← 阿里斯·台德斯

致柏拉图:为雄辩术辩护

§35-36

从射箭与航海之例论推测的本质与修辞术

作者借用柏拉图的原话进行反驳,以射箭术与航海术为例,论证了瞄准与推测(stochazesthai)恰恰是技艺的核心本质,从而证明修辞术同样是一门需要因地制宜进行推断的真正技艺。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§35

καὶ λόγου πλείστου μετέχοντες ἄριστα στοχάζονται. ὥστʼ εἰ τὸ στοχάζεσθαι τῆς ῥητορικῆς ἐστιν, ἐπὶ πλεῖστον ἡ ῥητορικὴ σώζει λόγον. τοῦτο μὲν οὖν ἐξ αὐτῶν ὧν εἴρηκε συγκρουόμενον οὕτω φαίνεται. θαυμάζω δὲ ὅπως οὔτʼ ἔγνω οὔτʼ ἐστοχάσατο ὅτι καὶ χωρὶς τοῦ τἀναντία συνθεῖναι καὶ χρήσασθαι σημείῳ τοῦ μὴ τέχνην εἶναι, ὃ τοῦ τέχνην μᾶλλον εἶναι σημεῖόν ἐστι,1 διʼ ἑνὸς καὶ μόνου τούτου δώσει λαβὴν, εἰ δοίη τῆς ῥητορικῆς εἶναι τὸ στοχάζεσθαι. φέρε γὰρ πρὸς θεῶν εἴ τις αὐτὸν ἤρετο ὡδὶ λέγων κατʼ αὐτὸν ἐκεῖνον, Τοξικὴν δέ τινα, ὦ Πλάτων, οἶσθα τέχνην, ὅσον εἰπεῖν, ἢ καλεῖς; τὴν μὲν γὰρ πολιτικὴν ἐπιστήμην πᾶσαν διελήλυθας καὶ τὰ μόρια αὐτῆς εὕρηκας ἀκριβῶς. ἔγωγε, εἶπεν ἂν, οἶδα καὶ καλῶ. τίς οὖν ἐστιν αὕτη καὶ τί ἐπαγγέλλεται; τοῦ σκοποῦ τυχεῖν ἐν τῇ τῶν βελῶν ἀφέσει. καλῶς. οὐκοῦν ὁπόταν στοχάσηται, τότε τυγχάνει. πῶς γὰρ οὔ; πότερον οὖν οὐκ ἔστι τέχνη διὰ τὸ στοχάζεσθαι, ἢ τούτου καὶ ἔστι τέχνη τοῦ στοχάζεσθαι; ἐγὼ μὲν οἶμαι τούτου. εἶεν. τί δʼ ἡ κυβερνητική; ἐμοὶ μὲν γὰρ δοκεῖ τοῦτο ὅπερ ἡ τοξικὴ καὶ αὐτὴ πράττειν; κατὰ γοῦν τὸν λόγον ᾧ χρῆται. στοχάζεται γὰρ, οὐ μὴν ὡς βέλει τυχεῖν, οἶμαι, ἀλλʼ ὡς ἐκ τῆς θαλάττης σῶσαι. ὅσα μὲν γὰρ δεῖ μαθεῖν ἐν παιδείᾳ τὸν κυβερνήτην οἶδε καὶ ἀκήκοε. σώζει δὲ οὐ τούτοις τὸ σύμπαν εἰπεῖν τὴν ναῦν, ἀλλʼ οἷς εὖ τίθεται τὸ παρόν. τοῦτο δὲ ἀμήχανον αὐτῷ χωρὶς τοῦ στοχάζεσθαι. σκόπει γὰρ πρῶτον μὲν, εἰ βούλει, τοὺς εἰς Αἴγιναν διακομίζοντας, ὅτι ὁρῶσι τὴν Αἴγιναν· πρὸς ὃ οὖν ὁρῶσι στοχάζονται· ἔπειτα τοὺς εἰς τὸν Πόντον, εἰ δὲ βούλει, τοὺς εἰς Αἴγυπτον καὶ τὴν οὐδὲ σοί ποτε ἀήθη Σικελίαν· τούτους γὰρ καὶ παντάπασιν εὑρήσεις στοχαζομένους. πρῶτον μὲν γὰρ αὐτοῦ δεῖ τοῦ ποῦ ποθʼ ὁ σκοπὸς στοχάσασθαι, καὶ ὃ τότʼ ἦν παρὰ τῶν ὀφθαλμῶν, τοῦτʼ εἰκάσαι τῷ λογισμῷ· ἔπειτα φανέντος αὖθις στοχάζεσθαι πρὸς τὸ ὁρώμενον. φέρε γὰρ τὸν Ὀδυσσέα παρὰ τῆς Καλυψοῦς ἀκηκοότα πλεῖν ὅτι χρὴ τηρεῖν τὴν ἄρκτον ἐπʼ ἀριστερὰ χειρὸς ἔχοντα. οὔκουν τὰ καθʼ ἕκαστα καὶ διʼ ὧν εἶσιν ἡ ναῦς αὐτὸν ἤδη δεῖ συλλογίζεσθαι· πολλὰ γὰρ ἂν πελάγη περάσαις καὶ πολλοὺς ἂν εἰς τόπους καὶ λιμένας κατάραις ἐπʼ ἀριστερὰ τὴν ἄρκτον ποιησάμενος, ὡς δʼ αὖ καὶ ἐπὶ δεξίʼ, ὥστε Φάρου τυχεῖν, οὐδὲ πορθμοῦ διὰ βιβλίου·2 ἀλλʼ ἀνάγκη τὰ ἐπὶ μέρους στοχάζεσθαι. φέρε γὰρ, τί μαθόντες νῦν μὲν εἴσω τοὺς οἴακας ἄγουσι, πάλιν δὲ εἰς τί ἔξω τῆς αὐτῆς ἡμέρας;3 οὐχὶ τοῦ ὁρωμένου στοχαζόμενοι, ἢ τοῦ μέλλοντος ὀφθήσεσθαι; τοῦ δὲ χάριν παρὰ τῶν ἐντυχόντων ποῦ θαλάττης εἰσὶν ἢ πρὸς τίνι γῇ πολλάκις πυνθάνονται; οὐχ οἵ γε ἀκριβεῖς, ἐρεῖς. τίς δʼ ἀνθρώπων ἀκριβὴς ἢ διαρκής; οὐκοῦν οὐδὲ τεχνίτης οὐδεὶς τῷ λόγῳ τούτῳ. εἰ δὲ τοῦθʼ οὕτως ἔχει, τί δεινὸν, εἰ μηδὲ ῥήτωρ τεχνίτης διαρκὴς μηδείς; καὶ μὴν εἰ μὲν τὸ κυβερνᾶν τέχνη, κἂν ἐπὶ τοῦ κεκλημένου κυβερνήτου μὴ σώζηται, τί κωλύει καὶ ῥητορικὴν τέχνην εἶναι, κἂν παρὰ τοῖς ῥήτορσιν εἶναι φάσκουσι μὴ σώζηται; εἰ δὲ δὴ καὶ περὶ τούτων διαλέγει τῶν κυβερνητῶν ὧν τις πυνθάνεται παρʼ ἑτέρου τι καὶ ζητεῖ, οὐ γὰρ περί γε τοῦ Ποσειδῶνος, οὐδὲ τῶν Νηρηίδων, οὐδὲ τῶν Διοσκούρων, ὅμως δʼ αὐτοῖς ἀποδίδως εἶναι κυβερνήταις, ὡς ἄνθρωπος ἀνθρώποις, καὶ τέχνην ἔχειν τὴν κυβερνητικὴν, τούτοις ἅπασίν ἐστι τὸ στοχάζεσθαι, οἵ γε καὶ πρὶν ἀπαίρειν εὐθὺς κάθηνται στοχαζόμενοι περὶ τῶν πνευμάτων· οὐ γὰρ παρὰ τοῦ γε Διὸς ἤκουσαν ἐπὶ τῆς Ἴδης ἢ τοῦ Γαργάρου, ἀλλʼ οἶμαι ἐξ ἀρχῆς εἰς τέλος στοχάζονται ἀνέμων λιμένων εἰ

