← 阿里斯·台德斯

致柏拉图:为雄辩术辩护

§33-34

天性优越性的确立与对推测指控的反驳

作者通过男女及主从等尊卑等级的比喻确立了天性对技艺的优越性,指责柏拉图学派一方面轻蔑手工技艺、另一方面却苛责修辞术缺乏技艺的自相矛盾。随后他反转了柏拉图称修辞术为『推测/瞄准』的贬词,论证真正的瞄准必然运用理性以射中事理,从而开启了证明修辞术具备技艺性的论辩。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§33

στέρξει τοῖς λεγομένοις; οὐ γὰρ δή που τῆς γε γυναικὸς ἀκοῦσαι περιμένων, εἶτʼ ἐρεῖ πρὸς τὴν γυναῖκα αὐτὸς τί δεῖ ποιεῖν· οὐδʼ ὡς ἐκέλευεν Ἡσίοδος, ἵνα ἤθεα κεδνὰ διδάξῃ, τοῖς ἐκείνης λόγοις ἀκολουθῶν. ἀλλʼ εἴπερ διδάξει, προστάξει· εἰ δὲ προστάξει, τῆς ἑαυτοῦ φύσεως ἐγγύτατα ἄξει τὴν γυναῖκα, ὡς ἀμείνων χείρονα. ὅσῳ τοίνυν θεὸς μὲν ἀνθρώπου, ἄρχων δʼ ἰδιώτου, δεσπότης δʼ οἰκέτου, γυναικὸς δʼ ἀνὴρ κρείττων καὶ τελεώτερος, τοσούτῳ κρεῖττον καὶ ἱκανώτερον φύσις ἢ τέχνη, ἢ κομιδῆ πάντʼ ἄνω καὶ κάτω γένοιτʼ ἄν. ἔτι τοίνυν κἂν ἀπὸ τῶν ἐναντίων τις αὐτὸ λόγων ἴδοι. εἰ μὲν γὰρ ἅπαντας τοὺς ἐπὶ τῶν τεχνῶν ὡμολογεῖτο εἶναι σπουδαίους, ἢ πᾶσαν πάντως τέχνην ἀγαθὸν, τάχʼ ἄν τις ὥσπερ ἔλεγχον εἶναι ταῦτα ᾠήθη. νῦν δὲ τίς οὐκ οἶδε πολλοῖς ὄνειδος τὴν τέχνην οὖσαν; οἷον τοὺς σκυτοδέψας καὶ σκυτοτόμους καὶ γναφεῖς καὶ νευρορράφους τίς ἂν εὐδαιμονίσειε τῆς τέχνης;1 καὶ μὴν οὐκ ἐμὸς ὁ μῦθος, ἔφη ὁ Πλάτων, τὸ τοῦ Εὐριπίδου προσπαίζων, ἀλλʼ ὑμέτερος, ὦ Πλάτων, καὶ τοῦ σοῦ νὴ Δίʼ ἐργαστηρίου, καὶ τὰς τέχνας ταύτας βαναύσους καὶ τοὺς ἐπʼ αὐτῶν ἀνδραποδώδεις εἶναι.2 οὐκοῦν ἄτοπον καὶ περιφανὴς συκοφαντία τοῖς μὲν ἃς εἶπον τέχνας εἰδόσι καὶ τοῖς ἄλλας μυρίας μηδενὸς ἀξιοῦν μετεῖναι χρηστοῦ παρὰ τὴν τέχνην, εἰ δέ τις μὴ τέχνῃ τι μετέρχεται, διὰ τοῦτʼ αὐτὸν ψέγειν ὡς ἑνὸς τῶν βεβαίως καλῶν στερόμενον, καὶ τοὺς αὐτοὺς ὑμᾶς ἅμα μὲν μηδένα ποιεῖσθαι τῆς τέχνης λόγον, ἀλλὰ καὶ προφέρειν αὐτὸ τοῖς πολλοῖς, ἅμα δὲ ὡς καθαρῶς ἀγαθὸν τὸ αὐτὸ τοῦτο σεμνύνειν, ὅ τι ἂν μὴ τέχνῃ γίγνηται κακίζοντας. καὶ μὴν ἑλοῦ γε δυοῖν θάτερον, εἴποι δικαίως ἂν ἡ ῥητορικὴ, ἢ καὶ τοὺς χειροτέχνας ὡς καλοὺς κἀγαθοὺς τιμᾶν, ἢ τούς γε ῥήτορας μὴ ψέγειν, εἰ μὴ τέχνην κέκτηνται περὶ ὧν λέγουσιν. ἆρʼ ἔχει τινὰ καὶ ἡ ῥητορικὴ τὸν ἐροῦνθʼ ὑπὲρ αὐτῆς παρασχέσθαι, ἢ ταῦτα ἴσα ἀντʼ ἴσων; οὐκ ἂν, οἶμαι, φήσειεν ὁ Ὁμηρικὸς Ἰδομενεύς. ἃ μὲν οὖν, εἰ καὶ μὴ τέχνην εἶναι δοίημεν αὐτὴν, ἔχοι τις ἂν λέγειν ὑπὲρ αὐτῆς πολλὰ ἀφελόντι τῶν ἐπιόντων3 τοσαῦτα καὶ τοιαῦτά ἐστιν. ἴσως δέ τις οἰήσεται τούτων οὕτως ἀποδεδειγμένων τὸ φαυλότερον σπεύδειν ἡμᾶς λοιπὸν, ἐὰν ὅτι καὶ τέχνη διδάσκειν πειρώμεθα. ἐγὼ δὲ οὔτε τῶν εἰρημένων οὐδὲν μετατίθεμαι οὔτε Πλάτωνι συγχωρῶ τὸ μηδὲν μετεῖναι ῥητορικῇ τέχνης, ἀλλʼ ὅσον αὐτῇ τέχνης, χρήσομαι γὰρ τοῖς Πλάτωνος αὐτοῦ ῥήμασι, τοῦτʼ ἐπέξειμι. ὅπερ δὲ ἐν τοῖς ἄνω, τοῦτο κἀνταῦθα ποιήσω, αὐτοῖς οἷς εἴρηκε Πλάτων ἀκολουθῶν ἐπιδείξω μετέχουσαν τέχνης. καίτοι τί ἂν ἄλλο τις βούλοιτο; φησὶ γὰρ δή που διαβάλλων αὐτὴν ὅτι στοχάζεται καὶ προάγει τοὺς λόγους οὕτως ὅπως ἂν στοχάζηται. καίτοι πῶς οὐχ ὑπεναντίον φάσκειν μὲν στοχάζεσθαι, λέγειν δʼ ὡς οὐ χρῆται λόγῳ διʼ αὐτὸ τοῦτο; πάντες γὰρ οἱ στοχαζόμενοι δή που τῷ λόγῳ προσάγοντες αὑτοὺς οὕτως στοχάζονται. οὐ γάρ ἐστι μὴ λόγῳ χρώμενον στοχάζεσθαι, ἀλλʼ ὁ τοῦ πράγματος λόγος οὗτός ἐστιν ὁ ποιῶν στοχάζεσθαι. οἷον οἱ τῶν πόρρωθεν ὁρωμένων στοχαζόμενοι καὶ τυγχάνοντες ἀναφέροντες οἶμαι πρὸς τὴν φύσιν οὕτως στοχάζονται, καὶ τούτῳ χρώμενοι τῷ λόγῳ, καὶ ὡσπερεὶ σκοπῷ τούτῳ στοχάζονται. ὡς οἵ γʼ ἀποτυγχάνοντες ἀρχὴν οὐδὲ στοχάζονται, ἀλλʼ αὐτὸ τοὐναντίον τῷ στοχάζεσθαι ποιοῦσι. τὸ γὰρ στοχάζεσθαι τοῦτʼ ἐστὶ τυχεῖν τοῦ πράγματος.4 οὐκοῦν οὐχ ᾧ στοχάζεται ἁμαρτάνει τις, ἀλλʼ ᾧ διήμαρτεν οὐκ ἐστοχάσατο. εἰκότως· οὐδεὶς γὰρ ἁμαρτάνει λόγῳ χρώμενος, ἀλλʼ ἅμα ἐσφάλη καὶ τὸν λόγον οὐ διεσώσατο. ὁ γὰρ λόγος ταύτην εἶχε τὴν δύναμιν, μὴ διαμαρτάνειν, καὶ τοῦθʼ οὕτως ἀληθές ἐστιν ὥστε οἱ φρονιμώτατοι τῶν ἀνθρώπων

