← 阿里斯·台德斯

致柏拉图:为雄辩术辩护

§3-4

否定以年代论价值与反驳柏拉图的宣言

作者列举神话人物与历史文人,驳斥了单纯以年代久远作为衡量价值标准的荒谬性,并以柏拉图批判荷马为先例,宣布将对柏拉图在《高尔吉亚篇》中针对修辞术的攻击进行审视与反驳。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3

δεῖ λόγους, τῷ παρελθόντι χρόνῳ μόνῳ προσθεῖναι,1 ὥσπερ ἂν εἴ τις καὶ ὑγιαίνειν χρῆναι φάσκοι μόνους τοὺς πρώτους γενομένους, καὶ μηδʼ ἐκεῖνο ὁρᾷ ὅτι ἡ τοιαύτη κρίσις καὶ ὁ τοιοῦτος λογισμὸς αὐτοῖς πρώτοις οὓς τιμῶσιν οὐ λυσιτελεῖ. εἰ γὰρ τῷ χρόνῳ δεῖ συγχωρεῖν καὶ τὴν ἀξίαν ἀπὸ τούτου μετρεῖν, οὐκέτʼ ἔχει τόπον ἡ νῦν παρὰ πάντων εἰς ἐκείνους αἰδώς. Ἴασος γὰρ ἂν οὕτω γε νικῴη περὶ λόγους καὶ Κρίασος καὶ Κρότωπος καὶ Φορωνεὺς καὶ εἴ τις Ἀργεῖος ἐκ μύθου καὶ Δευκαλίων ἢ εἴ τις ἔκ τε ἄλλων ἄλλος καὶ Λυκάων ἐξ Ἀρκαδίας καὶ Κέκροψ Ἀθήνηθεν ἀντὶ τῶν νῦν βεβοημένων· ἐν δὲ τοῖς ἔθνεσι Φρύγες διὰ τὴν παρὰ τοῦ βέκους, οἶμαι, μαρτυρίαν. καὶ παρῆκα Καλλαίθυιαν ἀρίστην γυναικῶν ἅμα καὶ ἀνδρῶν γενομένην. ἐὰν οὕτω κρίνωμεν, ὡς οὐ Κόδρῳ γε μετέσται τῆς φιλοτιμίας, ἀλλὰ καὶ οὗτος παῖς οἷς εἶπον συμβάλλειν2 καὶ οὐκ ἀρχαῖος, καὶ κατὰ μικρὸν οὕτω ζητήσομεν εἴ τις ἦν πρὶν σελήνην εἶναι. Ὁμήρου δὲ καὶ Ἡσιόδου καὶ τῶν εἰς ἡμᾶς νενικηκότων, Πλάτωνος, εἰ βούλει, καὶ Δημοσθένους καὶ τῶν ὀλίγον πρὸ τούτων, οὐδʼ εἰς πολλοστὸν χρόνον ἐλπὶς ὁμοίαν ἐγγενέσθαι δόξαν, συμπροϊόντος ἴσου τοῦ πρὸ αὐτῶν ἐκείνοις ἀεί. εἰ δὲ τοῦτʼ εὔδηλον ἅπασιν ὅτι καὶ οὗτοι φύσει καὶ δυνάμει διενεγκόντες τοὺς πρὸ αὐτῶν ἀπέκρυψαν, οὐδὲ τοὺς ὕστερον παντάπασιν ἅπαντας ἀπείργειν εἰκὸς, οὐδʼ ἀπιστεῖν εἴ τις καὶ τοῦ νυνὶ χρόνου μετεσχηκὼς ἔχει συμβαλέσθαι γνώμην περὶ ὧν πρόκειται λόγος, ἀλλὰ παρʼ αὐτῶν, ὡς ἔοικεν, ὧν τιμῶμεν ὑπάρχειν εἰδότας τὸ προσίεσθαι καὶ προσέχειν ὁπόσον διαφέρει. ἅπαντας μὲν οὖν ἴσως τοὺς παλαιοὺς αἰδεῖσθαι μὲν δίκαιον, φρίττειν δὲ οὐκ ἄξιον, εἴπερ μὴ τοὺς ἐπὶ τοῖς λόγοις ὀνομασθέντας μᾶλλον ἢ τοὺς λόγους αὐτοὺς δεῖ δοκεῖν τιμᾶν· ὅτι δʼ εἰ πρὸς ἄλλον τινὰ χρὴ γνώμης οὕτως ἔχειν, καὶ πρὸς Πλάτωνα, οὐκ ἄλλου δέομαι μάρτυρος, ἀλλʼ αὐτὸς ἐξαρκεῖ οὐ μόνον οἷς ἁπανταχοῦ βοᾷ καὶ παρακελεύεται μηδὲν πρότερον ποιεῖσθαι τῆς ἀληθείας, ἀλλὰ καὶ ὀλίγῳ τῷ παραδείγματι. εἰ γὰρ ἐκεῖνος Ὁμήρῳ τῷ τοσοῦτον πρὸ αὐτοῦ περὶ πολλῶν ἐπιτιμῶν οὐκ ἀπεστέρηται λόγου, ἀλλʼ ἔχει πρὸς τοὺς ἀγανακτοῦντας ὅ τι εἴπῃ, κατʼ αὐτὸν, ὡς ἔοικε, Πλάτωνα καὶ τοὺς ἐκεῖνον ἐπαινοῦντας καὶ πάσης αἰτίας ἀφιέντας ἔστι, κἂν ἄλλος τις ἐκείνῳ δοκῇ τι λέγειν ὑπεναντίον, τολμᾶν ἀκροάσασθαι, μή που τοῦτʼ ἔγκλημα ποιουμένους, ἀλλʼ ἐὰν τοῖς περὶ τῶν πραγμάτων λόγοις ἀπολειφθῇ.3 ἃ τοίνυν εἴρηκε περὶ ῥητορικῆς φιλονεικότερον τοῦ δέοντος Γοργίου καὶ Σωκράτους ὑποθέμενος συνουσίαν Ἀθήνησι φέρε ἐπισκεψώμεθα καὶ δείξωμεν ὅπως ἔχει. καὶ γὰρ ἂν εἴη δεινὸν, εἰ ἐκεῖνος μὲν ὑποστὰς κατηγορεῖν ἐκ προφανοῦς οὐκ ἀπεστέρησε τρόπον γέ τινʼ αὐτὴν τῶν ὑπὲρ αὑτῆς λόγων. ἀλλʼ ἀπέδωκε δυσὶ καὶ τρισὶν ἀντειπεῖν, ὡς γοῦν ἐν σχήματι διαλόγων, ἡμεῖς δὲ οἱ τὸ ὅλον βοηθεῖν ἔχοντες καὶ προῃρημένοι μὴ τολμήσομεν, ὥσπερ τοσαῦτʼ ἀντιλέγειν Πλάτωνι δέον, ὁπόσα ἂν αὐτὸς πρὸς αὑτὸν βουληθείη. ἄλογον δέ μοι φαίνεται, εἰ Πλάτων μὲν οὐκ ᾐδέσθη ψέγων ῥητορικὴν, ἧς ἴσως τι καὶ αὐτῷ μετῆν, ἡμεῖς δʼ αἰσχυνούμεθα ὑπὲρ ῥητορικῆς λέγοντες μή τις διʼ ἐκεῖνον ἀχθεσθείη. χωρὶς δὲ τούτων εἰ μὲν μηδὲν ἀντειπεῖν δεῖ, ἀλλʼ ἐρήμην ἑαλωκέναι καθάπερ ἐν δικαστηρίῳ, καὶ

