← 阿里斯·台德斯

致柏拉图:为雄辩术辩护

§51-52

修辞术对法与司法的统属及对强权的驳斥

作者论证了法律和司法之术皆附属于修辞术,指出修辞术因能在判决后平息纷争、维护秩序而优于司法之术,并驳斥了以品达诗句为强权暴行辩护的做法。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§51

μαρτυρεῖ. χωρὶς δὲ τῆς μαρτυρίας καὶ τοῦ Σωκράτους εἰς αὐτό τις ἂν σκοπῶν ἴδοι. λέγουσι γάρ πως καὶ τί δεῖ ποιεῖν καὶ τίνων ἀπέχεσθαι καὶ ἐν εἰρήνῃ καὶ ἐν πολέμῳ καὶ καθʼ ἕνα καὶ κοινῇ, καὶ πολιτεύονται διηνεκῶς ἐν ταῖς πόλεσιν. οὐκοῦν ταῦθʼ ἃ ἐν ταῖς δημηγορίαις τῶν ῥητόρων ἐστὶ, ταῦθʼ οἱ νόμοι λέγουσι, πλὴν ὅσον1 οὐ διαλείπουσιν οἵ γε νόμοι λέγοντες, ἀλλὰ διʼ αἰῶνος ῥητορεύουσιν, ἅτʼ οἶμαι γεγραμμένοι. ὅτε τοίνυν ῥητορικῆς οἱ περὶ τούτων λόγοι, ῥητορικῆς μέρος οἱ νόμοι. καὶ γὰρ τὸ γεγράφθαι γιγνόμενον μέρος τοῖς λόγοις ἐστὶν,2 εἴ γε οἱ μὲν ἀπὸ στόματος αὐτῶν λέγονται, οἱ δὲ γράφονται. καὶ μὴν τά γε ψηφίσματα οἱ ῥήτορες δή που συγγράφουσιν. οὐκοῦν ὅτε τὰ ψηφίσματα τῆς αὐτῆς φύσεώς ἐστι τοῖς νόμοις καὶ τῶν αὐτῶν πολιτειῶν, ἀμφότερά γʼ ἐστὶ τῶν ῥητόρων, ὥσθʼ οἵ γε νόμοι μέρος τῆς ῥητορικῆς. φέρε δὴ σκεψώμεθα καὶ περὶ τῆς δικαστικῆς τοῦ χάριν αὐτῆς ἐδεήθημεν καὶ τί ποθʼ ἡμῖν βούλεται. ἢ τοῦτο καὶ ῥᾷστον ἁπάντων ἰδεῖν, ὅτι τοῖς νόμοις ἐπικουρεῖ· τοὺς γὰρ παραβαίνοντας ἃ προστάττουσιν ἐκεῖνοι, τούτους ἀναζητεῖ καὶ τιμωρεῖται· καὶ οὐδʼ αὐτὸ τοῦθʼ ἁπλῶς, ἀλλὰ κἀνταῦθα ἀκολουθεῖ τοῖς νόμοις. ὡς γὰρ ἐκεῖνοι κελεύουσιν, οὕτω κολάζει. εἶεν. τίνος οὖν δεῖ τῇ δικαστικῇ πρὸς ταῦτα; πόθεν εὑρήσει τὸ δίκαιον ἢ παρὰ τῆς ῥητορικῆς; ἡ μὲν γὰρ ἐλέγχει τὰ γιγνόμενα, ἡ δʼ ἐπὶ τοῖς ἐλέγχοις ψηφίζεται. φαίνεται τοίνυν κἀνταῦθα ἡ ῥητορικὴ βουλομένη μὲν ταὐτὰ τῇ δικαστικῇ, τοσοῦτον δὲ νικῶσα ὅσον ἀμφοτέρας συνέχει μόνη βεβαίως. βουλομένη γὰρ ἡ δικαστικὴ, καθάπερ ἐν μάχῃ τῇ νομοθετικῇ βοηθῆσαι, ταυτὸν ἔπαθεν αὐτῇ τῇ νομοθετικῇ. ἐκείνῃ τε γὰρ ῥητορικῆς πρότερον ἐδέησεν, ὥστε ταύτῃ ἔχειν πάροδον τοὺς νόμους, ἥ τε δικαστικὴ σχῆμα ἐπικούρου λαβοῦσα τοῖς νόμοις αὐτὴ πρότερον προσεδεήθη τῆς παρὰ τῆς ῥητορικῆς βοηθείας. ἔδει γὰρ αὐτὴν δυνηθῆναι βοηθῆσαι· τοῦτο δὲ οὐκ ἦν ἄνευ ῥητορικῆς. τοσούτῳ δὴ σεμνότερον καὶ τιμιώτερον ῥητορικὴ δικαστικῆς ὅσῳ μικροῦ δέω λέγειν δικαστὴς δημίου.3 ὁ μὲν γὰρ ἐλέγχει τἀδικήματα ὁ ῥήτωρ καὶ παραδίδωσι τῷ δικαστῇ, ὁ δʼ ἀκούσας καὶ μαθὼν παραδίδωσιν αὖ τοῖς ὑπηρέταις, καὶ μέσος ἔσθʼ ὁ δικαστὴς διακόνου καὶ ῥήτορος. αὖθις δὲ ἐπειδὰν τέλος ἡ δίκη λάβῃ, τῇ μὲν δικαστικῇ πλέον οὐδʼ ὁτιοῦν περίεστιν, ἀλλʼ ὥσπερ ἡ νομοθετικὴ θεῖσα τοὺς νόμους ἀπήλλακται, οὕτως ὁ δικαστὴς μετὰ τὴν κρίσιν. εἰσδεξαμένη δὲ ἡ ῥητορικὴ τοὺς ἤτοι διʼ ἄγνοιαν ἢ διʼ ἀγνωμοσύνην ἀγανακτοῦντας τοῖς δεδικασμένοις καὶ πρὸς θορύβους ἢ στάσεις τὰ πράγματα ἐξάγοντας κατέχει καὶ νουθετεῖ, πείθουσα στέργειν τοῖς νόμοις καὶ τῇ ψήφῳ τῶν δικαστῶν, οὐ τὸν Πινδάρου νόμον τιμῶσα, ὦ τἀναντία λέγων τῇ φύσει τῆς ῥητορικῆς, οὐδὲ ταῦτʼ ἐπᾴδουσα νόμος ὁ πάντων βασιλεὺς θνατῶν τε καὶ ἀθανάτων ἄγει δικαιῶν τὸ βιαιότατον ὑπερτάτᾳ χειρί.4 τεκμαίρομαι ἔργοισιν Ἡρακλέος, ἐπεὶ ἀπριάτας. οὐ γὰρ φῂς ὅλου μεμνῆσθαι, ἐχρῆν δὲ ἴσως οὐδὲ τούτων, μὴ οὖν ἐπὶ ῥητορικήν γε. ἀλλʼ ἄχρι μὲν τούτου καὶ ἡ ῥητορικὴ λέγει, νόμος ὁ πάντων βασιλεὺς θνατῶν τε καὶ ἀθανάτων· τὰ δὲ ἑξῆς οὐκέτι ταὐτὰ— πόθεν; οὐδέποτε ἡμέρα καὶ νὺξ ταὐτὰ συμφήσουσιν— ἀλλὰ πᾶν τοὐναντίον ἄγει τὰ δίκαια πρεσβεύων καὶ τοὺς ἐν ὕβρει θρασεῖς νουθετῶν. εἰ γὰρ ἀξιώσει τὸ βιαιότατον νόμον εἶναι τὸν δικαιοῦντα καὶ τὴν ὑπερτάτην χεῖρα κρατεῖν Ἡρακλέους, ᾧ μετὰ τῆς χειρὸς τῶν δικαίων ἐμέλησεν,5 αὐτὴ τοῖς ἑαυτῆς λόγοις ἀπολεῖται. τίς γὰρ τόπος λοιπὸν

