- 底本
- Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0284.tlg045.humanitext-grc2:43-44
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者援引危难之人求助演说家的事实以及德摩斯梯尼的范例反驳柏拉图,指出演说家绝非迎合大众,而是洞察事理的本性以指引和教化民众。
δὲ ἃ δοκοίη τοῖς ἀκροωμένοις, ταῦτʼ ἔργον ἐπεποίηντο λέγειν οἱ ῥήτορες καὶ ταῦτʼ ἐπηῦξον, Ἡράκλεις, ἦν αὐτῷ οἴκοθεν φέρειν τὸν ὄλεθρον, εἴ τις ἦγε1 ῥήτορα πρὸς τοιοῦτον πρᾶγμα ὥσπερ ἂν εἴ τις αὑτῷ τὸν δήμιον συνεισῆγεν. ἆρʼ οὖν ταῦθʼ οὕτως ἔχει καὶ οἱ μάλιστα ἀποθανεῖσθαι προσδοκῶντες καὶ οἷς πλεῖστος ἔπεστι φόβος μὴ τῶν ἴσων τεύξεσθαι, οὗτοι καὶ διαφερόντως ἀμελοῦσι τῶν ῥητόρων; οὐκ ἔστι ταῦτα. οὐχ οὕτω παράδοξα ἐρεῖ Πλάτων. ἀλλʼ ἐπὶ θύρας ἔρχονται, δέονται, προσκυλινδοῦνται, πάντων φάρμακον τὴν ῥητορικὴν εἶναι νομίζοντες, θανάτου, φυγῆς, αὐτῶν τῶν φόβων, δικαστῶν ὀργῆς, δήμου φιλονεικίας, πάντων. διὰ τί; ὅτι οὐ τὰ δοκοῦντα τοῖς καθημένοις ἴσασι λέγειν μελετῶντας τοὺς ῥήτορας, —οὐ γὰρ ἂν οὐδὲ αὐτὸ τοῦτʼ ἐνῆν λέγειν μελετᾶν αὐτοῖς, εἰ τοῦτο ἔμελλον2—ἀλλʼ ἴσασιν αὐτοὺς πόρρωθεν προσέχοντας τοῖς πράγμασι καὶ μελετῶντας λέγειν ὡς ἡ τῶν πραγμάτων τάξις ἀπαιτεῖ, καὶ τῆς τούτων φύσεως στοχαζομένους, οὐ τῆς τῶν ἀκροωμένων, εἰ δʼ ἄρα καὶ τῆς τῶν ἀκροωμένων, οὐχ ὥστε τὰς ἐκείνων ἐπιθυμίας θεραπεύειν, οὐδʼ ὅσα βουλομένοις ἐστὶν ἀκούειν λέγειν, ἀλλʼ ὅσα βέλτιον εἰπεῖν, ταῦτʼ εἰπόντας πεῖσαι δυνηθῆναι· ὥσπερ γε καὶ τοὺς ἰατροὺς στοχαζομένους ὁρῶμεν τῆς φύσεως τῶν σωμάτων, οὐ μὴν ὥστε χαρίζεσθαι ταῖς ἐπιθυμίαις ἁπλῶς, ἀλλʼ ὥστε τὸ βέλτιστον μὴ εἰκῆ προσενεγκεῖν, ἀλλʼ ὡς μάλιστʼ ἂν ὁ κάμνων παραδέξαιτο. ἄχρι τούτου φημὶ κἀγὼ τὸν ῥήτορα τῶν ἀκροωμένων στοχάζεσθαι, καὶ τοῦτό γε εἰ λέγεις, συγχωρῶ, ἀλλʼ οὐ δουλεύων οἶμαι τοῖς πλήθεσιν οὐδὲ ὑπὲρ τοῦ χαρίζεσθαι παρατηρεῖ τὰς φύσεις, ἀλλὰ τὸ τοῦ Δημοσθένους, ὅπως τὰ βέλτιστα εἰς δέον εἴποι.3 ἐγὼ δʼ οὐχ ὅ τι χρὴ λέγειν περὶ τῶν παρόντων ἀπορῶ φησὶν ἀλλʼ ὅντινα χρὴ τρόπον πρὸς ὑμᾶς περὶ αὐτῶν εἰπεῖν. εἶτα