← 阿里斯·台德斯

致柏拉图:为雄辩术辩护

§39-40

绘画术与预言术中的推测作用

阿里斯提德斯确立了绘画术中色彩的混合依赖于推测,并进一步检视预言术,援引柏拉图在《斐德罗》中的语源学论述及人类认识的局限,论证预言术同样纯属推测,以此为修辞术的推测特质辩护。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§39

ῥητορικῆς. καὶ μὴν τό γε κάλλιστον τῆς τέχνης καὶ τελεώτατον καὶ ᾧ γραφικὴν ἢ πλαστικὴν εἶναι διαφέρει,1 τοῦτʼ ἐστὶν ἡ τοῦ χρώματος δή που μίξις. ἐγγὺς γὰρ ἄγει τὸ εἰκασθὲν τῆς ἀληθείας. οὐκοῦν ᾧ μεγίστῳ προέχει, τοῦτʼ ἀφαιρεῖς, ἐὰν μὴ λίπῃς τὸ εἰκάζειν. καὶ τί δεῖ τὰς ἄλλας ἐξετάζειν τέχνας ὅσαι διὰ τοῦ στοχάζεσθαι χωροῦσιν; αὐτὴ γὰρ ἡ μαντικὴ κινδυνεύει τοῦτʼ εἶναι μόνον εἰκάσαι· καίτοι φαίη τις ἂν οὑτωσὶ σκοπῶν καὶ διαιρῶν ὅτι τούτῳ καὶ μόνῳ μάντιν ἢ ἰδιώτην εἶναι διαφέρει, τῷ τὸ μὲν εἰκάζειν ἁπάντων, τὸ δʼ ἐπίστασθαι τοῦ μάντεως εἶναι·2 ἐγὼ δέ φημι τὸν μάντιν αὐτὸ τοῦτʼ ἐπίστασθαι εἰκάσαι, πλέον δʼ οὐδʼ ὁτιοῦν. καὶ τούτου Πλάτωνα παρέξομαι μάρτυρα, κἂν μὴ φαίνηται μαρτυρῶν, ἔμοιγε πιστεύσῃ μηδείς. τὸ δὲ ἥδιστον τῆς μαρτυρίας, οὐ γὰρ ἐν ἄλλοις τισὶ δράμασιν ἢ λόγοις, ἀλλʼ ἐν αὐτοῖς οἷς ἀρτίως εἰς ἑτέρων ἀπόδειξιν ἐχρώμεθα ἔνεστι διαρρήδην, ἐπεὶ τήν γε τῶν ἐμφρόνων ζήτησιν τοῦ μέλλοντος διά τε ὀρνίθων ποιουμένων καὶ τῶν ἄλλων σημείων, ἅτε ἐκ νοῦ καὶ διανοίας ποριζομένων ἀνθρωπίνῃ οἰήσει, οἰονοϊστικὴν ἐπωνόμασαν, ἣν νῦν οἰωνιστικὴν τὸ ω σεμνύνοντες οἱ νέοι καλοῦσιν.3 οὐκοῦν ὅτε τὴν οἰωνιστικὴν εἰκαζόντων εἶναι φῂς τῶν ἀνθρώπων, οὐκ ἐκφεύγει μαντικὴ τὸ μὴ εἰκάζειν κατὰ τοῦτο, εἴπερ μέρος οἰωνιστικὴ μαντικῆς. καὶ μὴν ὅτι καὶ διὰ τῶν ἄλλων σημείων προστίθης αὐτός. τοῦτο δʼ ὅταν προσθῇς, ἅπασαν δίδως τὴν μαντικὴν εἰκασίαν εἶναι, καὶ μάλα ὀρθῶς κατὰ γοῦν τὴν γνώμην τὴν ἐμήν. οὐ γὰρ ὁμοίως, οἶμαι, οἵ τε θεοὶ τὰ μέλλοντα ἴσασι καὶ τῶν ἀνθρώπων ὅσοι φάσκουσιν. οἱ μὲν γὰρ ἃ μέλλουσι ποιεῖν ἐπίστανται, καὶ πρόκειται τὰ πράγματʼ αὐτοῖς ὥσπερ ἐν ὀφθαλμοῖς. διὰ τοῦτο Ζεὺς ἐν θεοῖσι μάντις ἀψευδέστατος, οἱ δʼ ὥσπερ ἐν σκότῳ τὰ πράγματα κρίνουσι,4 πρὸς μαρτυρεῖ. τὸ γὰρ δεύτερόν ἐστιν αὐτῷ καὶ τέλος αὐτὸς ἔχει. οἱ δʼ ὥσπερ ἐν σκότῳ τὰ πράγματα κρίνουσι, πρὸς τὸν ψόφον ἤ τι τῶν ἐκφανέντων, διηνεκὲς δʼ οὐδὲν ἔχουσι προειπεῖν. τεκμήριον δέ· εἰ γὰρ μὴ φράσαις τὸ ἐρώτημα, οὐδὲν ἔχει σοι λέγειν περὶ ὧν εἶδε σημείων. ἀλλʼ ἀντὶ τοῦ περὶ τοῦ μέλλοντος ἔχειν εἰπεῖν οὐδʼ αὐτὸ τοῦτο οἶδεν ὅτου χάριν ἥκεις, εἰ μὴ πύθοιτο. οὐ γὰρ ἔγκειται τὰ πράγματα αὐτῷ προφαινόμενα, ἀλλὰ τὰς πίστεις τοῖς σημείοις προσάγων εἰκάζει πρὸς τὸν λόγον. καὶ οὐ μόνον κατὰ τοῦτʼ ἐλέγχεται στοχάσασθαι τοῦ μέλλοντος ὂν τὸ μαντεύεσθαι, ὅπερ καὶ τῶν ποιητῶν ἤδη τις ἐμαρτύρησεν, ἀλλὰ κἂν ἀποκρίνηται τὸ ἐρωτηθὲν, εἰκάζει τὰ κύκλῳ πρὸς τὸ πρᾶγμα. νίκη πολέμου, καὶ τίνος συμβάντος οὐκ οἶδεν, οὐδʼ ἁπλῶς τῶν περὶ τὴν μάχην οὐδὲν, ἀλλʼ εἰκάζει. πάλιν ἢ πολιτῶν, ἤ τινων ἄλλων ἐπιβουλὴ, καὶ τὸν τρόπον οὐκ ἔχει φράσαι, ἀλλʼ ὥσπερ τὰ ὀνείρατα οὕτως συμβάλλεται. τὴν δʼ Αἰγυπτίων σοφίαν τίς οὐκ οἶδε τῶν ἐντετυχηκότων; ὡς ἅ γʼ ἂν ἢ φοβήσῃ περὶ τοῦ μέλλοντος ἢ ὑπόσχηται, τόν γε τρόπον καὶ τοὺς τόπους καὶ τὸ μέτρον, οὐκ ἔχει διορίσασθαι ἀλλʼ ἢ πλοῦτον, ἢ πενίαν, ἢ λύπην, ἢ χαρὰν, ἢ θάνατον, ἢ πράξεις, ἢ τὰ τοιαῦτα λέγει,5 αὐτὰ δʼ ἕκαστα οὐ συνείληφεν, ἀλλὰ τὰ μὲν πρὸς τὸ μέγεθος τῶν φαινομένων, τὰ δὲ πρὸς τὰ νόμιμα εἰκάζει τὰ ἑκάστων, τὰ δὲ πρὸς τὰ ὅμοια, ἔστι δʼ ἃ καὶ πλεῖστον ἀλλήλων κεχωρισμένα. πανταχοῦ δὲ τὴν ἐπίνοιαν παρακαλεῖ, ὅτι ταύτης καὶ μόνης καὶ μόνον εἶναι δοκεῖ τὸ εἰκάζειν, ἀλλὰ μὴ ἁπλῶς εἰπεῖν. οὐδὲν οὖν ἀλλʼ ἢ εἰκάζουσα τῇ ἀληθείᾳ φαίνεται διὰ πάντων. τί δὲ περὶ ῥητορικῆς εἰ στοχάζεται θαυμάζεις; φαίνεται γὰρ ὁμοίως διακειμένη τῇ μαντικῇ, πλὴν ὅσον μαντικὴ μὲν ἀπήλλακται στοχασαμένη, ῥητορικὴ δὲ οὐ στοχάζεται μόνον τῶν πραγμάτων, ἀλλὰ καὶ πράττει διὰ