作出了见证。然而抛开见证和苏格拉底不谈,任何人只要考察事情本身便能看出。因为法律在某种意义上说明了无论在和平还是战争时期,无论是就个人还是集体而言,什么是必须做的,什么是必须戒绝的,并且在城邦中持续不断地行使治理之职。因此,法律所说的正是演说家在公民大会演说中所包含的那些内容,所不同的仅在于法律从不间断其言说,而是由于被付诸文字——正如我认为的那样——在永恒地进行演说。既然关于这些事务的言论属于修辞术,那么法律也就是修辞术的一部分。事实上,被写成文字对言论而言只是一种附带形式,既然有些言论是口头讲出的,有些则是被写下的。况且,法令无疑是由演说家们起草的。因此,既然法令与法律具有相同的性质并属于相同的政制,那么两者都属于演说家,从而法律确实是修辞术的一部分。 且让我们再来考察一下司法之术,看看我们究竟为何需要它,它对我们又意味着什么。难道这不是所有人最容易看出的事吗——它正是来匡助法律的;因为它追查并惩罚那些违犯法律规定的人;而且它做这事并非任意妄为,而是在此同样遵循法律。因为它是按照法律的指令来施加惩罚的。好吧。那么司法之术为此需要什么呢?除了来自修辞术之外,它又能从何处找到正义呢?因为修辞术审验所发生的事,而司法之术则依据审验的结果进行投票判决。由此看来,修辞术在这里同样与司法之术怀有相同的意图,但它的优越之处在于它独自将二者牢牢维系在一起。因为司法之术虽然像在战场上一样企图襄助立法术,却遭遇了与立法术自身完全相同的命运。因为立法术自身首先需要修辞术,以便让法律获得通行的门径;而司法之术以法律匡助者的姿态出现,自身首先需要的也是来自修辞术的援助。因为它必须具备匡助的能力,而没有修辞术这是不可能的。因此,修辞术比司法之术更庄严、更受尊崇的程度,我几乎可以说,就像法官比刽子手更受尊崇一样。因为是演说家揭露不法行径并移交给法官,而法官在倾听并弄清真相后,又将其转交给差役;法官乃是介于仆役与演说家之间。再者,一旦审判终结,司法之术就再无任何余事,正如立法术立下法律后便告脱身一样,法官在判决之后也是如此。然而修辞术却能接纳那些由于无知或固执而对判决感到愤懑、并将事态推向骚乱或党争的人,对他们加以制止和劝导,说服他们服从法律和法官的裁决;它绝非尊崇品达的法律,哦,你这言论与修辞术本性背道而驰的人,它也不曾吟咏这番辞句: “法律乃万物之王,统御必死之人与不死的神明,以无上之手引路,使至烈之暴行成为正义。我以赫拉克勒斯之事迹为证,因他未付赎金……” 因为你说自己并未记全整首诗,但或许本就不该记起这些诗句,至少绝不该用来针对修辞术。然而到这里为止,修辞术也同样会说:“法律乃万物之王,统御必死之人与不死的神明”;但接下来的内容却绝非同一了——怎么可能同一呢?昼与夜绝不会赞同同一事物——而是全然相反,它在崇奉正义之事、告诫那些恃强逞暴之人的同时加以引导。因为修辞术若认为使至烈之暴行成为正义的就是法律,若认为除了双手的力量之外本就关怀正义的赫拉克勒斯那双无上之手拥有绝对支配,那么它必将因自己的言论而自取灭亡。因为接下来还留有什么余地……

