- 底本
- Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0284.tlg045.humanitext-grc2:41-42
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
阿里斯提德论证了修辞术如同统帅术一样是借助推测(στοχάζεσθαι)来指导实践的正当技艺,并通过演说家享有的城邦荣誉及其在外交与法庭中的实际作用,有力反驳了柏拉图关于演说家仅是逢迎大众的指责。
τῶν ὑπηρετῶν ἅττʼ ἂν εὑρίσκῃ βέλτιστα. ὥστε καὶ τὸν τῆς μαντικῆς ἐπέχει λόγον καὶ τὸν τῆς στρατηγικῆς, ἣν μηδὲν τῇ πολιτικῇ προσήκειν Πλάτων οὐκ ἐρεῖ.1 πῶς οὖν ῥητορικὴ πολιτικῆς μορίου εἴδωλον, εἰ μὴ οὕτως; ἀλλὰ μὴν οὕτω γε οὐκ εἴδωλον. εἶεν. αὐτοὶ δὲ οἱ στρατηγοὶ τί πράττουσιν, ὦ θαυμάσιε; οἶμαι μὲν οὐδὲν ἄλλο ἢ στοχάζονται οἵ γέ που βέλτιστοι καὶ φρονιμώτατοι καὶ τῆς τῶν πολεμίων διανοίας καὶ φύσεως τῶν σφετέρων στρατιωτῶν, καὶ τόπων γε οἶμαι καὶ καιρῶν. ἆρʼ οὖν τοῦ μηδενός εἰσιν ἄξιοι χρῆσθαι;2 οὐκ οἶμαί γε. ἀλλὰ μὴν εἰ διὰ τοσούτων γε ὧν εἶπον τεχνῶν—τὰς γὰρ πλείους ἀφίημι—τὸ στοχάζεσθαι φαίνεται τῶν ἔργων ἡγούμενον καὶ διὰ τούτου πάντα χωροῦντα, πῶς ἄξιον τούτῳ τὴν ῥητορικὴν ψέγειν; ἢ πῶς ὃ μόνον κοινόν ἐστι τῶν τεχνῶν ὡς εἰπεῖν, εἰς ἔλεγχον τοῦτο φέρειν, ὡς οὐ μετέχει ῥητορικὴ τέχνης; οὐδὲν γὰρ ἄλλο ἢ τοῖς συμβόλοις, διʼ ὧν ἔδει γνωρίσαι καὶ παραδέξασθαι, τούτοις διαφθείρειν αὐτήν ἐστιν, ὅταν ταῦτά τις ἐγχειρῇ λέγειν. οὐκοῦν οὐχ ὅτι στοχάζεται, διὰ τοῦτο οὐ μέτεστι τέχνης αὐτῇ, ἀλλʼ εἰ καὶ μὴ διʼ ἓν τῶν ἄλλων πάντων, διʼ ἓν τοῦτο μέτεστι τὸ στοχάζεσθαι, εἰ τοῦτʼ ἀληθὲς εἴρηκε Πλάτων ὅτι δὴ στοχάζοιτο. τί δὲ τἄλλα λέγοι τις ἂν, ἀλλʼ αὐτὴν τὴν πολυτίμητον εἴτʼ ἐπιστήμην εἴτε σοφίαν χρὴ προσειπεῖν, οὐκ αὐτὸς, ὦ πρὸς θεῶν, εἰκάζειν περὶ τῶν μεγίστων ὁμολογεῖς, ὅταν γέ που φῇς μὴ εἶναι διισχυρίσασθαι, ἀλλʼ ἀφίης τῷ θεῷ, τἀκριβὲς εὖ ποιῶν καὶ φιλοσοφῶν ὡς ἀληθῶς; ἀλλʼ ἐγὼ, τοῦτʼ εἰπέ μοι, πεισθῶ μηδὲν εἶναι τὸν Δία βελτίω τοῦ Σολέως σοφιστοῦ; ὦγαθὲ, σκόπει μὴ πάντα τἀνθρώπεια ὅσον εἰκάσαι ᾖ, ἡ δὲ ἐπιστήμη καθʼ Ὅμηρον ἐν Διὸς οὔδει μόνου. ὅτι τοίνυν ὅλως ἐστὶ σόφισμα τὸ φάσκειν τὰ δοκοῦντα τοῖς πλήθεσι ταῦτα συμβουλεύειν τοὺς ῥήτορας καὶ τούτου μόνου στοχάζεσθαι, εἰ καὶ μὴ παῖς