将那些理应始终如一、由同等权能予以检验的言论,仅仅归之于过去的时间,这恰如有人硬说唯有最初降生的人才应当健康一样,而且他也看不到,这种评判和这种计虑首先对于他们所尊奉的那些人本身就是不利的。因为,如果必须屈从于时间并以此来衡量价值,那么如今所有人对他们的敬畏便再无立足之地。若是如此,在言论上胜出的就将是亚索斯、克里亚索斯、克罗托波斯、福罗纽斯,以及神话中的阿尔戈斯人,或是丢卡利翁,或是各处的其他人,如阿卡迪亚的吕卡翁和雅典的凯克洛普斯,而不是如今声名显赫的那些人;在各族之中胜出的也将是弗里吉亚人,我想这是凭着“贝科斯”的证据。我还略去了兼为男女之中最卓越者的卡莱西娅。若我们按此评判,就连科德罗斯也无缘分享这份尊荣,比起我所提及的那些人,他也不过是个孩童而非古人;照此一步步推下去,我们终将去探究在月亮出现之前是否有人存在。至于荷马、赫西俄德以及在我们时代被视为优胜者的人——如果你愿意,还有柏拉图、德摩斯梯尼以及稍早于他们的人——即使在无尽的时间里,也休想享有同样的声誉,因为先于他们的时间总是与他们等量齐进。但若人人都清楚地看到,这些人之所以掩盖了前人的光芒,是因为他们凭借天赋和才能超越了前辈,那么把后世之人一概排斥在外便是不近情理的,而不相信生活在当世的人也能对所论及的问题贡献见解,同样是不公正的;相反,正如所见,我们理应从自己所尊崇的那些人那里,早已明白予以接纳并加以留意会有多大的差别。 因此,对所有的古人或许理应敬重,但绝不该畏缩葸葸,除非应当显得尊崇因言论而得名的人,甚于尊崇言论本身。如果对别人应当持有这种见解,那么对柏拉图也应当如此,对此我无需别的见证人;他自己就足够了,这不仅因为他在各处高呼并告诫人们切勿将任何事物置于真理之上,而且也凭着这个简短的例证:因为如果他在许多事情上指责远在他之前的荷马,却并未被剥夺发言权,反倒对那些愤愤不平者有所交代,那么看来按照柏拉图本人以及赞美他并免除他一切过咎的人的原则,即便另有他人似乎说了与他相左的话,人们也完全可以敢于倾听,绝不应以此为罪名,除非他在关乎事实本身的论辩中落了下风。那么,且让我们来考察他在设定高尔吉亚与苏格拉底在雅典会集时,以超出必要的争强好胜之心就修辞术所说的话,并阐明其究竟如何。因为,如果他公开出面进行谴责,却在某种程度上并没有剥夺修辞术为自身辩护的言论,反而至少在对话的形式中允许两三个人进行反驳;而我们这些有能力且决意全面予以援助的人,竟不敢挺身而出,就仿佛只应当对柏拉图说出他自己愿意对自己说出的那么多反驳之词一样——这岂非荒谬可怖?在我看来这更是匪夷所思:柏拉图自己或许也分有几分修辞术,却毫不羞于指责修辞术,而我们为修辞术辩护,却因唯恐有人因他而不悦而感到羞愧。除此之外,如果人们根本不准反驳,而是必须像在法庭上那样被缺席判决,那么……

