- 底本
- Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0284.tlg045.humanitext-grc2:53-54
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
阿里斯提德重新阐释了被引来为暴力辩护的品达诗句,指明修辞术服务于法律与正义而非强暴,并论证修辞术包容并统御着立法与司法之术。随后他驳斥了柏拉图在《高尔吉亚篇》中的类比,证明修辞术联结着四主德,在灵魂与城邦事务中发挥着相当于身体之体操术与医术合一的核心作用。
ἢ χρεία ῥητορικῆς ἢ λόγων, εἰ τὸ δίκαιον ἡ χεὶρ ὁριεῖ καὶ μηδὲν πλέον ἔσται τῷ δυναμένῳ διδάξαι περὶ τοῦ πράγματος; ποῦ δὲ τὸ πείθειν, εἰ τὸ βιάζεσθαι1 κρατήσει; καὶ ταῦτα αὐτῆς, ἧς ἔργον πείθειν, δούσης βιάζεσθαι; δοκεῖ δέ μοι καὶ Πίνδαρος, εἴ τι δεῖ περὶ τοῦ ᾁσματος εἰπεῖν, οὐκ εἰσηγούμενος οὐδὲ συμβουλεύων σπουδῇ ταῦτα λέγειν τοῖς ἀνθρώποις, ἀλλʼ ὡσπερεὶ σχετλιάζων. τεκμαίρομαι ἔργοισιν Ἡρακλέος αὐτοῖς τούτοις, ὅτι2 καὶ ἑτέρωθι μεμνημένος περὶ αὐτῶν ἐν διθυράμβῳ τινὶ σὲ δʼ ἐγὼ παρʼ ἁμὶν φησὶν αἰνέω μὲν Γηρυόνη, τὸ δὲ μὴ Διὶ φίλτερον σιγῶμι πάμπαν. οὐ γὰρ εἰκὸς φησὶν ἁρπαζομένων τῶν ὄντων καθῆσθαι παρʼ ἑστίᾳ καὶ κακὸν εἶναι. καίτοι τό γε πρὸς νόμον καὶ ταῦτα ἀνθρώπων ἅμα καὶ θεῶν βασιλέα μάχεσθαι οὐκ ἦν ἐπαινεῖν πρὸς Πινδάρου, οὐδὲ συμβουλεύειν πρὸς κέντρα λακτίζειν. αὐτὸς γοῦν τὸ τοιοῦτον κέκληκεν ὀλισθηρὸν οἶμον καὶ κελεύει φυλάττεσθαι. ἀλλὰ τί, φησὶ, τούτων ἐμοὶ νῦν; εἴτε γὰρ δοκοῦντα Πινδάρῳ ταῦτʼ ἦν εἴτε μὴ, ἀλλʼ οὐ τῇ γε ῥητορικῇ δείξει τὸ τοιοῦτον δοκοῦν. οὐ δεῖ γὰρ ἁρπάζειν ἕκαστον κατὰ δύναμιν καὶ τοῦτο νόμον καλεῖν, ἀλλʼ ἕκαστον τῶν δικαίων τυγχάνειν, καὶ τὸν ταῦτα διαιροῦντα νόμον τιμᾶν, καὶ καλεῖν γε μόνον τὸ τοιοῦτον νόμον καὶ τοὐναντίον παρανομίαν. τοῦτʼ ἔστι τὸ δόγμα τῆς ῥητορικῆς καὶ τούτῳ σύνεστι τῷ νόμῳ καὶ περὶ τούτου πείθει τηροῦσα ὅπως μηδεὶς ὑπερβήσεται, τοὺς ὑπερβαίνοντας σωφρονίζουσα. μέγιστον δὲ μαρτύριον· οὗ μὲν γὰρ νόμος καὶ δίκαι, ἐνταῦθα καὶ ῥητορικὴ καὶ λόγοι, οὗ δʼ ὑπερτέρα χεὶρ ἀφαιρεῖται τὸ δίκαιον, οὐδὲν ἴδοις ἂν ἐκεῖ ῥητορικῇ διοικούμενον. ἀλλʼ ἔστι μιᾶς ὡσπερεὶ μοίρας καὶ φύσεως οἱ νόμοι, ἡ δίκη, οἱ λόγοι. τριῶν δʼ οὐσῶν τούτων δυνάμεων, ὅπερ λέγων ἐξέβην, ἁπάσας