而分有最多理性之人,才能最出色地瞄准。因此,如果瞄准属于修辞术,那么修辞术便最大程度地保全了理性。由此可见,仅通过将他所说的话两相对照,事情便已如此明晰。但我感到惊异的是,他既未察觉也未料想到,即便撇开将互相矛盾之物拼凑在一起、并把本应是技艺的证据当作不是技艺的标志不谈,单凭这唯一的一点,只要他承认瞄准属于修辞术,他便会露出破绽。 凭诸神起誓,且看若有人按照柏拉图本人的方式向他这样提问:『柏拉图啊,你可知道某种所谓的射箭技艺,或者你是否称之为技艺?因为你已通晓了全部政治科学,并准确地探明了它的各个组成部分。』他定会说:『我确实知道,也这样称呼。』『那么,这是何种技艺,它以什么为宗旨?』『在发矢之中射中靶标。』『很好。那么,难道不是每当它瞄准时,便能射中目标吗?』『怎么会不是呢?』『那么,它是因瞄准而不是技艺呢,还是说正是针对这瞄准本身才构成了技艺?』『依我看,这正是一门关于瞄准的技艺。』『很好。那么航海术又如何呢?在我看来,它本身所从事的与射箭术毫无二致,至少依照它所遵循的法则而言是如此。因为航海术也在瞄准,我想,虽不是为了用箭射中目标,却是为了从大海中拯救舟楫。凡是一个舵手在受教中所必须学习之事,他都知道且听闻过;然而总的来说,他拯救船只并非单凭这些条规,而是凭借他妥善处置眼前情势的手段。若不依靠瞄准推测,这对他是根本不可能办到的。若你愿意,且请先看那些渡海前往埃癸娜岛的人,他们能看见埃癸娜岛;因此,他们朝着所见之物进行瞄准;然后再看那些前往本都的人,或者你愿意的话,前往埃及以及对你而言绝不陌生的西西里的人;你会发现这些人完全是在瞄准。 因为首先,必须瞄准靶标究竟在何处,并用推理来推测先前来自眼睛之物;随后,当它显现时,便再次朝着所见之物进行瞄准。例如奥德修斯从卡吕普索那里听闻,航行时必须将大熊星座保持在左手边。然而,这绝不意味着他已能推算出船只所经的各个具体细节和具体航道;因为即使将大熊星座置于左边,人也可以穿过许多海域,停泊在许多地方和港口,正如置于右边一样,从而到达法罗斯岛,却绝不能凭一本书穿过海峡;相反,因地制宜地进行具体瞄准是必不可少的。且问,他们究竟是根据何种知识,有时将舵柄向内拉,在同一天里又是为了什么目的将舵柄向外推呢?难道不是针对所见之物,或是针对将要看见之物而进行瞄准吗?他们屡次向相遇之人打听自己身处大洋何处、或是临近哪片陆地,又是为了什么呢?『严谨精湛的舵手绝不会这样,』你会说。然而人类当中又有谁是严谨无误或万无一失的呢?那么按照这个道理,世上便不会有任何匠人了。如果实情如此,即便演说家中没有一个人是完全无瑕的匠人,又有何值得大惊小怪呢?再者,如果操舵是一门技艺,即便在挂名的舵手身上并未充分保持,那么又有什么能阻碍修辞术成为一门技艺呢,即便在自称演说家的人那里并未充分保持?如果你谈论的正是这些需要向他人打听与探求的现实舵手——因为你谈论的绝非波塞冬,亦非涅瑞伊得斯众仙女,亦非狄奥斯库洛伊兄弟——但你依然承认他们是舵手,如同人看待同类一般,并承认他们拥有航海技艺,那么瞄准推测便属于他们所有人;他们甚至在起航之前,就立刻坐下来推测风向;因为他们并未在伊达山或加尔加罗斯峰上亲耳听受宙斯的神谕,而是从始至终,我想,都在瞄准推测风向与港口……』

