← 阿里斯·台德斯

致柏拉图:为雄辩术辩护

§37-38

医术与体育术中的推测以及技艺的本质

作者将射箭与航海的比喻进一步延伸至体育术、医术和绘画术,论证任何技芸都无法预先完全洞悉每个个体的具体本性,因而在具体情境中进行推测与瞄准才是所有技芸的核心特征。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§37

φθήσονται πάντων ὡς ἔπος εἰπεῖν. ὥστε σοι τὸ τοῦ μορίου εἴδωλον σκιᾶς ὄναρ εἰς ἔλεγχον κατὰ Πίνδαρον γίγνεται.1 πρὸς Διὸς, ἡ δὲ τῇ δικαιοσύνῃ ἀντίστροφος ἰατρική σοι καὶ δεύτερον ἀγαθὸν τῷ σώματι, εἰ δὲ βούλει, καὶ ἡ γυμναστικὴ, πότερον οὐ στοχάζονται τῆς φύσεως τῶν σωμάτων; νὴ Δία, ἐάν τε εἴπῃς γε, ἐάν τε μή. ἢ πρόοιδεν ὁ γυμναστὴς εὐθὺς ἐξ ἀρχῆς ὅπως ἡμῶν ἕκαστος ἔχει σώματος, οὐ παρὰ τῆς πείρας μανθάνει; τί δʼ ἐπειδὰν πρὸς τοῦτο γυμνάζῃ, πρὸς ὃ πειρᾶται, πότερʼ ὥσπερ ὁ Ἀπόλλων ὁ ἐν Δελφοῖς, οὕτως ἐξεπίσταται τὸ μέλλον, καὶ διισχυρίζεται τὸν ἄνδρα τόνδε ἐκ τῶνδε πανταχῆ καὶ πάντως ἀπαθῆ καταστήσειν ἢ καθάπαξ ἢ ποσόν τι χρόνου; οὐκοῦν ἢ μὴ στοχαζόμενον μαινόμενον τὸν γυμναστὴν λέγεις, ἢ σωφρονῶν αὐτὸς ὁμολογήσει στοχάζεσθαι τοῦ βελτίστου, τοιοῦτον δʼ οὐδὲν ἔχειν προειπεῖν οὐδʼ ἐπαγγείλασθαι. εἶεν. ὁ δὲ δὴ τῆς μὲν πείρας εἰς πίστιν ἰσχύσας καὶ τοῖς φαρμάκοις καὶ ταῖς διαίταις ἤδη χρώμενος τούτοις ἰατρὸς,2 ὅπως δʼ ἕκαστος ἡμῶν ἔχει φύσεως ἢ συγκρίσεως ἀγνοῶν, ἆρʼ οὐ στοχαζόμενος προσάγει πάνθʼ ὅσα ἂν ποιῇ περὶ τὸν κάμνοντα ἀναφέρων εἰς τὸ εἰκός; ἐγὼ μὲν οἶμαι. ἢ δύναιτʼ ἄν τις αὐτῶν ἀποτόμως εἰπεῖν ὅτι τούτοις οὑτοσὶ χρώμενος ἔξω παντὸς ἔσται κινδύνου καὶ δυσχερὲς οὐδʼ ὁτιοῦν πείσεται; οὐ μέντἂν τοσοῦτον ἐλείποντο τοῦ τὴν Ἐπίδαυρον ἔχοντος θεοῦ, φαίης ἂν, καὶ μάλα ἐμοὶ γοῦν κατὰ νοῦν. ἀλλʼ ἀπὸ τῶν πολλῶν καὶ κοινῶν, οἶμαι, καὶ τὰ ἴδια εἰκάζουσιν. εἰ δʼ ἄρα καὶ ἰδίᾳ τισὶ παρηκολούθησαν, πρὸς αὐτὴν τὴν πεῖραν στοχάζονται, τὸ μέλλον ἑκάστῳ συνοίσειν ἐκλέγοντες. καὶ ταῦτα, ὦ Πλάτων, ταῖς σαῖς ἀδαμαντίναις ἀνάγκαις3 ἀποδείκνυται. ὅτι μὲν γὰρ οὐ ταὐτὰ πᾶσι λυσιτελεῖ τοῖς σώμασιν οὔτε νοσοῦσιν οὔτε ὑγιαίνουσι λέγω, ἀλλʼ ὥσπερ οὐ ταὐτὰ νοσοῦσί τε καὶ ὑγιαίνουσιν, οὕτω καὶ ἔτι μᾶλλον οὔτε ἐν ταῖς νόσοις ἅπασι ταὐτὰ οὔτʼ ἐπὶ τῆς ὑγιείας αὐτῶν πεύσει τῶν ἰατρῶν. τὰς δʼ ἁπάντων αὖ διελέσθαι φύσεις ἀδύνατον. ὥσπερ γὰρ ταῖς ἰδέαις διαφέρειν ἀλλήλων ἐν πᾶσιν ἀνθρώποις ἐστὶν, οὕτως κἀν τῇ διʼ ὅλου φύσει τοῦ σώματος ἄλλος ἄλλου κεχώρισται διὰ παντὸς τοῦ γένους. ἀλλὰ μὴν τόν γε συντυχόντα καὶ δεηθέντα κελεύει θεραπεύειν ἡ τέχνη, κἂν ἐκ περάτων ἥκῃ τις ἀρτίως. τί οὖν δεῖ λοιπὸν ἢ στοχάζεσθαι; εἰ γὰρ μήτʼ εἴσεται πάντας καὶ θεραπεύσει τὸν προσελθόντα, καὶ τοσοῦτον εἴσεται δή που, μὴ πᾶσι δεῖν τῶν αὐτῶν, ὃ λέγω λείπεται. ἢ σὺ τἀναντία δείξας μὴ σφυρήλατος σταθεὶς ἐν Ὀλυμπίᾳ μόνον, ἀλλὰ καὶ πομπείου τυχὼν Παναθηναίοις τοῖς μεγάλοις περίιθι. σκόπει δὴ καὶ περὶ τῆς γραφικῆς, ἣν εἰ καλεῖς τέχνην, οὐκέτʼ ἐρήσομαι· καλεῖς γὰρ ἐν αὐτοῖς γε τούτοις τοῖς Γοργιείοις λόγοις. ἆρʼ οὖν ἄλλο τι ταύτης κεφάλαιόν ἐστι πλὴν στοχάζεσθαι τῶν ἀεὶ παρόντων καὶ ὧν ἂν τὴν μίμησιν δέῃ ποιήσασθαι; καὶ μὴν εἰ μὴ τοῦτο, τί ἕτερον; αὕτη γοῦν ἐστιν ἡ καὶ τὸ ῥῆμα πεποιηκυῖα τῷ πράγματι· αἱ γὰρ τῶν γραφέων εἰκόνες εἰκάζειν ἐποίησαν καὶ περὶ τῶν ἄλλων λέγεσθαι. εἰ δʼ ἄρα πρότερον ἦν τὸ ῥῆμα τῆς τέχνης, ἔτι κάλλιον μαρτυρεῖται μόνου τοῦ εἰκάζειν εἶναι τὴν τέχνην, εἴπερ τὸ ἔργον αὐτῆς εἰκὼν εἶναι κρατεῖ. οὐ μὴν οἶμαι λόγου χωρὶς εἰκάζει, ἀρχὴν γὰρ οὐδʼ ἂν εἴκαζεν, εἰ μὴ εἶχε διʼ ὅτου, ἀλλʼ εἰκάζει πρὸς τὸν τῆς φύσεως λόγον. εἰ δέ σοι φίλον καὶ περὶ τούτου φιλονεικεῖν, ἔχε τἄλλα ἡμετέραν χάριν, ἀλλʼ ὡς οὐχ ἥ γε τῶν χρωμάτων κρᾶσις στοχαζομένης ἐστὶ τῆς τέχνης,4 καὶ οὐ τέχνης μόνον, ἀλλὰ καὶ φύσεως ἱκανῆς. ταυτὶ μόνον δείξας καταγέλα τῆς