παρρησιάζεται, καὶ μάλα γε, ὡς ἐγᾦμαι, λαμπρῶς. πέπεισμαι γὰρ ἐξ ὧν παρὼν καὶ ἀκούων σύνοιδα τὰ πλείω τῶν πραγμάτων ὑμᾶς ἐκπεφευγέναι τῷ μὴ βούλεσθαι τὰ δέοντα ποιεῖν, οὐ τῷ μὴ συνιέναι. εἰ τοῦτʼ ἔστιν, ὦ Πλάτων, τὸ στοχάζεσθαι καὶ προσομιλεῖν τὰς φύσεις τηροῦντα, οὐκ ἐκφεύγομεν τὰς αἰτίας, πάντες ἐροῦσιν οἱ ῥήτορες. εἰ δʼ εἴκειν αὐτοὺς τοῖς πλήθεσι φῂς καὶ ποιεῖν τὰ κελευόμενα, ἀλλʼ οὐ κελεύειν, τὴν θεράπαιναν εἴληφας ἀντὶ τῆς δεσποίνης, καὶ τοὺς δημοσίους ψέγων δοκεῖς τοὺς ῥήτορας. ἀλλʼ οὔθʼ οἱ δημόσιοι μέγα φρονοῦσιν ἐφʼ ἑαυτοῖς, ὅτι δουλεύουσι τοῖς τῆς πόλεως βουλήμασι, καὶ τοῖς ῥήτορσι τοῦ φρονεῖν αὐτὸ τοῦτο αἴτιόν ἐστι τὸ μὴ τὰ δοκοῦντα τοῖς δήμοις λέγειν, ἀλλʼ ἃ δοκοῦσιν αὐτοὶ βέλτιστα εἶναι. εἰ δὲ ἦσαν διάκονοι τῆς τῶν ὄχλων ἐπιθυμίας καὶ τὰ δοκοῦντα τοῖς καθημένοις ἐδημηγόρουν, οὐδʼ ἂν παρρησιάσασθαί ποτʼ αὐτοῖς ἐξῆν, οὐχ ὅπως ὑπὲρ τοὺς ἄλλους φρονεῖν.4 ἀλλʼ οἶμαι συνίσασιν αὑτοῖς οὐ τὰς ἡδονὰς θεραπεύουσιν,5 ἀλλὰ τὰς ἐπιθυμίας σωφρονίζουσιν, οὐδʼ ὁρῶσιν εἰς τοὺς πολλοὺς, ἀλλὰ τοῖς πολλοῖς ὁρῶσιν εἰς τούτους, οὐδʼ ἀρχομένοις ὑπὸ τῶν ἰδιωτῶν, ἀλλʼ ἄρχουσιν αὐτοῖς τῶν πολλῶν· καὶ τὴν ἐπωνυμίαν διὰ τοῦτο εἰλήφασι παρʼ αὐτῶν ἀντʼ ἄλλου συμβόλου μαρτύριον τῆς ἐξουσίας, λέγω τὴν τῶν δημαγωγῶν, οὐκ ἐπειδήπερ ὑπὸ τῶν δήμων ἄγονται, ὦ πάντʼ ἄνω καὶ κάτω ποιῶν, ἀλλʼ ὅτι τοὺς δήμους ἄγουσιν· ὥσπερ γε δὴ καὶ τοὺς παιδαγωγοὺς, οἶμαι, καλοῦμεν, οὐκ ἐπειδήπερ ὑποπεπτώκασι τοῖς παισὶν, ἀλλʼ ὅτι αὐτοῖς ἡγοῦνται. ὅ τι γὰρ ἂν φαίης ἁρμόττει τὸ τοιοῦτον ἀκοῦσαι τῷ ῥήτορι, ἄρχων, προστάτης, διδάσκαλος, πάντα ταῦτʼ ἐστὶ τοῦ ῥήτορος τὰ ὀνόματα. ὅπερ γάρ εἰσι τοῖς παισὶν οἱ διδάσκαλοι, τοῦτο τοῖς δήμοις εἰσὶν οἱ ῥήτορες· δεικνύουσιν ἃ χρὴ πράττειν καὶ παιδεύουσι ταῖς γνώμαις καὶ τοῖς ψηφίσμασι. καὶ ἡ φύσις οὕτω ταῦτʼ ἔταξεν. οὐ δουλεύει ταῖς τῶν χορευτῶν ἐπιθυμίαις ὁ κορυφαῖος, ἀλλʼ εἴ τί που καὶ χαρίζεται, τὸ μηδὲν ἀπᾷσαι συμπαρατηρῶν τῷ χαρίζεσθαι.
