- 底本
- Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0284.tlg045.humanitext-grc2:31-32
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者指出伟大的巨匠因超越技艺的天赋而卓越,论证了天性乃是各项技艺的发明者与支配者而技艺仅处于从属地位,并借由统帅与士兵、主人与奴仆及诗句的类比加以阐发。
εἰ καὶ μὴ πρότερον, ἀλλὰ νῦν γε εἰρημένον,1 οἱ μέγιστοι τῶν ἐν ταῖς τέχναις οὐχ ᾧ μετεσχήκασι τῆς τέχνης μέγιστοι γεγόνασιν, ἀλλʼ ᾧ τὴν τέχνην παρεληλύθασι.2 διὰ ταῦτα καὶ συμφοιτητῶν οἱ μὲν χείρους, ἀλλὰ καὶ κρείττους, ὁ Φειδίας, ὁ Ζεῦξις, ὁ Ἱπποκράτης, ὁ Δημοσθένης, ὅντινα βούλεται θαυμάζειν τις. οὐ γὰρ ὥσπερ ὅροις τακτοῖς ἐνέμειναν, οὐδʼ ἐν μικρῷ τὰ σφέτερʼ αὐτῶν ἤγαγον, οὐδʼ ὡμολόγησαν ὑπὸ τῆς τέχνης ἄρχεσθαι, ἀλλʼ ἐνιδόντες τῇ φύσει τῶν λόγων, οἱ δὲ τῶν πραγμάτων, παῖδας τοὺς πρὸ αὑτῶν ἀπέδειξαν, καὶ μάλʼ ἀναγκαίως καὶ κατʼ αὐτὴν τὴν φύσιν. ἐπειδήπερ καὶ λόγων καὶ πραγμάτων ἁπάντων καὶ θεῶν καὶ ἀνθρώπων ἡγεμών ἐστι φύσις, οὐ τέχνη, καὶ τὰ πράγματα οὕτως ἔχει, ὡς ἡ φύσις αὐτῶν ἔχει, οὐχ ὡς ἡ τέχνη. ἀλλὰ καὶ ἡ τέχνη τῆς φύσεώς ἐστιν, οὐχ ὡς ἡ φύσις τῆς τέχνης ἔργον· νὴ Δίʼ ἔγωγʼ ἂν εἴποιμι καὶ εὕρημα καὶ κτῆμα τὴν τέχνην εἶναι τῆς φύσεως. ἅ τις εἰ μὴ παραδέξεται, τοὺς πρώτους εὑρόντας αὐτὰς τὰς τέχνας τοῦ μηδενὸς ἀξίους εἶναι κρινεῖ. καὶ πρεσβεύων τὴν τέχνην ἀτιμάσει τοὺς πατέρας τῶν τεχνῶν. διὰ τί; ὅτι οὐ χαλκευτικὴ χαλκευτικὴν εὗρεν οὐδʼ ἰατρικὴ ἰατρικὴν, οὐδὲ ἁπλῶς εἰπεῖν οὐδεμίʼ εὗρε τέχνη τέχνην, ἀλλὰ πάσας τὰς τέχνας, ὅπερ εἶπον, ἡ φύσις εὗρεν. εἰ γὰρ αἱ τέχναι τὰς τέχνας ἔμελλον εὑρήσειν, οὐκ ἂν ἦν λαβεῖν τὴν ἀρχήν. οὐ γάρ πω τεχνῶν οὐσῶν οὐκ ἂν ἦν τέχνην εὑρεῖν· τῇ γὰρ μὴ οὔσῃ πῶς ἐνῆν εὑρεῖν; εἰ δʼ αὖ τὸ φύσει γιγνόμενον φαυλότερον τῆς τέχνης, πάντες ἂν οἱ πρῶτοι τὰς τέχνας εὑρόντες ἦσαν φαυλότατοι· πάντες γὰρ φύσει τὰς τέχνας εὗρον τὸ ἐξ ἀρχῆς. οὐκοῦν καὶ κατὰ τοὺς εὑρόντας ἐξ ἀρχῆς καὶ κατὰ τοὺς ὑπερέχοντας ἡ φύσις νικᾷ. καὶ μὴν εἴ τις ἐξετάζοι τί ποτʼ ἐστὶν ᾧ στρατηγὸς στρατιώτου διαφέρει, καὶ ὅλως ἄρχων ἰδιώτου, τοῦτʼ ἂν εὕροι προφαινόμενον, ὅτι ἄρχοντος μέν ἐστι προστάξαι, ἀρχομένου δʼ ἀκούσαντα ποιῆσαι. οὐκοῦν προστάττει μὲν ὁ εὑρὼν, ὁ δʼ ἀκούσας μανθάνει. εἰ γάρ τις μὴ εὕροι ὅ τι χρὴ ποιεῖν, πῶς ἂν ἄλλῳ προστάξειεν ἃ χρὴ ποιεῖν; εἰ γὰρ αὐτὸς ἀκούσας ἄλλου προστάξειεν ἃ χρὴ ποιεῖν, πείσεται πρότερον ἢ προστάξει. τοῦτο δʼ, ἕως ἂν ἄρχων ᾖ, τῶν ἀδυνάτων. προστάττειν μὲν γὰρ ἦν τοῦ γε ἄρχοντος, οὐ πείθεσθαι, οὐδέν γε μᾶλλον ἢ καὶ διδασκάλου πείθεσθαι τοῖς μαθηταῖς ἐστί. φαίνεται τοίνυν καὶ κατὰ τοῦτον τὸν λόγον ἡ μὲν φύσις ἄρχοντος χώραν ἔχουσα, ἡ δʼ ἐκ τοῦ μαθεῖν τέχνη διακόνου καὶ πειθομένου τῷ κρείττονι. καὶ μὴν κἀκεῖνό γε ἐν τοῖς ἄνω λόγοις ἦν, ὡς θεοὶ μὲν εὗρον καὶ κατέδειξαν ἕκαστα, ἄνθρωποι δὲ λαβόντες παρὰ θεῶν χρώμεθα, ἄλλοις ἄλλων ἑρμηνεῦσι χρησάμενοι. τίς ἂν οὖν λόγος μᾶλλον σώσειε τὸ γιγνόμενον ἢ τῷ πιστεