- 底本
- Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0284.tlg045.humanitext-grc2:49-50
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者论述修辞术乃是为了遏制暴力统治、确立正义与法律秩序而不可或缺的奠基力量,主张立法术本身依凭修辞术的说服功能,且法律自身亦不过是成文的言辞。
ἢ παρʼ αὐτὰ τιμωρήσασθαι, τοῖς δʼ ἄδειαν τοῦ βίου παρασκευάσαι, τοῖς δὲ χάριν τὴν πρέπουσαν,1 ὅσοι τὸ δίκαιον ἐτίμων ἑκόντες. εὑρέθη τοίνυν ἐκ τούτων ῥητορικὴ καὶ παρῆλθε φυλακτήριον δικαιοσύνης καὶ σύνδεσμος τοῦ βίου τοῖς ἀνθρώποις, ὅπως μὴ ταῖς χερσὶ, μηδὲ τοῖς ὅπλοις, μηδὲ τῷ προλαβεῖν, μηδὲ πλήθει καὶ μεγέθει, μηδʼ ἄλλῳ τῶν ἀνίσων μηδενὶ κρίνοιτο τὰ πράγματα, ἀλλʼ ὁ λόγος τὸ δίκαιον ἐφʼ ἡσυχίας διαιροῖ. ἀρχὴ μὲν οὖν αὕτη καὶ φύσις ῥητορικῆς καὶ βούλημα τοῦτο σῶσαι πάντας ἀνθρώπους καὶ τὴν βίαν διὰ τῆς πειθοῦς ἀπώσασθαι. εὑρεθεῖσα δὲ ὑπὲρ τοιούτων καὶ τηλικούτων μόνη βιωτὸν ἡμῖν πεποίηκε τὸν βίον, τούς τε ἰδίους οἴκους καὶ τὰ κοινὰ τῶν πόλεων εἰς ὁμόνοιαν τὸ καθʼ αὑτὴν ἄγουσα καὶ τὸ διδάξαι καὶ μαθεῖν ἅπασιν ἀεὶ καθιστᾶσα καλὸν, τὴν δὲ ἀλογίαν καὶ τοὺς θορύβους πανταχοῦ φεύγειν τε καὶ μισεῖν πρώτη διδάξασα. σκεψώμεθα δὴ καὶ τοὺς νόμους τί ποτʼ ἐστὶ τὸ ποιῆσαν,2 κἂν ἄλλην τις εὕρῃ νόμων ἀρχὴν, ἀλλʼ οὐχὶ τὴν αὐτὴν ἥνπερ καὶ ῥητορικῆς, λῆρον τοῦτο εἶναι λέγων, νικάτω. ἀλλὰ μὴν τοῦτό γε πάντες ἂν εἴποιεν, ὡς οὐδὲ πρὸς ἓν τῶν πάντων ἐδέησε νόμων ἡμῖν, ἢ τὸ μηδὲν ὑπʼ ἀλλήλων πάσχειν δυσχερὲς, μηδὲ τοὺς φαύλους καὶ θρασεῖς τῶν χρηστῶν κρατεῖν, ἀλλὰ τοὺς χρηστοὺς τῶν φαύλων περιεῖναι μετὰ τοῦ δικαίου. ταυτὶ δύʼ ἔστιν ὡς εἰπεῖν τῶν νόμων κεφάλαια, τιμωρία τῶν ἀδικούντων καὶ τιμὴ τῶν ἐπιεικῶν. εἰ γὰρ ἕκαστοι τῆς ἀξίας τυγχάνοιεν, οὐκ ἔστιν ὅπως ἂν ἄμεινον σωθείη τὸ δίκαιον οὐδʼ ὅπως ἂν ἀσφαλέστερον τὸ κοινὸν τῶν ἀνθρώπων σώζοιτο. οὐκοῦν ταῦτα ἐνόντα ἐν τῇ τῆς ῥητορικῆς φύσει φαίνεται. οἷς μὲν γὰρ ἤρκει σιγῇ πλεονεκτεῖν, οὐκ ἔμελλον δή που δεήσεσθαι λόγου, οὔθʼ ὥστε εἰπόντες αὐτοὶ νικῆσαι, ἑτέρωθι γὰρ ἦσαν ἰσχυροὶ, οὔθʼ ὥστε ἑτέρων ἀκούειν, αὐτὸ γὰρ τοῦτʼ ἦν αὐτοῖς τὸ βούλημα ἀκούειν μηδενός. οἷς δʼ οὐκ ἦν ἄλλως τῶν ἴσων τυχεῖν, τοῦ πείθοντος ἔδει λόγου· τοῦτο δʼ αὖ εὐθὺς ὑπὲρ τῆς δικαιοσύνης. ὁ μὲν γὰρ αὑτῷ καὶ ταῖς παρασκευαῖς ἐπιτρέπων τὸ δοκοῦν ἑαυτῷ ἀξιοῖ κρατεῖν, ὁποῖόν ποτʼ ἂν ᾖ, ὁ δʼ ἀφʼ ὧν καὶ τοὺς ἔξω δεῖ πεῖσαι ταῦθʼ ὁρῶν καὶ ταῦτʼ ἀξιῶν μελετᾶν, οὐ φεύγει τὴν τοῦ ποῖʼ ἄττʼ ἐστὶν ἃ βούλεται βάσανον. φαίνεται τοίνυν ἡ ῥητορικὴ τῇ νομοθετικῇ τῆς αὐτῆς φύσεως μετειληφυῖα, εἴπερ τό γε ἀκριβὲς ἐπʼ ἀμφοτέρων δεῖ θεωρεῖν, μᾶλλον δὲ μέρος οὖσα τῆς ῥητορικῆς ἡ νομοθετικὴ καὶ τοῖς πᾶσι δευτέρα πως, πρῶτον μὲν ὅτι καὶ περὶ αὐτῶν ἔδει τῶν νόμων λόγου τοῦ πείθοντος. εἰ γάρ ἐστιν εὔδηλον ὅτι οἱ νόμοι μὲν ὑπὲρ τοῦ πάντας τὸ προσῆκον ἔχειν ἔμελλον τεθήσεσθαι, τοῦτο δʼ οἱ τῇ χειρὶ κρείττους οὐκ ἔμελλον συμβουλήσεσθαι, πῶς οὐκ ἀναγκαίως ἔδει λόγου τοῦ πείσοντος ἤδη; οὐ γὰρ βιάσασθαί γε ἐνῆν τοὺς πρὸς αὐτὸ τοῦτο πεφυκότας, οὐδʼ ἦν αὕτη νόμων ἀρχή· ὑπὲρ γὰρ αὐτοῦ τοῦ μὴ βιάζεσθαι τοὺς νόμους ἔδει θέσθαι. οὔκουν ἦν τιθέναι βιασάμενον,3 ἀλλὰ τοῦτʼ ἦν πρῶτον παρὰ τοὺς νόμους. ἔδει δὴ πεῖσαι μάλιστα μὲν καὶ τοὺς ἀντιπράττοντας αὐτοὺς, καὶ βελτίους γε εὐθὺς αὐτῷ τούτῳ ποιῆσαι· εἰ δὲ μὴ, τούς γε πολλοὺς καὶ ὑπὲρ ὧν ἐτίθει τις. οἱ μὲν γὰρ τῇ σφετέρᾳ φύσει χρώμενοι πρὸς τοὺς πολλοὺς ἀδικεῖν ἔμελλον τοὺς ἄλλους, οἱ δὲ τῇ τῆς ῥητορικῆς καὶ σφετέρᾳ πρὸς ἐκείνους εὖ ποιήσειν ἔμελλον κἀκείνους, εἴπερ σωφρονεῖν ἔμελλον. εἰ δʼ ἄρα ἐκεῖνοι μὴ ἐδέχοντο, λοιπὸν ἦν πεῖσαι τοὺς πολλοὺς καὶ ὑπὲρ ὧν ἐτίθει τις αὐτὸ τοῦτο, ὅτι ὑπὲρ αὑτῶν τίθησιν. ἔδει δὴ λόγων καὶ πειθοῦς. διʼ ἓν μὲν τοῦθʼ οὕτως ἀναγκαίως ἡ ῥητορικὴ νόμων πρότερον καὶ ἡγούμενον,4 δεύτερον δὲ τί χρὴ τοὺς νόμους αὐτοὺς, ὦ πρὸς θεῶν, εἶναι φῆσαι πλὴν λόγους, τοσοῦτον τῶν ἄλλων ἐξηλλαγμένους ὅσον εἰσὶ γεγραμμένοι; εἰ μὲν ἐγώ τι μέμνημαι, καὶ Σωκράτει συνδοκεῖν Αἰσχίνης
或者在作恶当场加以惩处,为弱者提供生活的安全保障,并为所有自觉尊奉正义之人提供适宜的酬谢。因此,正是从这些需要中发明了修辞术,它作为正义的卫士和人类生活的纽带应运而生,以便事理不再凭借拳头、武器、先发制人、人多势众、体量巨大或任何其他不平等的手段来裁决,而是由理智之言在平和安宁中辨明正义。因此,这便是修辞术的起源与本性,其宗旨乃在于拯救所有人,并通过说服退却强暴。修辞术既是为了如此重大的目的而被发明,它便凭一己之力使我们的生活变得值得一过:它尽其所能引导私人家室与城邦公共事务走向同心协力,使教导与学习在所有人眼中始终是美好之举,并率先教导人们在各处避开并痛恨盲目非理性与动荡骚乱。 我们不妨也审视一下,究竟是什么促成了法律的产生;假若有人能为法律找到另一个起源,而非与修辞术全然相同的起源,并宣称我此言乃是胡说,那就随他胜出吧。然而众人定然都会赞同,我们之所以需要法律,全无其他任何缘由,唯独是为了免于遭受彼此的粗暴侵害,不使卑劣凶顽之徒压制善良之辈,而是让善良之辈偕同正义压倒卑劣之徒。可以说,这两点便是法律的大纲:对作恶者的惩罚与对温良者的嘉许。因为如果每个人都能得到应得的归宿,正义就绝不可能得到更完美的维护,人类的共同利益也绝不可能得到更安全的保障。显然,这些要素同样内在于修辞术的本性之中。因为对于那些满足于暗中巧取豪夺的人来说,他们理所当然绝不需要言辞:既不需要亲自发言以求胜(因为他们的力量在别处),也不需要倾听他人(因为不听从任何人正是他们自身的意愿所在)。然而,对于那些舍此便无法获得平等权利的人而言,富有说服力的言辞乃是必需;而这反过来便直接服务于正义。因为那依仗自身与暴力手段的人,无论其意图如何,都自以为理当由自己的心意主导;而那着眼于连外界之人也能说服的理据、并认为应当研习这些理据的人,则绝不会逃避审视自身意图究竟为何的试金石检验。因此可见,若要在两者的精确真相上加以考察,修辞术与立法术分有相同的本性;或者不如说,立法术本是修辞术的一部分,且在各方面都在某种意义上次于它。首先是因为,即便对于法律本身而言,同样需要具有说服力的言辞。因为显而易见,法律本是为了让所有人获得应有的份额而制定的,而那些力量占优者绝不可能心甘情愿赞同这一点,那么,在此情形下岂非必然立刻需要能够说服人的言辞吗?因为企图以武力压服那些天生好斗之人是绝不可能的,而且这绝非法律的开端;因为制定法律本就是为了免遭暴力侵害。因此,绝不可能以暴力强行立制,否则这种做法本身首先就违背了法律。因此,极有必要首先说服那些反对者本人,并恰恰借此立刻使他们改恶从善;纵使无法做到这点,至少也要说服大众以及立法的受惠者。因为前者若任由其本性肆虐于大众,必将危害他人;而后者若将修辞术与自身的本性施于前者,假使前者尚存一丝清明,甚至亦能惠及前者。倘若前者断不接纳,那么剩下的职责便是向大众——即立法的当事人群体——说服这一点:这正是为了他们自身的福祉而立法的。确实需要言辞与说服。因此,仅凭这一个缘由,修辞术便必然先于法律并作为法律的先导;而第二点,看在诸神的份上,我们能说法律本身除了是言辞之外还能是什么呢?它们与其余言辞的不同之处,难道不就仅仅在于它们是被写下来的吗?假若我没记错的话,埃斯基涅斯记载苏格拉底也赞同……
- 49ἢ παρʼ αὐτὰ τιμωρήσασθαι, τοῖς δʼ ἄδειαν τοῦ βίου παρασκευάσαι, τοῖς δὲ χάριν τὴν πρέπουσαν
接续上一段落末尾由 ὡς(引导目的/结果从句)所统领的不定式并列结构。与上一节的 τοὺς μὲν ἢ κωλῦσαι πρὸ τῶν ἀδικημάτων 相对,ἢ παρʼ αὐτὰ τιμωρήσασθαι(‘或在作恶当场加以惩罚’)构成选择呼应,随后以 τοῖς δʼ ἄδειαν... 和 τοῖς δὲ χάριν... 引出带有与格间接宾语的不定式并列句。
- 49σκεψώμεθα δὴ καὶ τοὺς νόμους τί ποτʼ ἐστὶ τὸ ποιῆσαν
前置预取结构(prolepsis)。间接疑问从句(τί ποτʼ ἐστὶ τὸ ποιῆσαν)中的逻辑宾语 τοὺς νόμους 被提前置于从句之外,充当主句动词 σκεψώμεθα 的直接宾格宾语。
- 50οὔκουν ἦν τιθέναι βιασάμενον
无人称结构,ἦν 相当于 ἐξῆν(意为‘是可能的’),支配不定式 τιθέναι,并由否定推论小词 οὔκουν(‘因此不可能’)修饰。阳性单数宾格分词 βιασάμενον 与不定式的泛指逻辑主语(‘任何人以暴力’)保持格的一致。
- 50ἡ ῥητορικὴ νόμων πρότερον καὶ ἡγούμενον
主语 ἡ ῥητορικὴ 为阴性单数,而表语 πρότερον καὶ ἡγούμενον 则采用中性单数形容词与分词。这是将该概念作为普遍抽象的实体事物来表述的惯用中性表语结构(‘先于且引导……之物’)。属格 νόμων 由比较级 πρότερον 以及表统领的 ἡγούμενον 所支配。