也就是在一切事情上能否先发制人(推测料中),可以说是如此。因此,对你而言,将修辞术定为『一个部分的肖像』这一说法,正如品达所言,在受到反驳检验时便成了『阴影之梦』。 凭宙斯起誓,作为与正义相对相应、且在你看来是身体之第二善的医术,或者你愿意的话,体育术,难道不也是在对身体的本性进行瞄准推测吗?凭宙斯起誓,无论你承认与否,事实皆是如此。难道体操教练从一开始就能预先知晓我们每个人的身体状况,而不是通过经验来获悉的吗?当他针对所尝试的目标进行训练时,难道能像德尔斐的阿波罗那样彻底洞悉未来,并断言凭借这些手段就能彻底且绝对地让这个人一劳永逸地、或在某段时间内免遭任何损伤吗?因此,你要么说那不进行推测瞄准的体操教练是个疯子,要么他本人神智清醒,便会承认自己是在瞄准推测最佳的状态,却绝无预言或承诺这种结果的能力。 很好。那么,那些凭经验确立了信心、如今使用着这些药物与养生法,却对我们每个人的自然本性或身体构造一无所知的医生,难道不是通过瞄准推测,将针对病人所施行的一切处置都依托于盖然性吗?依我看正是如此。难道他们之中有谁能够断然断言,只要使用这些手段,此人就必能脱离一切危险、绝不会遭受任何不测吗?『若真如此,他们与掌管埃皮道洛斯的那位神祇(阿斯克勒庇俄斯)相比便差得不远了,』你会这样说,而这也极其符合我的想法。我想,他们乃是从大量普遍的病例来推测个别情况;即便他们确实仔细观察过某些个别人,也是根据那确切的经验来进行推测瞄准,挑选出将对每个人有益的方案。 而这些道理,柏拉图啊,全是由你自己的『金刚不坏之必然性』论证出来的。因为我断言,无论在患病时还是健康时,同样的事物绝不会对所有的身体都有益;正如病者与健康者所需各不相同一样,甚至在疾病之中所有人所需各异,在健康之中亦是如此,这一点你从医生们自己那里就能得知。然而,要彻底分清所有人的个别本性又是不可能的。因为正如全人类在容貌外形上互不相同一样,在身体的整体本性上,也是贯穿整个人类而彼此各异的。然而,技艺却要求医生去医治偶然相遇并寻求帮助的人,哪怕此人刚刚从天涯海角赶来。那么除了瞄准推测之外,还剩下什么可行之途呢?因为他既不能认识所有人,却要医治前来求助之人,并且至少肯定明白并非所有人都需要同样的东西,那么我所说的结论便是唯一剩下的必然。或者,你若能证明相反的道理,便大可在奥林匹亚不仅立起一尊锻造的铜像,而且在泛雅典娜大节上披受仪仗圣袍巡游过市。 且再看绘画术吧。至于你是否称之为技艺,我便不再追问了;因为就在这篇《高尔吉亚》的对话中,你确实这样称呼它。那么,此技艺的要领,难道除了对随时呈现之物以及必须加以摹仿之物进行推测瞄准之外,还能是别的什么吗?如果不是这个,又会是什么呢?无论如何,正是这门技艺赋予了该行为以名称;因为画家的『肖像(似像)』使得『推测/绘制似像』这个词也被用于称呼其他事物。如果说这个动词早在该技艺之前就已存在,那么既然它的作品公认是『似像』,便更加美妙地证明了这门技艺纯粹属于推测拟真。当然,我认为它绝非毫无理性法则地去推测拟真;因为如果它没有可依凭的法则,起初根本无法制作似像,它是依照自然的法则去拟真推测的。但如果你执意在这一点上也争辩不休,那么其余各点就作为我们的好意归你所有,但请证明色彩的调配绝非属于一门进行推测瞄准的技艺——不仅是一门技艺,更需要充分的天赋。只要证明了这一点,你再去嘲笑……

