← 阿里斯·台德斯

致柏拉图:为雄辩术辩护

§47-48

说服的本质与修辞术保护弱者的起源

作者抓住柏拉图将修辞术定义为“说服的工匠”这一点,指出顺应迎合大众便不可能构成真正的说服,从而揭示出柏拉图自相矛盾之处以反驳其批评。随后他展开修辞术的起源论,阐明修辞术是为遏制强暴、保护弱者并防止人类自相毁灭而创立的不可或缺的救方。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§47

δημιουργὸν τὴν ῥητορικήν· εἰ δὲ πιστευτικῆς ἢ διδασκαλικῆς οὐ διαφέρομαι τὰ νῦν εἶναι,1 ἀλλʼ οὖν τό γε πείθειν αὐτῷ προστίθησιν. ὅτε τοίνυν τὸ πείθειν ἐστὶ τῆς ῥητορικῆς, οὐ λέγουσι τὰ δοκοῦντα τοῖς πολλοῖς οἱ ῥήτορες. εἰ γὰρ τὰ δοκοῦντα λέγουσιν, οὐ πείθουσιν· οὐδεὶς γὰρ ἐφʼ αὑτοῦ γιγνώσκων ἑτέρῳ περὶ τούτου πείθεται. ἀλλὰ τούτῳ κεχώρισται τό τʼ ἐφʼ αὑτοῦ βεβουλεῦσθαι καὶ τὸ πεισθῆναι. ἀλλʼ εἰ καὶ τοῦτʼ ἄρα εἰπεῖν δεῖ, αὑτοῖς, οὐ τοῖς ῥήτορσι πείθονται οἱ τὰ δοκοῦντα αὑτοῖς ποιοῦντες. πείθει δὲ οὐδεὶς ὅστις μὴ τὴν αὑτοῦ γνώμην εἰπὼν ἐνίκησεν. ὥστʼ αὐτὸ τοὐναντίον τῷ Πλάτωνος λόγῳ συμβαίνει, εἰ τὰ τοῖς πολλοῖς δοκοῦντα λέγουσιν οἱ ῥήτορες. ἃ γὰρ οἱ βουλόμενοι λέγουσι, ταῦτα πείθονται λέγειν. οὐκοῦν εἰ μὲν ἡ ῥητορικὴ πειθοῦς δημιουργὸς καὶ τὸ πείθειν τῶν ῥητόρων, οὐ κολακεύουσιν οἱ ῥήτορες· οὐ γὰρ διακονοῦσι τοῖς πολλοῖς, ἀλλὰ πείθουσιν· εἰ δʼ οἱ ῥήτορες τὰ δοκοῦντα λέγουσι τοῖς πολλοῖς, οὐ δημιουργὸς ἡ ῥητορικὴ πειθοῦς· πειθομένους γὰρ τοῖς πολλοῖς, ἀλλʼ οὐ πείθοντας παρέχεται. πρὸς ταῦτα ἑλοῦ ὁποτέρωθι τὸ ψεῦδος. Πλάτων γὰρ ἡμῖν ἐλέγχει Πλάτωνα, καὶ τὸ κάλλιστον, οὐ πόρρωθεν, ἀλλʼ ἐκ τῶν αὐτῶν καὶ τοῖς αὐτοῖς λόγοις ἀναμίξ. ὡς τοίνυν οὔτʼ ἄλογον ἡ ῥητορικὴ οὔθʼ οἷον, ὡς οὑτωσὶ φάναι, στοχάζεσθαι, οὐδʼ, εἰ μετέχει τέχνης, εὕρημα ποιεῖσθαι, οὐδὲ μεθʼ ὧν ἀρτίως διεξῄειν τεχνῶν εἶναι τῶν πολλῶν, ἀλλὰ καὶ πλεῖστον λόγου μετέχον, μᾶλλον δὲ ἅπαν ἐν λόγοις, καὶ μέγιστον καὶ πρῶτον τῶν ἐν ἀνθρώποις καὶ τελεώτατον καὶ πέρας, εἰ οἷόν τʼ εἰπεῖν, εὐχῆς ἄξιον δεῖξαι.2 γνοίη δʼ ἄν τις εἰ σκέψαιτο τὴν φύσιν αὐτῆς καὶ ὑπὲρ τίνων καὶ πηλίκων τὸ κατʼ ἀρχὰς εὑρέθη καὶ τί πράττει καὶ ποιεῖ διὰ τέλους. οἶμαι τοίνυν ἅπαντας ἂν οἷς δυνατὸν συμφῆσαι τὸ μὴ κατὰ ταὐτὰ φῦναι τοὺς ἀνθρώπους, ἀλλὰ δυοῖν μερίδοιν τὴν μὲν οἵαν βιάζεσθαι καὶ πλεονεκτεῖν εἶναι,3 ἣν τῶν κρειττόνων τις ἂν εἴποι, λέγω δʼ οὐκ ἀρετῇ βελτιόνων, ἀλλʼ ἰσχυροτέρων, τὴν δʼ οἵαν ἐλαττοῦσθαι καὶ παρὰ γνώμην συγχωρεῖν ἀπορίᾳ τοῦ κωλύειν, ἣν τῶν ἀσθενεστέρων οὖσαν γιγνώσκομεν. τοῦτʼ οὖν εἶναι τὸ ποιῆσαν εὑρεῖν τι τοιοῦτον ἀνθρώπους ὑπὲρ αὑτῶν, ἢ θεούς γε ὑπὲρ τῶν ἀνθρώπων, ὃ τὴν μὲν ἰσχὺν ἐπισχήσει, τοῦ δὲ ἴσου καὶ δικαίου πᾶσιν ὥσπερ ἐνέχυρον γενήσεται ταυτὸν τοῖς τε πολλοῖς συμφέρον καὶ τοῖς πρὸς τὸ βιάζεσθαι πεφυκόσιν αὐτοῖς. οὐδὲ γὰρ ἐκεῖνοι ἔμελλον ἐκφεύξεσθαι τῶν ἀδίκων καὶ κακῶν ἔργων τἀπίχειρα, ἀλλὰ τῶν ἀσθενεστάτων πρώτων ἀναιρεθέντων ἄλλων ὑπʼ ἄλλων κατὰ μικρὸν, οὕτως ἀεὶ τῶν λοιπῶν ὑπεξαιρουμένων ἔμενε τελευτῶντας αὐτοὺς ἐφʼ ἑαυτοὺς ἐλθεῖν,4 ὥσπερ φασὶ τοὺς σπαρτοὺς, εἰ ἄρα καὶ ὁ μῦθος τοῦτο αἰνίττεται. ἐμοὶ μὲν γὰρ, εἴ τι δεῖ καὶ παραβῆναι, θαυμαστῶς δοκεῖ τοῦτο βούλεσθαι δηλοῦν. πεποίηκέ γε τὴν ἀρχὴν αὐτοῖς τῆς γενέσεως ἐκ δράκοντος ὀδόντων, αὐτοὺς δʼ ἀναβῆναί φησι τοὺς ἄνδρας ἐνόπλους, Ἄρει δὲ ἀνθʼ Ἑρμοῦ μελῆσαι τοῦ θέρους. ὅπερ οὖν ἔφην, οὐδʼ αὐτοῖς τοῖς ὑπερέχουσι ταῖς δυνάμεσιν εἰς τέλος λυσιτελήσειν ἔμελλεν ἡ δοκοῦσα κατʼ ἀρχὰς εὐτυχία, ἀλλʼ ὑφʼ οὗ καὶ κρείττους ἦσαν, μᾶλλον δʼ ᾤοντο εἶναι, ὑπὸ τούτου κατελείπετο αὐτοῖς ἀπολωλέναι, ὥστʼ ἔρρειν κομιδῆ τὰ πάντων ἀνθρώπων. ἔδει δή τι κοινὸν εὑρεθῆναι φάρμακον τῷ γένει ταυτὸν ἅπασι συμφέρον, τοῖς ἰσχυροῖς, τοῖς ἥττοσι, τοῖς ἐπιεικέσιν· ὡς τοὺς μὲν ἢ κωλῦσαι πρὸ τῶν ἀδικημάτων,