然而,假使演说家们把顺从听众的心意当作自己的本职并助长这种倾向,凭赫拉克勒斯起誓,若有人带演说家去处理此类诉讼,那无异于自引灾祸,就如同把行刑人一同带进来一般。那么,事实难道果真如此,以至于那些最预料自己难逃一死、最深恐得不到公正对待的人,反而格外轻视演说家吗?绝非如此。柏拉图也不会说出这般荒谬的逆反之论。相反,他们登门造访、哀求、伏地叩拜,认为修辞术乃是万灵之药,能解救死亡、流放、这诸般恐惧、审判官的愤怒以及民众的意气用事,解救这一切。为何如此?因为他们深知,演说家们练习演说绝非为了迎合在座者的心意——因为倘若他们真打算如此,他们甚至根本不可能去练习这番说辞——而是深知他们早就高瞻远瞩地审度事态,并依循事态的条理所要求的那样练习演说,他们揣摩的是这些事务的本性,而非听众的本性;即便他们确实也揣摩听众的本性,那也绝非为了奉承其欲望,亦非为了说出其乐于听闻之词,而是为了说出理当言说的至善之言,并借此能够说服他们。正如我们看到医生揣摩身体的本性一样,这决不是为了单纯迎合病人的欲望,而是为了不盲目地施用最佳疗法,从而使患者最容易接受。就此而言,我也主张演说家当揣摩听众;假使你所指乃是此意,我自当赞同。但我认为,演说家观察众人的本性,绝非因屈从于大众,亦非为了奉承逢迎,而是如德摩斯梯尼所言,是为了适时说出最善之辞。 “就我而言,关于眼下的局势,我并非不知应当说些什么,”他说道,“而是苦于应当以何种方式向你们陈说。”随后他直言不讳,且在我看来,说得极为精彩: “因为我确信,从我亲临其境并耳闻目睹所深知的事实来看,你们大部分事务的丧失,乃是因为不愿去做该做之事,而非因为不明白该做之事。” 柏拉图啊,假使观照本性而揣摩交游便是如此,那么全体演说家都会说:“我们绝不逃避这番罪名。”但如果你声称他们屈从于大众、听命行事而非发号施令,那你便是错把女仆当成了女主,看似谴责演说家,实则只是在非难公奴。然而,公奴绝不会自视甚高,因为他们屈从于城邦的意志;而演说家之所以意气昂扬,正是因为他们不讲迎合民众心意之辞,而只讲自己认为至善之言。如果他们是大众欲望的仆从,逢迎在座者的心意来发表公众演说,他们甚至绝不可能有直言的自由,更谈不上自视凌驾于他人之上了。相反,我认为他们深知自己不是在奉迎享乐,而是在节制欲望;他们不是把目光投向大众,而是大众把目光投向他们;他们不是被平民所统治,而是由他们来统治大众;正因如此,他们从大众那里获得了这一称号,代替其他信物而作为权柄的明证——我指的乃是“平民领袖”这一称号;将一切颠倒是非的人啊,这绝非因为他们被民众牵引,而是因为他们在指引民众!正如我想我们之所以称其为“家庭教师”,绝非因为他们屈从于孩童,而是因为他们在引导孩童。因为无论你举出什么,演说家都适合冠以这类名号——统治者、庇护人、导师——这些全都是演说家的称呼。正如导师之于孩童,演说家之于民众亦是如此:他们指明应当行何事,并通过政见与法令教导众人。自然法则正是如此安排这一切的。歌队队长绝不屈从于队员的欲望,即便他在某些地方有所顺应,也会在顺应的同时密切留意绝不走调。
- 43ἦν αὐτῷ οἴκοθεν φέρειν τὸν ὄλεθρον, εἴ τις ἦγε
在非真实条件句的归结节中,表示必然或当为的动词未完成过去时直陈式(此处为 ἦν 搭配不定词)省略了 ἄν,与条件从句 εἴ τις ἦγε 搭配。其表明,假使演说家只会迎合听众的既成心意,那么带演说家出庭无异于自取灭亡。
- 43οὐ γὰρ ἂν οὐδὲ αὐτὸ τοῦτʼ ἐνῆν λέγειν μελετᾶν αὐτοῖς, εἰ τοῦτο ἔμελλον
此为插入句中的非真实条件句。ἐνῆν 搭配 ἄν 构成表示可能性的非人称归结节,支配主语不定词 μελετᾶν,后者又支配 λέγειν(“他们甚至不可能去练习言说此事”)。条件从句中的 ἔμελλον 则表示意图(“倘若他们真打算如此”)。
- 43τὸ τοῦ Δημοσθένους, ὅπως τὰ βέλτιστα εἰς δέον εἴποι
此处使用了惯用词组 τὸ τοῦ δεῖνος(“某人的名言/做法”),后接 ὅπως 引导的从句以引述并阐释其目的。希求式 εἴποι 承接历史时态的引述语境,表达目的(“以便适时说出最善之言”)。
- 44οὐδʼ ἂν παρρησιάσασθαί ποτʼ αὐτοῖς ἐξῆν, οὐχ ὅπως ὑπὲρ τοὺς ἄλλους φρονεῖν
成语 οὐχ ὅπως 在此意为“遑论……”或“……更谈不上”,用来强化语气:他们不仅绝不可能自视凌驾于他人之上,甚至连起码的直言权(παρρησιάζεσθαι)都不会被允许拥有。
- 44συνίσασιν αὑτοῖς οὐ τὰς ἡδονὰς θεραπεύουσιν
动词短语 σύνοιδα ἐμαυτῷ(“自觉到自身……”)搭配与反身代词 αὑτοῖς 性数格一致的与格分词(θεραπεύουσιν 以及随后的 σωφρονίζουσιν, ὁρῶσιν, ἄρχουσιν),作为补足成分,表达他们对自己行为实质的自知与自省。