语法注4 条
  1. 37τὸ τοῦ μορίου εἴδωλον σκιᾶς ὄναρ εἰς ἔλεγχον κατὰ Πίνδαρον γίγνεται

    主语为名词短语 τὸ τοῦ μορίου εἴδωλον(指柏拉图在《高尔吉亚》463d中将修辞术界定为『政治学某个部分的似像』)。σκιᾶς ὄναρ(化用品达《皮托胜利诗》8.95的名句)充当表语名词,介词短语 εἰς ἔλεγχον(『在受反驳检验时』)作状语修饰动词 γίγνεται,构成语序交错的紧凑表达。

  2. 37ὁ δὲ δὴ τῆς μὲν πείρας εἰς πίστιν ἰσχύσας καὶ τοῖς φαρμάκοις καὶ ταῖς διαίταις ἤδη χρώμενος τούτοις ἰατρὸς

    定冠词 ὁ 与其中心名词 ἰατρός 之间形成了长距离的倒置离隔(hyperbaton)。其间嵌入了分词短语 τῆς μὲν πείρας... ἰσχύσας 与 καὶ τοῖς φαρμάκοις... χρώμενος,而在 ἰατρός 之后紧接着与之通过 μέν...δέ 形成对比的 ὅπως δʼ... ἀγνοῶν,在主语内部并置了医生在经验上的熟练与对个体具体体质之不可知。

  3. 37ταῖς σαῖς ἀδαμαντίναις ἀνάγκαις

    表示手段或方式的与格。此句反讽性地套用了《高尔吉亚》508e–509a中苏格拉底的表述(称自己的论证结论被『铁与金刚石般的论据所紧固』),以此作为驳斥柏拉图自身的逻辑依据。

  4. 38ἀλλʼ ὡς οὐχ ἥ γε τῶν χρωμάτων κρᾶσις στοχαζομένης ἐστὶ τῆς τέχνης

    跟在祈使动词 ἔχε(『拿去/归你所有』)之后,由 ὡς 引导的名词性从句(『色彩的调配并不属于瞄准推测之技艺』)在结构上被句末的分词 δείξας(『证明了……之后』)前瞻性地统摄(prolepsis),形成语义悬念并增强了最终命令动词 καταγέλα 的论辩气势。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0284.tlg045.humanitext-grc2:37-38