修辞术是说服的工匠;至于它是提供信念的还是传授知识的,我暂且不作争辩,但他无论如何把‘说服’归属于它。既然说服属于修辞术,那么演说家们便绝非在讲顺应大众心意之言。因为假使他们顺应大众的心意而言,他们就没有在说服;因为凡是自行做出判断的人,在这一事上绝不会被他人说服。相反,自行决断与受人说服正是以此得以区分的。而且,假使连这一点也必须说出的话:那些依照自己心意行事的人,是被自己而非被演说家所说服的。除非一个人道出自己的见解并取得胜利,否则他没有说服任何人。因此,假使演说家们顺应大众的心意而言,其结果恰好与柏拉图的论调完全相反:因为有所意愿者所说的言论,正是演说家们受其说服而发表的言论。所以,如果修辞术是说服的工匠,而说服属于演说家,那么演说家就没有在谄媚奉承;因为他们并非服侍大众,而是在说服大众;但如果演说家们讲的是顺应大众心意之言,修辞术就绝非说服的工匠;因为它所造就的乃是被大众说服之人,而非说服大众之人。面对这些,你且选择虚妄究竟在何方吧!因为柏拉图在我们面前驳倒了柏拉图自己,而且最为绝妙的是,这并非来自遥远的别处,而是出自同一些前提,并交织在完全相同的论辩之中。 因此,值得表明的是:修辞术既非缺乏理性,亦非可以说是妄加揣测之物;亦非倘若分有技艺便视之为意外收获之物,更不属于我方才所列举的大多数凡俗技艺,而是最大限度地分有理性与言辞,或者不如说其全貌皆在言辞之中,它是人类事务中最伟大、最首要、最完备之物,若可以这样说的话,它乃是人类祈愿的终极顶点。若有人考察它的本性,审视它最初是为了何等重大之事而被发明,以及它始终在践行和成就着什么,便能认识到这一点。我认为,凡有识之士皆会赞同:人类并非生而具有相同的禀赋,而是分为两个部分:其一倾向于施暴与巧取豪夺——人们或可称之为强者的部分,但我所指的并非德性上的优越者,而是腕力上的强横者;其二倾向于遭受克扣并在缺乏阻止手段时被迫让步,我们皆知这属于弱者的部分。因此,正是这一处境促使人类为自身、或诸神为人类发明了这样一种造物:它将遏制强暴,成为所有人平等与正义的抵押担保,并同样有益于大众以及那些天生好斗之人本身。因为即便那些强横之人,最终也注定无法逃脱不义与恶行的报应;相反,在最孱弱者首先被众人渐次消灭之后,随着其余之人亦如此不断被排除,最终等待他们的只能是同室操戈、自相残杀,正如人们传说中的地生人一样——倘若神话确实是在暗示这一点的话。就我而言,假使允许稍作旁枝末节的引申,这神话似乎极妙地意在揭示此理:它将他们的诞生起源归于毒龙的牙齿,称那些男子全副武装破土而出,并且负责这场收获的乃是阿瑞斯而非赫尔墨斯。因此正如我所说,即便对于那些力量占优者而言,起初看似的幸运最终也绝不可能带来益处;相反,他们赖以居于优势、或者不如说他们自以为居于优势的凭借本身,反倒注定成为毁灭他们的根源,以至于全人类的命运都将彻底走向覆亡。因此,必须为人类发明一种共同的解药,对所有人皆同等有益——无论是强者、弱者还是温良之士:以便在强者犯下罪行之前加以阻止……

