᾷ, ἐπειδὰν δημηγορῇ· τὰ δὲ ὅπως μὴ γενήσεται προορᾷ, ἐπειδὰν νομοθετῇ· τὰ δὲ διατηρεῖ καθʼ ὅσον δύναται· τὰ δὲ πραχθέντα ἐπανορθοῖ, ἐπειδὰν τοὺς ἀδικοῦντας τοῖς δικασταῖς παραδιδῷ. τί οὖν εἰ Ἀρχέλαος τὸν αὑτοῦ δεσπότην καὶ θεῖον ἀποκτείνας κατέσχε τὴν ἀρχὴν, ἢ τὸν ἑπταετῆ ἐκείνου παῖδα εἰς τὸ φρέαρ ἐμβαλὼν ἔφη πρὸς Κλεοπάτραν διώκοντα τὸν χῆνα ἐμπεσεῖν, ἢ μανίᾳ τινὶ παρελήρησεν ἐπὶ τῆς μύλης, τί ταῦτʼ ἐστὶ πρὸς ῥητορικὴν, ὦ πάντα λόγον καὶ μονονοὺ τοὺς λίθους κεκινηκὼς ὡς ἀληθῶς αὐτούς; τί βούλεταί σοι τὰ μηδὲν προσήκοντα ἐπεισόδια;1 οὐ γὰρ ἔγωγε ταῦτʼ ἔπειθον, φήσειεν ἂν ἡ ῥητορική. οὐδʼ εἴ τις ἐπείθετο ἐμοὶ σφάττων καὶ ἀποπνίγων, οὔτε ταῦτα οὔτʼ ἄλλʼ οὐδʼ ὁτιοῦν ἂν διεπράττετο, ἀλλὰ πείσας καὶ φανερῶς ἀποδείξας ὅτι τῶν αὑτῷ προσηκόντων ἀντιποιεῖται. ἐπὶ γοῦν τῶν βραχυτέρων, φησὶ, τούτῳ χρῶμαι καὶ τοὺς κλήρους οὐ τοῖς ἁρπάσασιν, ἀλλὰ τοῖς ἀποδείξασι δίδωμι. καὶ τὸν Ἀρχέλαον αὐτὸν, φησὶν, οὐχ ὅπως τούτων ἄν ποτε ἠξίωσα, ἀλλʼ εὐθὺς ἂν εἰσήγαγον2 οὗ δίκην ἂν ἔδωκε καλὴν καὶ πρὶν τὸν παῖδα ἴσως ἀποπνῖξαι, ἔτι τῶν πρώτων φόνων ὄντων ἐν χερσὶν, εἴ τινα εἶχεν ἡ ῥητορικὴ χώραν ἐν Μακεδονίᾳ· νῦν δʼ ἀπούσης ἐμοῦ ὁ μὲν ἠδίκει, οἱ δʼ ἠτύχησαν οἵ τε διαφθαρέντες καὶ οἱ τοιοῦτον ἄρχοντα δεξάμενοι. ὥστʼ εἰ μηδαμόθεν ἄλλοθεν, ἔκ γε τῶν Ἀρχελάου κακῶν γνῶθι ὡς καλὸν ῥητορικὴ καὶ ἀναγκαῖον καὶ πόλει καὶ ἔθνει παρεῖναι μέλλοντι σωθήσεσθαι καὶ μὴ τοῖς ἐναγέσι κακῶς δουλεύειν. ταυτὶ μᾶλλον ἂν, οἶμαι, πείθοι λέγουσα ῥητορικὴ, οἰκεῖά τε καὶ δίκαια καὶ προσόντα ἑαυτῇ λέγουσα. οὐ μὴν ἀλλʼ εἰ Πλάτων οἴεται τούτοις ἐλέγχειν αὐτὴν, ὥρα καὶ τὰ Γύγου τοῦ Λυδοῦ προσεγκαλεῖν αὐτῇ οἶμαι—ταῦτα μέν ἐστι καὶ ἀτοπώτερα—ὅτι τὸν δεσπότην ἀποκτείνας ἔσχε τὴν ἀρχήν· ἡ δὲ συνῄδει καὶ συνέπραττεν ἡ τοῦ μὲν γυνὴ, τοῦ δὲ δέσποινα. τί οὖν οὐ κἀκεῖνα λέγομεν, ὅτι Κῦρος τὸν Ἀράξην διαβὰς Μασσαγέταις συνέβαλε, Δαρεῖος δὲ τὸν Βόσπορον ζεύξας ἐπὶ Σκύθας διέβη, Ξέρξης δὲ τὸν Ἑλλήσποντον ζεύξας ἐπὶ τὴν Ἑλλάδα, Νίνος δὲ ὑπὸ Μήδων ἑάλω, ὁ δὲ Σαρδανάπαλλος ἐκαύθη ζῶν ἀναβὰς ἐπὶ τὴν πυρὰν αὐτός. καὶ τί ταῦτʼ ἐστὶ πρὸς ἔπος; ἢ πότʼ ἂν σταίη τις κατηγορῶν ῥητορικῆς, εἰ πάνθʼ ὅσα πώποτε ἢ ἰδιώταις ἢ πόλεσι συνέβη κατὰ συμφορὰς, ταῦτα ῥητορικῇ λογίζοιτο; καίτοι γε περὶ Ἀρχελάου καὶ τοῦτʼ ἔχοι τις ἂν εἰπεῖν, ὅτι Σωκράτην οὗτος ἦν ὁ καλῶν ὡς αὑτὸν, οὐ τῶν ῥητόρων οὐδένα· ἀλλʼ ἐῶ τοῦτο. ἀλλʼ οἶμαι γέλως ἐστίν. ἕως γὰρ ἄν τις μὴ δείξῃ τούτων αἰτίαν τὴν ῥητορικὴν οὖσαν, μηδὲ τῇ ταύτης φύσει ταῦτα συμβαίνοντα, οὐ ῥητορικὴν δίδωσιν ἁμαρτῆσαι,3 τοῦτο δέ ἐστιν ἐλέγξαι τὸ ζητούμενον. πρὸς δὲ κἀκεῖνο εὔηθες, εἰ αὑτῷ μὲν νομίζοι πᾶσαν ἄδειαν καὶ ἃ μὴ ταύτης ἔστιν ἔργα ῥητορικῇ προσάπτειν ἐξεῖναι, τὸν δʼ ἀντικείμενον λόγον