ἐλέγξειεν, ἀλλʼ ὅστις γʼ εὖ φρονεῖ. ἐμοὶ μὲν γὰρ τοὐναντίον πᾶν φαίνεται, μήτʼ ἐν τῇ τῆς ῥητορικῆς φύσει πλεῖον εἶναι μηδὲν ἢ τὸ μὴ τὰ δοκοῦντα τοῖς πλήθεσιν εὐθὺς ἐᾶν γίγνεσθαι μήθʼ οἱ ῥήτορες ἄλλο τι μᾶλλον σκοπεῖν ἢ τὰ βέλτιστα, μήτε τοὺς δήμους αὐτοὺς τοῦτό γε ἐκφυγεῖν, ὡς οὐκ ἀμείνους σφῶν οἱ ῥήτορες λογίσασθαι περὶ τῶν πραγμάτων, καὶ πᾶσαν ὅλως τὴν τοῦ βίου σχέσιν καὶ τὴν τύχην· καὶ τοῦτʼ ἐξ αὐτῶν τῶν τιμῶν εἶναι δῆλον ὧν αὐτοῖς ἀπονέμουσιν. εἰ γὰρ ἦν ἀληθὲς τοῦτο, ὃ Πλάτων αἰτιᾶται, καὶ μὴ τοὺς δήμους ἦγον οἱ ῥήτορες, ἀλλʼ οὗτοι τῶν δήμων ἦσαν, πρῶτον μὲν τίς ἂν αὐτοῖς αἰδὼς καὶ τιμὴ παρὰ τῶν δήμων ἦν; ποῦ δʼ ἂν προεδρίας ἢ τῶν ὑπὲρ τοὺς πολλοὺς ἔτυχον; οὐδεὶς γὰρ τοὺς διακόνους ὡς κρείττους αὑτοῦ θαυμάζει, οὐδὲ οὗ πρότερος περὶ τῶν πραγμάτων ἐντεθύμηται, τούτῳ τὴν αὑτοῦ γνώμην προστίθησιν.3 ἔπειτα τίς ἢ κήρυξ ἢ πρεσβεία δεηθήσεσθαί ποτʼ ἔμελλεν ἀνδρὸς ῥήτορος, εἰ τὰ δοκοῦντα τοῖς πλήθεσι συμβουλεύειν τῶν ῥητόρων εἶναι κατεδέδεικτο; τίς γὰρ ἂν ἢ πόλις πέμπουσα τὸν τοῦ μηδενὸς ἄξιον θεραπεύειν εἵλετο, ἢ πρεσβευτὴς ἥκων προσῆλθεν ἄν ποτε τούτῳ τοῦ πεῖσαι χάριν τὸν δῆμον, εἰ τοῦ βίου κεφάλαιον ὂν ἠπίστατο ἅττʼ ἂν ὁ δῆμος βούλοιτο, ταῦτα συμβούλεσθαι, καὶ περιμένειν τὴν ἐκείνου φωνὴν, ὥσπερ τὴν τῶν διδασκάλων οἶμαι παῖδες; τοὐναντίον μέντἂν ἢ ἐπὶ τῶν χορῶν εἶχεν, εἰ μὴ οἱ πλείους ἔμελλον τὸν ῥήτορα ἀναμένειν, ἀλλʼ ὁ ῥήτωρ ἐπεῖχεν4 ἕως ἂν ὁ δῆμος ἐπισημήνῃ. τίς δʼ ἂν ἰδίαν ἢ δημοσίαν δίκην φεύγων διʼ ὅτου νικήσει τῶν ῥητόρων ἐζήτησεν, εἰ τὰ δοκοῦντα τοῖς δικασταῖς ταῦτʼ ἐρεῖν ἔμελλεν ὁ ῥήτωρ καὶ μηδʼ ὁτιοῦν ἕτερον; οὕτω μέντἂν οἱ μάλιστα κινδυνεύοντες καὶ περὶ τῶν μεγίστων ἀγωνιζόμενοι πλεῖστον ῥητόρων ἠμέλουν. εἰσὶ μὲν γὰρ οἱ μάλιστα δή που κινδυνεύοντες οἷς χαλεπῶς ἔχει τὰ τῶν ἀκροωμένων καὶ οἱ ταῖς διαβολαῖς προκατειλημμένοι. εἰ
