← 阿里斯·台德斯

致柏拉图:为雄辩术辩护

§45-46

领袖的统领地位与迎合大众的不可能性

作者借舵手与水手等比喻论证了领袖引导大众的自然本性,并指出大众的欲望四分五裂且瞬息万变,因此演说家去顺从和迎合大众在逻辑与现实中皆绝无可能。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§45

ἀλλʼ οὐχ ὑποβάλλουσί γε αὐτῷ τὰ ἐνδόσιμα οἱ χορευταὶ, οὐδʼ ὅπως ἂν ἐκεῖνοι κελεύωσιν, οὕτω προσάγει τὸ μέλος καὶ τὸν ῥυθμὸν, οὐδὲ τί χρὴ διδάσκειν αὐτοὺς παρʼ ἐκείνων μανθάνει, οὐ μᾶλλόν γε ἢ παρὰ τῶν ναυτῶν ὁ κυβερνήτης μανθάνει τί χρὴ πράττειν. ἀλλʼ ἀκούουσι μὲν οἱ ναῦται ἃ προστάττει, λέγει δὲ ὁ κυβερνήτης οὐκ εἴ τι καὶ δοκοῦν τοῖς ναύταις, ἀλλʼ οὖν αὐτὸς ὢν κύριος ἐν τῇ νηὶ τῶν ναυτῶν. πανταχοῦ πάντʼ ἐστὶ πρὸς τοὺς ἡγεμόνας, καὶ τὰ τούτων ἡγεῖται βουλήματα. ἕπεται δὲ τὰ μὲν ἑκουσίως, τὰ δὲ ἀκουσίως τὰ τῶν πολλῶν. κορυφαῖος χοροῦ, ναυτῶν κυβερνήτης, στρατιωτῶν στρατηγὸς, δήμου ῥήτωρ ἡγεῖται. πάντες μὲν οὖν ἄρχοντες φύσει κρείττους τῶν ὑφʼ αὑτοῖς· εἰ δέ τις μετʼ ἐξουσίας καὶ χαρίζεται, πείθων, οὐκ ἀναγκάζων, καὶ πρὸς τῷ σώζειν τὴν ἑαυτοῦ τάξιν στοχάζεται καὶ τῆς ἐπιθυμίας τῶν ὑφʼ αὑτῷ, οὗτος ἐκεῖνός ἐστιν ὁ τῷ ὄντι πολιτικὸς καὶ ὃν Ὅμηρος ἔφη πατέρα ὣς ἤπιον εἶναι. οἶμαι δὲ τὸν αὐτὸν καὶ ῥήτορα ἄριστον πεποίηκεν, ᾧ τοῦτο ἀνέθηκε. μὴ δὴ τοῦτο λέγε ὡς ὄνειδος κατὰ τῶν ῥητόρων εἰ χαρίζονται, ἀλλʼ εἰ μετὰ τοῦ βελτίστου καὶ τῆς χάριτος στοχάζονται. καὶ κατὰ τοῦτʼ ἀπόδος τῇ ῥητορικῇ τὴν πρέπουσαν εὐφημίαν, ἵνα τοῖς ὁμοίοις αὐτὴν ἀμειβόμενος φανείης. εἰ δὲ λέγεις ὡς ἁπλῶς χαρίζονται καὶ δουλεύουσι ταῖς ἐπιθυμίαις, τίς ἡ πίστις; ἐγὼ μὲν γὰρ παρʼ αὐτῶν τῶν πραγμάτων τὴν ἑτέραν παρέχομαι. εἰ γὰρ μήθʼ ὑπὸ τῶν δήμων ἔμελλον οὕτω γε θαυμασθήσεσθαι μήθʼ ὑπὸ τῶν ἰδιωτῶν μήθʼ ὑπὸ τῶν πολιτῶν μήθʼ ὑπὸ τῶν ξένων μήτʼ αὐτοὶ μηδαμῶς ἅπερ νυνὶ σεμνύνεσθαι, συνελόντι δʼ εἰπεῖν, εἰ μήτʼ εὐδοξήσειν1 μήτε χρηματιεῖσθαι μήτε ἰσχύσειν μήτε ἐρεῖν, πῶς ἐγχωρεῖ τοιαύτην αἰτίαν κατʼ αὐτῶν παραδέξασθαι, διʼ ἧς ταῦτʼ ἀπήντησεν ἄν; ἔτι τοίνυν καὶ ὅλως ἀδύνατα ἐγκέκληκεν. ἴσως μὲν γὰρ οὐδὲ τοῖς ἱπποκενταύροις χαρίσασθαι ῥᾴδιον, εἴ τις ἐδημηγόρει παρʼ αὐτοῖς, οὐχ ὅτι κοινῇ λέγω πᾶσιν, ἀλλʼ οὐδὲ καθʼ ἕνα2 οἶμαι, εἴπερ ἦσαν διπλοῖ τὴν φύσιν· δήμου δὲ βουλήματα γνῶναι καὶ θεραπεῦσαι διὰ τέλους τίς μηχανή; καὶ ποῦ δυνατόν; οὐδεὶς γάρ ἐστιν εἷς δῆμος, οὐδὲ μιᾶς ἐπιθυμίας, οἶμαι δʼ οὐδʼ ἔσται· ἀλλʼ ὥσπερ ῥεύματα ἄλλος ἀλλαχόθεν φέρονται τοῖς πᾶσι μεμερισμένοι, ταῖς ἡλικίαις, τοῖς ἐπιτηδεύμασι, ταῖς φύσεσι, τῇ τύχῃ, ταῖς ἐπιθυμίαις, ἄλλος ἄλλα γιγνώσκων, εἴ γε γιγνώσκειν χρὴ καλεῖν τὸ μηδʼ ὁτιοῦν εἰδέναι περὶ τῆς ἀληθείας. καὶ νὴ Δίʼ οἱ μὲν νυνὶ πάρεισιν, οἱ δʼ αὖθις ὥσπερ τὰ φύλλα δοκεῖ μὲν εἶναι ταὐτὰ καὶ τῶν αὐτῶν δένδρων, ἔστι δʼ οὐδέποτε ἃ πρὸ τοῦ. ποίαις οὖν ἐπιθυμίαις ὁ ῥήτωρ μέλλει δουλεύσειν, ἢ τὰ τίσι δοκοῦντα ἐρεῖν, ἢ τίνων στοχάσεσθαι, οἵ γʼ οὕτως ἀτόπως ἔχουσιν, ὥστʼ οὐδʼ αὐτοὶ γνῶναι δύνανται τί βούλονται; ἀλλὰ τοσοῦτʼ ἀπέχουσι τοῦ ταὐτὰ φρονεῖν ἀλλήλοις ὥστʼ οὐδεὶς αὐτῶν ὡς ἔπος εἰπεῖν αὐτὸς αὑτῷ περὶ τῶν αὐτῶν ταὐτὰ φρονεῖ διὰ τέλους, ἀλλὰ πάντες ὥσπερ χειραγωγοῦ τοῦ ῥήτορος χρώμενοι ἀεὶ δέονται. εἰς τίνας οὖν εἰπέ μοι βλέψει; πάλιν γὰρ ταυτὸν ἐρήσομαι. καὶ πῶς διακονήσεται ταῖς ἐπιθυμίαις; ὅταν γὰρ δέῃ μὲν διακονεῖν πολλοῖς, οὗτοι δʼ ὦσι μὴ κατὰ ταὐτὰ γιγνώσκοντες, πᾶσι δὲ ἀμήχανον ἐκ τῶν αὐτῶν ταὐτὰ χαρίζεσθαι, πῶς ὁ ῥήτωρ θεραπεύσει τὰς ἐπιθυμίας αὐτῶν; ἅμα γὰρ χαριεῖται τοῖς ἑτέροις καὶ τοὺς ἑτέρους ἀνιάσει. ὥστε οὐ μᾶλλον πρὸς ἡδονὴν ἢ πρὸς ἀηδίαν ἐρεῖ. πῶς οὖν καλεῖς διακόνους τούτους; οὐ γὰρ ἐγχωρεῖ. ὅτι τοίνυν αὐτὸς Πλάτων ὡμολόγηκε μὴ τὰ δοκοῦντα τοῖς πολλοῖς λέγειν τοὺς ῥήτορας ἔξεστιν ἴσως εἰπεῖν τοῦτό γε ὡς κἂν παῖς προσέχων φωράσειεν, ἵνα μὴ ἐλέγξειε λέγω.3 δίδωσι γὰρ δή που τοσοῦτον, πειθοῦς εἶναι