理应受支配者满足于所听之言呢?因为男子绝非等待听受妇人之言,然后再亲自对妇人说应当做什么;亦非为了如赫西俄德所叮嘱的那样『教导她良好的德行』,而去跟从她的言辞。相反,若他真要教导,便当下达指令;若他下达指令,便会将妇人尽可能引导至接近他自身的天性,正如上位者引导下位者一样。因此,神明之于凡人、统治者之于平民、主人之于家仆、男子之于妇人有多么优越且完满,天性之于技艺便有多么优越且充足,否则万事万物便完全颠倒错乱了。 再者,人们从相反的论点亦能看清这一点。因为倘若大家一致公认所有从事技艺者皆是高尚之士,或者一切技艺毫无例外皆是善好,那么或许有人会以为这些算是一种反驳。然而如今,谁不知道技艺对许多人而言反倒是一种耻辱呢?例如制革匠、补鞋匠、缩绒匠与缝弦匠,谁会因技艺而称赞他们幸福呢?而且,正如柏拉图戏用欧里庇得斯的诗句所说,『但这故事并非出自我口』,而是出自你们之口,柏拉图啊,凭宙斯起誓,更是出自你的学园:即这些技艺是卑贱的,从事这些技艺的人是奴性的。因此,一方面认定通晓我所提之技艺及其他无数技艺的人因技艺而未分有任何美善,而另一方面若有人不凭技艺行事,便正因此责难他丧失了确凿的美善之一;同时,同样的你们一方面丝毫不把技艺放在眼里,甚至拿它来羞辱大众,另一方面却又将这同样的事物尊崇为纯粹的善,辱骂一切非由技艺而成之事——这岂非荒唐透顶且明显的诬陷吗?『那么二者择其一吧,』修辞术完全可以正当地说:『要么亦将手艺人尊为善美之士,要么即便演说家们对自己所言之事并未掌握技艺,至少也不要责难他们。』修辞术是否也能拿出为其辩护之人,抑或这些不过是针锋相对的抗辩?我想荷马史诗中的伊多墨纽斯绝不会这样说。 因此,即便我们退一步承认修辞术不是技艺,在抛开脑海中涌现的大量论据之后,人们能够为其辩白的话语亦有如此之多、如此深刻。或许有人会认为,在这些道理已被证明之后,若我们接下来还试图说明它其实也是一种技艺,便是在汲汲于较为低劣之物了。但我既不收回先前所言的任何一句,亦不向柏拉图让步承认修辞术毫无技艺可言;相反,借用柏拉图本人的话来说,修辞术究竟占有多少技艺,我便要探究多少。我在前文所做的,在此亦将照做:遵循柏拉图所说过的原话,我将证明它分有了技艺。 然而,人们还能要求什么呢?因为他诬蔑修辞术时确实说过,它是靠推测(瞄准)的,并按照自己所推测的那样推进言辞。然而,一方面声称它是推测,另一方面却断言正因如此它不使用理性,这难道不是自相矛盾吗?因为凡是瞄准推测之人,想必都是使自己遵从理性,才得以如此瞄准的。不运用理性绝不可能有所瞄准,相反,事物的理性才是促成瞄准的原因。例如,那些瞄准远望之物并射中目标的人,我想正是通过参照天性才如此瞄准的,他们运用这理性,并将其视作靶标来瞄准。至于那些失靶之人,根本连瞄准都算不上,反而是做了与瞄准背道而驰的事。因为所谓瞄准,正是射中该事物。因此,人并非因其用来瞄准之物而犯错,而是在其犯错之处并未真正瞄准。理所当然;因为运用理性者绝不会犯错,而是一旦失足,他便未曾保全理性。因为理性原本具备不失误的力量,此话千真万确,以至于人类中最明智之人