……再去嘲笑修辞术吧。然而,绘画技艺中最优美、最完善之处,以及它区别于雕塑技艺之处,无疑正是色彩的调配。因为它使被描摹之物切近真理。因此,如果你不保留推测(拟真),你就剥夺了它赖以胜出的最大长处。何必再去检视其他那些通过推测瞄准来运作的技艺呢?因为预言术本身恐怕就完全在于推测。然而,有人若如此观察并区分,或许会说:身为预言者还是普通外行,其区别正在于此,且仅在于此——推测属于所有人,而确知则属于预言者;但我断言,预言者所确知的正是这推测本身,此外再无其他。关于这一点,我将提供柏拉图作为见证;如果他看似没有作证,便没有人需要相信我。而这项见证最妙之处在于,它并非见于其他剧作或对话,而正是明白地载于我们方才用来证明其他论点的同一篇对话之中。因为他说,明智之人通过鸟类以及其他征兆对未来的探求,由于是凭借人类的意见从理智与思考中得出的,所以他们称之为『思量术(意念之术)』,而现在的年轻人把其中的短音o拔高为长音ō,称之为『鸟占术』。因此,既然你说鸟占术属于进行推测的人类,那么只要鸟占术是预言术的一部分,预言术在这方面就逃脱不了推测的性质。况且,你自己还加上了『也通过其他征兆』。一旦你加上了这句话,你就承认了整个预言术都是推测,而依我之见,这极其正确。因为我认为,诸神知晓未来的方式,与自称知晓的人类绝不相同。诸神深知自己将要做什么,事情就摆在他们面前,犹如在眼帘之中。正因如此,人们作证道:『宙斯在诸神中乃最不虚妄的预言者』;因为下一句便是归属于他的:『他本人掌握着终局』。而人类判定事物宛如置身黑暗之中,依据一声响动或显现出来的某种迹象,却没有任何连贯确凿之事能够预言。证据便是:如果你不说出你的问题,对于所见到的征兆,他便无法对你说出任何东西;相反,他不仅谈不上预知未来,甚至连你因何而来都不知道,除非他先向你打听。因为事情并非预先显现出来摆在他面前,而是他将确据与征兆相联系,依照理性来进行推测。预言被证实为是对未来的瞄准推测,不仅在于这一方面——某位诗人此前也已经为此作证——而且即便他对所问之事作出了回答,他也只是针对该事物推测其周遭环境。他说战争会胜利,但经过何事而发生他并不知晓,对于战役周围的具体情形也一概不知,而只是推测而已。又如,他说有城邦公民或其他人的阴谋,却无法说明其具体方式,而只是像释梦一样加以拼凑推拟。凡接触过埃及人智慧的人,又有谁不知道呢?对于未来无论是恐吓还是许诺,它都无法确定具体方式、地点和尺度,而只是泛泛谈论财富、贫困、悲伤、喜悦、死亡、行动或诸如此类之事;它并未把握各项具体细节,而是有的根据呈现之物的规模来推测,有的根据各地的风俗来推测,有的根据相似的事物来推测,甚至还有根据彼此相距最远的事物来推测的。它在一切地方都唤起反思推求,因为似乎唯有推测才属于且仅属于这种反思,而非直截了当的陈述。因此,预言术在各方面所显现的,无非就是对真理的推测。既然如此,如果修辞术也在进行推测瞄准,你又何足为奇呢?因为它显现出的处境与预言术极其相似,所不同的仅在于:预言术在推测之后便告终了,而修辞术不仅推测事态,更要通过……来付诸行动。