语法注3 条
  1. 35χωρὶς τοῦ τἀναντία συνθεῖναι καὶ χρήσασθαι σημείῳ τοῦ μὴ τέχνην εἶναι, ὃ τοῦ τέχνην μᾶλλον εἶναι σημεῖόν ἐστι

    介词 χωρὶς 支配带冠词的不定式 τοῦ συνθεῖναι 和 χρήσασθαι。σημείῳ 是 χρήσασθαι 的表语性予格,关系代词 ὃ 以省略的指示代词(χρήσασθαι 的宾语)为先行词,关系节内的 τοῦ τέχνην μᾶλλον εἶναι 同样是属格不定式短语,修饰 σημεῖόν。整个句式构成让步性限定:“即使撇开把相反之物拼凑在一起,并将本是技艺标志的东西用作非技艺的标志不谈”。

  2. 36ὥστε Φάρου τυχεῖν, οὐδὲ πορθμοῦ διὰ βιβλίου

    由 ὥστε 引导的不定式结果从句。在 οὐδὲ πορθμοῦ 之后承前省略了不定式 τυχεῖν(或 περᾶσαι),διὰ βιβλίου 表示手段(“凭着书本”)。这里构成了对照:即便能抵达像法罗斯岛这样明显的目标,也绝不可能单凭书本指南穿过狭窄的海峡。

  3. 36τί μαθόντες νῦν μὲν εἴσω τοὺς οἴακας ἄγουσι, πάλιν δὲ εἰς τί ἔξω τῆς αὐτῆς ἡμέρας;

    此处使用了惯用短语 τί μαθών;(“懂得何事?/ 究竟出于何种想法?”)的复数形式 τί μαθόντες。后半句的 εἰς τί(“为了什么目标?”)与之相呼应,构成了行为的动因(τί μαθόντες)与目的(εἰς τί)之间的对照。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0284.tlg045.humanitext-grc2:35-36