语法注3 条
  1. 3δεῖ λόγους, τῷ παρελθόντι χρόνῳ μόνῳ προσθεῖναι

    名词 λόγους 被前文关系从句(οὓς δὲ ... ἐξετάζειν δεῖ λόγους)前置吸收,作为不定式 προσθεῖναι 的宾语,延续上一段中由 πῶς οὐκ ἀλογία πολλὴ(或 ἄτοπον)所管辖的带宾格的不定式结构,意为“[岂非荒谬:]将言论……仅仅归之于过去的时间”。

  2. 3παῖς οἷς εἶπον συμβάλλειν

    不定式 συμβάλλειν 为限制性/说明性不定式(即“相较于……而言乃是一孩童”)。οἷς εἶπον 是 τούτοις οὓς εἶπον 的缩略形式(关系代词受先行词与格牵引),作为 συμβάλλειν(“与……相较”)所要求的与格补足语。

  3. 4μή που τοῦτʼ ἔγκλημα ποιουμένους, ἀλλʼ ἐὰν τοῖς περὶ τῶν πραγμάτων λόγοις ἀπολειφθῇ

    此处对比的两个条件以前后不对称的句式连接:前半句采用带否定词 μή 的条件分词结构(μή που τοῦτʼ ἔγκλημα ποιουμένους,“绝不以此本身为罪状”),后半句则转换为明确的条件从句(ἀλλʼ ἐὰν ... ἀπολειφθῇ,“唯有当他在关乎事实的论证上有所欠缺时”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0284.tlg045.humanitext-grc2:3-4