在向民众演说时予以预见;至于另一些事,则在立法时预见它们将如何不致发生;另一些事,则尽力予以维持;而已然犯下的行径,则在将行不义之人交付审判官时予以纠正。那么,即便阿耳刻拉奥斯杀害了自己的主人兼叔父从而攫取了统治权,即便他把那人的七岁幼子扔进水井、事后却对克利奥帕特拉声称孩子是因追逐鹅而跌落进去,即便他曾在磨坊里出于某种癫狂而胡言乱语——这些事与修辞术究竟有何相干,你这位动用了所有论据、真可谓差一点连顽石也尽皆撼动的人?你这些风马牛不相及的插曲究竟是何用意?“因为我绝未劝诱过此类举动,”修辞术或许会说,“倘若有人听从于我,他也绝不会通过屠戮与溺毙去办成这些事或任何别的事,而是通过说服并公开证明自己是在索求属于自己的应得之分。至少在较小的事情上,”她说,“我向来采用这种方式,将财产分配给证明其继承权的人,而非凭强力掠夺之人。至于阿耳刻拉奥斯本人,”她说,“我绝不会认为他配得上这些权柄,反而会立即将他押解至应受严惩之地——或许甚至在那孩子被溺毙之前、他手上尚留有初次谋杀的血迹之时,只要修辞术在马其顿留有一席之地。可如今因我不在场,他便肆意行不义,而那些遭戕害的人与接纳这般统治者的人则蒙受不幸。因此,纵使不依凭别处,单凭阿耳刻拉奥斯的恶行,便可知对于一座行将自救且不致惨遭污秽之徒奴役的城邦或部族而言,修辞术的在场是何等崇高与必要。”我认为,如果修辞术以这般口吻诉说这些与自身密切切合、公正且固有的道理,必将远为令人信服。 不仅如此,如果柏拉图以为凭借这些事例便能驳倒修辞术,那么我看也到时候把吕底亚人居盖斯的行径归咎于她了——尽管那些事更为怪异——即他杀害自己的主人并窃取了统治权,而作为死者之妻兼居盖斯女主人的妇人则知情并予以共谋。那么,我们为何不顺便也提及:居鲁士渡过阿拉克塞斯河与马萨革泰人交锋,大流士在博斯普鲁斯海峡架桥出征斯基泰人,薛西斯在赫勒斯滂架桥进军希腊,尼尼微被米底人攻陷,萨耳达那帕罗斯自己登上柴堆被活活烧死?这些与当前话题又有何干?或者,如果有人把私民或城邦历来遭受的一切灾祸统统算在修辞术账上,那么控诉修辞术之人又何时方能停休?然而关于阿耳刻拉奥斯,人们还可以指出:他当年邀请前去自己身边的乃是苏格拉底,而绝非任何演说家;不过且放下此事不提。但我认为这实属可笑。因为只要未能证明修辞术是这些恶行的肇因,亦未能证明这些事情是出于修辞术的本性而发生,他就未能证明修辞术存在过错,而这本该是探求中的反驳的核心。此外,若以为唯独自己享有完全的肆意、准许将不属于修辞术的作为强加于修辞术头上,而面对相反的论辩时

语法注3 条
  1. 55τί βούλεταί σοι τὰ μηδὲν προσήκοντα ἐπεισόδια;

    τί βούλεται 搭配指人与格(σοι)构成习语,意为“你……是何用意?”或“对你而言……有什么意义?”。其主语为中性复数名词短语 τὰ ... ἐπεισόδια,按照希腊语常规搭配单数第三人称谓语动词 βούλεται。

  2. 55οὐχ ὅπως τούτων ἄν ποτε ἠξίωσα, ἀλλʼ εὐθὺς ἂν εἰσήγαγον

    短语 οὐχ ὅπως 为常见惯用语,意为“不但不……”、“绝非……”(相当于拉丁语 non modo non),后接 ἀλλά 引出强烈的肯定。前后两个分句均使用 ἄν 搭配不定过去时直陈式(ἠξίωσα, εἰσήγαγον),表示与过去事实相反的虚拟结论。

  3. 56οὐ ῥητορικὴν δίδωσιν ἁμαρτῆσαι

    动词 δίδωμι 搭配宾格加不定式(ῥητορικὴν ἁμαρτῆσαι)在辩论语境中表示“承认/证明……犯了错”。加上否定词 οὐ,表示“并未证明是修辞术自身犯了过错”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0284.tlg045.humanitext-grc2:55-56