语法注4 条
  1. 33τῆς τέχνης

    跟在动词 εὐδαιμονίζω(赞美……为幸福)之后的『原因属格』。用于表示对宾格所示之人(如 τοὺς σκυτοδέψας 等)施加赞叹或祝福的缘由(因其技艺)。

  2. 33καὶ τὰς τέχνας ταύτας βαναύσους καὶ τοὺς ἐπʼ αὐτῶν ἀνδραποδώδεις εἶναι

    与前面的名词谓语句 ἀλλʼ ὑμέτερος [ἐστὶν ὁ μῦθος] 构成同格的带宾格的不定式短语。具体阐明了柏拉图及其学塾所持学说/主张(ὁ μῦθος)的实际内容(即『这些技艺是卑微的,从事者是奴性的』)。

  3. 34πολλὰ ἀφελόντι τῶν ἐπιόντων

    分词 ἀφελόντι(阳性单数与格第二不定过去时主动分词)充当表示评判基准的『关系与格』,带有条件让步意味(『即便有人扣除/抛开诸多……』)。τῶν ἐπιόντων 为中性复数现在分词属格,作部分属格,指『涌上心头的诸多论点』。

  4. 34τὸ γὰρ στοχάζεσθαι τοῦτʼ ἐστὶ τυχεῖν τοῦ πράγματος

    带冠词不定式 τὸ στοχάζεσθαι 作主语,指示代词 τοῦτο 作表语,并通过同格的不定式 τυχεῖν τοῦ πράγματος(命中该事物)揭示其具体内涵。此处是作者反驳柏拉图的关键:将柏拉图在《高尔吉亚篇》中贬称修辞术的『推测/妄断(στοχάζεσθαι)』拉回其『瞄准并击中目标』的本义,以此确立修辞术基于理性的技艺性。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0284.tlg045.humanitext-grc2:33-34