然而,绝非歌队队员为领队起调,领队也绝非按照他们的吩咐来安排曲调与节拍,他更不会向他们学习自己应当教导他们什么,正如舵手绝不会向水手学习自己应当做什么一样。相反,水手听从舵手的吩咐,舵手发号施令绝非顺从水手的想法,而是在船上作为水手的主宰行事。在任何地方,万事皆以领袖为归依,领袖的意愿引领一切;而大众的意愿则部分自愿、部分不情愿地尾随其后。歌队队长指引歌队,舵手指引水手,将领指引士卒,演说家指引民众。因此,一切统治者在天性上皆优越于受其统治者;但若有人在执掌权柄的同时,凭说服而非强迫来施予体恤,并在维系自身秩序的同时亦体察属下的愿望,那么此人便是荷马所称赞的‘仁慈如父’的真正政治家。我认为,荷马赋予这一美德之人,亦被塑造为最卓越的演说家。因此,绝不要把演说家施予体恤当作罪名来谴责,而应看他们是否将至善之举与体恤之心兼收并蓄。基于这一点,请赋予修辞术以应有的赞誉,使你显得能以同等之道回报它。然而,如果你声称他们只是单纯逢迎谄媚并沦为欲望的奴隶,那么证据何在?我倒是可以从事实本身提出相反的明证。假使演说家既不会受到平民、私人、公民或外邦人这般的景仰,自己也绝不可能像如今这般自豪——简言之,若既不能赢得声誉,又不能获取财富,既不能掌握权势,甚至连演说的机会都没有——那么,如何能接受对他们施加那等足以招致上述后果的指控呢? 再者,他所提出的这项控告根本就是绝无可能的。因为设若有人在半人马面前演说,恐怕连取悦他们也非易事——我且不说取悦全体,我想就连取悦他们当中的任何一个个体都不可能,倘若他们具有双重本性的话。然而,究竟有何种伎俩能够彻底洞悉并始终迎合民众的意愿?这又怎能办得到?因为绝不存在单一体的民众,亦无统一的欲望,我想将来也绝不会有;他们如湍流般从各方奔涌汇聚,在各个方面皆分化割裂:年龄、生计、本性、际遇、欲望,人人所见各异——倘若对于真理一无所知的状态亦可称作‘所见’的话。凭宙斯起誓,有些人此刻在场,另一些人又如树叶般相继更替:它们看似雷同且生于同一树木,却绝不再是先前的那批叶子。那么演说家究竟要沦为何种欲望的奴隶,发表符合谁之心意的言论,或者去揣摩谁的心思呢?这些人自身尚且处于如此荒谬的境地,甚至根本不知自己所求为何!他们彼此间不仅毫无一致的见解,甚至可以说没有一个人能自始至终在同一事物上与自己保持相同的见解,反而所有人都时刻需要演说家,视其为引路人。那么请告诉我,他到底该看谁的脸色?我还是要再问同样的问题。他又当如何伺候这诸般欲望?因为当他必须为众人效劳,而众人又各执己见,不可能凭同样的举措取悦所有人时,演说家又怎能迎合他们的欲望呢?因为他在取悦一部分人的同时,必然会触怒另一部分人。如此一来,他的言说带来不快的程度绝不下于带来愉悦的程度。既然如此,你又怎能称他们为奴仆?这根本是说不通的。此外,关于柏拉图自己亦已承认演说家并非在讲顺应大众心意之言,这甚至可以说是一个细心留意的孩童也能识破的——我且不说能够彻底驳倒。因为他毕竟承认了这一点:〔它〕属于说服……