语法注4 条
  1. 47τὰ νῦν εἶναι

    由宾格短语 τὰ νῦν 加上不定式 εἶναι 构成的绝对副词性惯用结构,意为“就目前而言”或“暂且”,在此起限制性修饰作用。

  2. 47ὡς τοίνυν οὔτʼ ἄλογον ἡ ῥητορικὴ ... ἄξιον δεῖξαι

    整个长句的核心骨架是非人称主句 ἄξιον [ἐστί] δεῖξαι(“……是值得表明的”),它统摄由连词 ὡς(“表明……这一事实”)引导的宾语从句。在 ὡς 从句内部,以 ἡ ῥητορική 为主语,先由一系列并列否定(οὔτε ... οὔτε ... οὐδέ ... οὐδέ ...)铺陈,随后通过强转折词 ἀλλά 引出肯定陈述,并连用多个表语形容词与分词(μετέχον, μέγιστον, πρῶτον, τελεώτατον, πέρας)。

  3. 48δυοῖν μερίδοιν τὴν μὲν οἵαν βιάζεσθαι καὶ πλεονεκτεῖν εἶναι

    δυοῖν μερίδοιν 是双数属格,作表示整体的部分属格;随后的 τὴν μὲν ... τὴν δέ 则以宾格形式承接(作整体与部分的同位语,或作为不定式 εἶναι 的主语)。句中的 οἵαν βιάζεσθαι ... εἶναι 属于表示性质或倾向的 οἷος + 不定式结构(“具有施暴倾向的性质”)。

  4. 48ἔμενε τελευτῶντας αὐτοὺς ἐφʼ ἑαυτοὺς ἐλθεῖν

    未完成过去时动词 ἔμενε 作非人称用法(或以命运、事态为潜在主语),意为“等待着他们的是……”或“注定要……”,后接宾格加不定式结构 αὐτοὺς ... ἐλθεῖν,现在分词 τελευτῶντας 与 αὐτούς 保持性数格一致(意为“最终自相残杀”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0284.tlg045.humanitext-grc2:47-48