……通过其下属,将自身所认定的最优方案付诸施行。因此,它兼具了预言术的领地与统帅术的领地,而统帅术与政治术绝非毫无干系,这一点连柏拉图也不会否认。那么,若非以此种方式,修辞术又何以成为政治术之一部分的幻象?然而,若依此种方式,它便绝非幻象。暂且不论这个。统帅们自己又在做些什么呢,我可敬的朋友?依我看,即便那些最优秀、最明智的统帅,所做的也无非是推测敌方的意图、己方士兵的秉性,以及地形与时机。难道他们就毫无被任用的价值吗?我断然不这么认为。然而,如果在如此多我所提及的技艺中——其余的大多数我还姑且略去不提——推测都被表明是统领其成就的要素,并且一切都借由它来推进,那么何以理当因这一点来谴责修辞术呢?或者,何以理当将技艺之间可以说唯一共通的这一要素,作为反驳的依据,声称修辞术与技艺无涉?因为当有人企图说出这番话时,无异于是用原本应当用来识别并接纳该技艺的标记,去摧毁它本身。因此,绝非因为修辞术进行推测,它就不具备技艺的性质;相反,即便不因其余一切要素,单凭推测这唯独的一点,它便分有了技艺,假使柏拉图所说的修辞术确在推测一语属实的话。何必再去谈论其他事物呢?对于那备受推崇之物本身,无论应当称之为知识还是智慧,凭诸神起誓,当你自己在某处声称无法作出断言而将确切之知留给神明、从而行事得当且真正践行哲学时,难道你自己不也承认它在最重大的事情上是在推测吗?请告诉我这一点:难道我要相信宙斯丝毫不比索利的智者更高明吗?朋友啊,请仔细想一想,是否凡人的一切事务都不过是推测的限度,而依荷马所言,确凿的知识独存在于宙斯的庭阶。 因此,断言演说家们只是逢迎大众的意向提出建议并以此为唯一目标,纯属诡辩;即便孩童无法予以驳斥,至少任何具有健全判断力的人都能予以驳斥。因为在我看来,情形全然相反:在修辞术的本性中,最重要的莫过于不让合乎大众心意之事立刻成为现实;演说家们除了追求最善之事以外别无所图;而民众自己也绝未忽视这一点,即演说家们在筹划事务乃至人生的整个境遇与命运方面远胜于他们自己;这一点从民众赋予演说家们的荣誉本身就昭然若揭。因为如果柏拉图所指责之事属实,演说家们并非领导民众而是依附于民众,那么首先,民众又怎会对他们怀有任何敬意与尊荣?他们又何以能获得前排贵宾座或凌驾于大众之上的特权?因为没有人会把仆从当作优于自己的人来崇敬,也没有人会把自己的判断托付给一个在其之后才对事态有所思虑的人。其次,若已确立演说家的职分只是迎合大众的意向建言献策,又有哪位使者或使节团曾会需要一位演说家呢?又有哪个派遣使节的城邦会选择去巴结一个毫无价值的人,或者抵达的使节为了说服民众又何曾会去求助于这样的人,假使他明知其人生的宗旨便是民众意欲何事便随之意欲何事,并且等待民众的声音,犹如孩童等待老师的声音一般?如果不是多数人等待演说家,而是演说家一直等待直到民众发出信号,那情况岂非与歌队的情形截然相反了?又有哪个在私人或公共诉讼中受审的人会去寻觅依靠哪位演说家来获胜,倘若演说家所要说的无非是审判官们心里所想之事而绝无其他?果真如此,那些身处最大危险、为最重大之事抗争的人,理应最彻底地无视演说家。因为身处最大危险之中的人,无疑正是听众对其态度严苛、且预先为诽谤所困的人。如果……
- 41ἣν μηδὲν τῇ πολιτικῇ προσήκειν Πλάτων οὐκ ἐρεῖ
由双重否定(μηδὲν … οὐκ ἐρεῖ)构成强烈的肯定语气,意为“柏拉图也不会说它与……毫无干系”。关系代词 ἣν 先行词为前文的 στρατηγική,并在与不定词 προσήκειν 构成的“宾格加不定词”结构中充当逻辑主语。
- 41ἆρʼ οὖν τοῦ μηδενός εἰσιν ἄξιοι χρῆσθαι
τοῦ μηδενός 为表示价值的属格,与 ἄξιοι 连用表示“毫无价值”。不定词 χρῆσθαι 为说明性(解释性)不定词,用于限定形容词 ἄξιοι,意为“在任用/使用方面不值一文”。
- 42οὐδὲ οὗ πρότερος περὶ τῶν πραγμάτων ἐντεθύμηται, τούτῳ τὴν αὑτοῦ γνώμην προστίθησιν
关系从句 οὗ πρότερος … ἐντεθύμηται 倒置于其所修饰的指示代词 τούτῳ(与格)之前。关系代词 οὗ 是由比较级形容词 πρότερος 所支配的比较属格,意为“比某人先思考”,整句指“没有人会把自己的判断交付给一个比自己更晚思虑此事的人”。
- 42τοὐναντίον μέντἂν ἢ ἐπὶ τῶν χορῶν εἶχεν, εἰ μὴ οἱ πλείους ἔμελλον τὸν ῥήτορα ἀναμένειν, ἀλλʼ ὁ ῥήτωρ ἐπεῖχεν
由 μέντἂν(即 μέντοι ἄν)与未完成过去时直陈式 εἶχεν 构成的与事实相反的虚拟语气。连词 ἢ 与 τοὐναντίον 构成相关搭配,意为“与……相反”(ἢ ἐπὶ τῶν χορῶν 即“与合唱队中的情形相反”)。条件从句(εἰ μὴ ... ἀλλʼ ...)设想了非真实的假设情形:如果不是多数人等待演说家,而是演说家等待民众。