τὰς χώρας ἡ ῥητορικὴ μόνη καταλαμβάνει. προτέρα γὰρ οὖσα τῆς νομοθετικῆς κατὰ τὴν ἐκείνης χρείαν, προτέρα δʼ αὖ καὶ τῆς δικαστικῆς, ὅτε κἀκείνης ἔδει, λαβοῦσα μέσην πρότερον τὴν νομοθετικὴν, εἶτʼ αὖ τὴν δικαστικὴν ὡσαύτως διχόθεν περιέχουσα, πρώτη καὶ μέση καὶ τελευταία γίγνεται, ὁμοῦ μὲν ἀμφοῖν αὑτὴν μέσην, ὁμοῦ δʼ ἄμφω μέσας αὑτῆς καθιστᾶσα,3 ὡς μάλιστʼ ἔμελλον ἅπασαι συμμένειν, ἀντὶ συνδέσμου τῇ ῥητορικῇ χρώμεναι. πότερον οὖν πολιτικῆς μορίου εἴδωλον ἡ ῥητορικὴ, ἢ τὰ τῆς πολιτικῆς ὡς σὺ φῂς μόρια ὑπὸ τῆς ῥητορικῆς συνέχεται; ἐμοὶ μὲν γὰρ ὡς ἀληθῶς οὐ ῥητορικὴν ἐν τούτοις κακίζειν φαίνεται οὐδὲ πολιτικῆς μορίου εἴδωλον δεικνύναι, ἀλλʼ οὕτως ὥσπερ εἴδωλον ῥητορικῆς ἀπειληφὼς ἐπὶ τούτῳ σπουδάζειν, αὐτῆς δʼ οὐδʼ ἅπτεσθαι, ὥσπερ οἱ Στησιχόρου Τρῶες οἱ τὸ τῆς Ἑλένης εἴδωλον ἔχοντες ὡς αὐτήν. διαφέροι δʼ ἂν τοσοῦτον, ὅτι οὐδὲ ὅμοιον τῇ ῥητορικῇ τὸ εἴδωλον. ἀλλὰ μὴν τῆς γε ἀρετῆς τέτταρα δή πού φασιν εἶναι μόρια, φρόνησιν, σωφροσύνην, δικαιοσύνην, ἀνδρείαν. ῥητορικὴ τοίνυν εὑρέθη μὲν ἐν φρονήσει καὶ ὑπὲρ δικαιοσύνης, σωφροσύνη δὲ τῶν ἐχόντων καὶ ἀνδρεία τὰς πόλεις σώζει· σωφροσύνη μὲν, ἐπεὶ τὸν ἐν κόσμῳ βίον πρὸ τῆς ἀταξίας αἱροῦνται, ἀνδρεία δʼ ὅτι τοῖς ἐναντίοις οὐχ ὑπείκουσιν. ἂν γὰρ εἴξωσιν, οὐ φυλάξουσι τὴν ῥητορικὴν, ὥστε ἕως ἂν φυλάττωσιν, οὐκ εἴκουσιν. οὐκοῦν οὐ τεττάρων ὄντων μορίων τῆς κολακείας τοῦτό ἐστι ῥητορικὴ πρὸς δικαιοσύνην ὅπερ ὀψοποιικὴ πρὸς ἰατρικὴν,4 ἀλλὰ τεττάρων ὄντων μορίων τῆς ἀρετῆς ἅπαντα διʼ αὐτῆς πεποίηται, καὶ ὅπερ ἐν σώματι γυμναστικὴ καὶ ἰατρικὴ, συναμφότερον λέγω, τοῦτʼ ἐν τῇ ψυχῇ καὶ τοῖς τῶν πόλεων πράγμασι ῥητορικὴ φαίνεται. τὰ μὲν γὰρ ἄδηλα εἰ καὶ γενήσεται