语法注5 条
  1. 39ᾧ γραφικὴν ἢ πλαστικὴν εἶναι διαφέρει

    ᾧ 为中性单数关系代名词与格,作表示差异标准的与格(差异与格),修饰 διαφέρει(“绘画有别于雕塑之处”)。γραφικὴν ἢ πλαστικὴν εἶναι 为“对格+不定词”结构,表示对比的双方(“身为绘画还是身为雕塑”)。

  2. 39τὸ δʼ ἐπίστασθαι τοῦ μάντεως εἶναι

    τοῦ μάντεως 为所属属格(所有属格),与 εἶναι 连用作表语,意为“属于预言者/是预言者的专属”,与前分句中 τῷ τὸ μὲν εἰκάζειν ἁπάντων(“推测属于所有人”)形成对举。

  3. 39οἰονοϊστικὴν ἐπωνόμασαν, ἣν νῦν οἰωνιστικὴν τὸ ω σεμνύνοντες οἱ νέοι καλοῦσιν

    此处直接化用了柏拉图《斐德罗》244b–d中的语源学解释:古人认为这种探求源自人类意见(οἴησις)与理智(νοῦς),故称之为 οἰονοϊστική;而今人为了附会庄重,将短音改为长音ω,称作 οἰωνιστική(鸟占术)。τὸ ω 为分词 σεμνύνοντες 的直接宾语(“夸饰/拔高其ω音”)。

  4. 39οἱ δʼ ὥσπερ ἐν σκότῳ τὰ πράγματα κρίνουσι, πρὸς μαρτυρεῖ. τὸ γὰρ δεύτερόν ἐστιν αὐτῷ καὶ τέλος αὐτὸς ἔχει. οἱ δʼ ὥσπερ ἐν σκότῳ τὰ πράγματα κρίνουσι

    此处电子底本中存在明显的行重复(OCR错植)。在引述诗句(“宙斯在诸神中乃最不虚妄的预言者……他本人掌握着终局”)时,语句 οἱ δʼ ὥσπερ ἐν σκότῳ τὰ πράγματα κρίνουσι, πρὸς... 被针对第二句诗的解释(τὸ γὰρ δεύτερόν ἐστιν αὐτῷ καὶ τέλος αὐτὸς ἔχει)所打断,随后再次重复出现。句法上,以后半段复现且完整的 οἱ δʼ ὥσπερ ἐν σκότῳ τὰ πράγματα κρίνουσι, πρὸς τὸν ψόφον ἤ τι τῶν ἐκφανέντων(“而人类判定事物宛如置身黑暗之中,依据响动或显现的迹象”)作为主干来阅读。

  5. 40ἀλλʼ ἢ πλοῦτον, ἢ πενίαν, ἢ λύπην, ἢ χαρὰν, ἢ θάνατον, ἢ πράξεις, ἢ τὰ τοιαῦτα λέγει

    ἀλλʼ ἤ 接在前面的否定句(οὐκ ἔχει διορίσασθαι)之后,构成表限定或例外的固定搭配,意为“除……之外不能/只能……”(“无法明确界定方式等,而只是谈论财富、贫困……”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0284.tlg045.humanitext-grc2:39-40