语法注3 条
  1. 45συνελόντι δʼ εἰπεῖν, εἰ μήτʼ εὐδοξήσειν

    在以关系与格(表示判断者或说话人)构成的习语 συνελόντι εἰπεῖν(“简言之”)之后承接条件从句。该从句延续前文 εἰ γὰρ μήθʼ ὑπὸ τῶν δήμων ἔμελλον... 的与事实相反的假设语意,统领一系列将来时不定式(εὐδοξήσειν、χρηματιεῖσθαι、ἰσχύσειν、ἐρεῖν)。主句 πῶς ἐγχωρεῖ... διʼ ἧς ταῦτʼ ἀπήντησεν ἄν 则为带有与事实相反推论力量的反问句:“怎能接受一项原本会导致这些结果的指控?”

  2. 46οὐχ ὅτι κοινῇ λέγω πᾶσιν, ἀλλʼ οὐδὲ καθʼ ἕνα

    结构 οὐχ ὅτι... ἀλλʼ οὐδέ 是表示“不仅……甚至不……”或“且不说……连……都不……”的惯用句式(源于省略的 οὐ λέγω ὅτι)。此处意为“且不说让全体大众共同得到取悦,就连其中的任何单一个体都无法取悦”。

  3. 46ἵνα μὴ ἐλέγξειε λέγω

    此为限制性的插入语,意为“且不说能驳倒他”或“更不用说彻底反驳了”。这是常见惯用语 ἵνα μὴ λέγω(“且不说/免得我说”)的变体,从属从句中的希求法动词 ἐλέγξειε 潜在地充当 λέγω 所指涉的言说内容(即“可能予以驳倒”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0284.tlg045.humanitext-grc2:45-46