或者若是双手将界定何为正义,而那有能力就事态进行开导的人全无所益,那么修辞术或言论又何所用?若强暴将获胜,说服又归于何处?况且这还是在修辞术自身——其职分本是说服——听任强暴横行的情况下? 在我看来,即便关于那首歌必须谈点什么,品达向世人说出这些话也绝非严肃的倡议或规诫,而仿佛是在慨叹。我正是根据“以赫拉克勒斯之事迹为证”这些字句来推断的,因为他在别处一首酒神赞歌中提及这些事迹时也说道: “在吾乡吾土, 革律翁啊,我固然赞赏你;但若非宙斯所喜,我宁可全然沉默。因为,”他说,“当财物遭人洗劫,端坐炉边充当怯懦之徒绝非合宜。” 然而,与法律抗争,且是与人神共同的王者抗争,绝非品达所愿赞许之事,他也绝不会劝人去踢刺棒。他自己至少曾将此类举动称作“滑溜的险径”,并告诫人们当心。但他或许会说:“如今这些与我何干?”因为无论这是否为品达的见解,都绝无法证明修辞术赞同此种看法。因为绝不应当让每个人凭力量进行劫掠并将此唤作法律,而应当让每个人各得其公正之分,尊崇裁决此事的法律,并唯独将这般事物称为法律,而将其反面称为不法。这正是修辞术的信条;它伴随这一法律,就此展开说服,密切防范无人逾越,并训诫那些逾越者。 最重大的明证便在于此:凡有法律与审判之处,便同样有修辞术与言论;但在至强之手夺走正义之处,你便见不到任何依凭修辞术治理的事物。相反,法律、审判与言论,仿佛属于同一个位分与本性。正如我离题时正在说的那样,在这三种力量之中,唯有修辞术独自占据了所有领地。因为按照立法术的需要,它居于立法术之前;而在需要司法之术时,它又同样居于司法之术之前;它起初将立法术包容于中间,随后又同样从两翼环抱司法之术,从而成为肇始、居中与终结,既将自身置于两者之间,又将两者置于自身之中,好让一切借助修辞术作为纽带而获得最稳固的维系。 那么,修辞术究竟是政治术某一组成部分的影象,还是如你所言的政治术诸组成部分是由修辞术所维系?在我看来,对方在这些论辩中实非在贬抑修辞术,亦非在证明它是政治术某一部分的影象,倒更像是把捉了修辞术的一具虚影,在此虚影之上倾注全副精力,而实则根本未曾触及修辞术自身——就宛如斯特西科洛斯笔下的特洛伊人,将海伦的幻影当作她本人一样。唯一的差别大概在于,这具影象甚至与修辞术毫无相似之处。 再者,人们想必主张德性有四个组成部分:明智、节制、正义与勇敢。修辞术既已被发现存于明智之中且维护正义,而掌握它的人所具有的节制与勇敢则守护着城邦:节制是因为他们宁选有序的生活而不取混乱,勇敢则是因为他们绝不向敌对者屈服。因为他们一旦屈服,便无法捍卫修辞术,从而只要他们捍卫修辞术,他们就绝不会屈服。因此,并非如献媚之术具有四个组成部分那样、修辞术对应于正义正如烹调术对应于医术;而是在德性具有四个组成部分的前提下,万事皆通过修辞术得以成就;在肉体上由体操术与医术——我是指二者合在一起——所发挥的作用,在灵魂与城邦事务中正表现为修辞术的作用。至于那些尚未明了是否真会发生之事,
- 53καὶ ταῦτα αὐτῆς, ἧς ἔργον πείθειν, δούσης βιάζεσθαι;
惯用短语 καὶ ταῦτα(“而且是在……情况下”)后接属格独立结构(αὐτῆς ... δούσης)。αὐτῆς 指代修辞术(ῥητορική),关系代词 ἧς 为所有格(“其职分本是说服的修辞术自己”)。δούσης 是 δίδωμι 的不定过去时主动分词阴性单数属格,带不定词 βιάζεσθαι,表示“允准/放任施加暴力”。
- 53τεκμαίρομαι ἔργοισιν Ἡρακλέος αὐτοῖς τούτοις, ὅτι
此句化用了品达的原句 τεκμαίρομαι ἔργοισιν Ἡρακλέος(“以赫拉克勒斯之事迹为证”),转而用来推断品达自身的真实意图。指示代词与格 αὐτοῖς τούτοις 修饰 ἔργοισιν 或指代该诗句表述本身(“正依凭这些言辞/事迹本身”),后接 ὅτι 引导的原因从句,构成了发言者推论的依据。
- 54ὁμοῦ μὲν ἀμφοῖν αὑτὴν μέσην, ὁμοῦ δʼ ἄμφω μέσας αὑτῆς καθιστᾶσα
通过对称与交错配列构成的互惠结构,阐明修辞术对立法术与司法之术的全方位包容与调和。前半句为“将自身(αὑτήν)置于两者(ἀμφοῖν)之中间(μέσην)”,后半句为“将两者(ἄμφω,阴性双数宾格)置于自身(αὑτῆς)之中间(μέσας)”,形象地说明修辞术既是二者的居间纽带,又是涵盖二者的崇高框架。
- 54οὐ τεττάρων ὄντων μορίων τῆς κολακείας τοῦτό ἐστι ῥητορικὴ πρὸς δικαιοσύνην ὅπερ ὀψοποιικὴ πρὸς ἰατρικὴν
句首的否定词 οὐ 否定整句命题:“并非献媚之术具有四个组成部分,修辞术对应于正义正如烹调术对应于医术”。此句直接反驳柏拉图在《高尔吉亚篇》(465c)中提出的著名比例关系。后文以 ἀλλὰ τεττάρων ὄντων μορίων τῆς ἀρετῆς... 形成鲜明对照,将修辞术重新确立在德性的四个部分(四主德)之中,而非归入迎合之术。