语法注5 条
  1. 51πλὴν ὅσον

    限制性短语,意为“除……之外”。主句指出法律的内容与演说家在公民大会上的演讲完全一致,此处以此短语引出唯一的差异,即法律因被记录成文而永不间断地进行演说。

  2. 51καὶ γὰρ τὸ γεγράφθαι γιγνόμενον μέρος τοῖς λόγοις ἐστὶν

    主语为带定冠词的完成时不定式 τὸ γεγράφθαι(“被书写”)。γιγνόμενον μέρος 作表语,指“伴随产生的形式/部分”,与格 τοῖς λόγοις 为关系或领属与格(“对言论而言”)。此句表明书面记录只是言论派生出的一种状态,言论本身才具有根本性。

  3. 51τοσούτῳ δὴ σεμνότερον καὶ τιμιώτερον ῥητορικὴ δικαστικῆς ὅσῳ μικροῦ δέω λέγειν δικαστὴς δημίου

    相关句式 τοσούτῳ... ὅσῳ(“到……程度,就像……”),其中嵌入了成语性插入语 μικροῦ δέω λέγειν(“我几乎可以说”)。在 ὅσῳ 引导的从句中,省略了比较级形容词和系动词,须补足理解为 ὅσῳ [σεμνότερος καὶ τιμιώτερός ἐστι] δικαστὴς δημίου(法官比刽子手更受尊崇的程度)。

  4. 52ἄγει δικαιῶν τὸ βιαιότατον ὑπερτάτᾳ χειρί

    引自品达残篇(引用于柏拉图《高尔吉亚篇》484b)。主语承接前行的 νόμος ὁ πάντων βασιλεύς。分词 δικαιῶν 意为“使成正义/视为正当”,其宾语为中性最高级形容词实质化用法的 τὸ βιαιότατον(“最暴烈之行”)。ὑπερτάτᾳ χειρί 为方式/工具与格(“以至高之手”)。

  5. 52ᾧ μετὰ τῆς χειρὸς τῶν δικαίων ἐμέλησεν

    关系代词 ᾧ 指代先行词 Ἡρακλέους,作无人称动词 μέλει(不定过去时 ἐμέλησεν)的与格补足语。所关心的对象以属格 τῶν δικαίων(“正义/正直之事”)表示。介词短语 μετὰ τῆς χειρός(“连同其双手的力量”)在此强调赫拉克勒斯并非单纯施暴,而是力量与正义并重。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0284.tlg045.humanitext-grc2:51-52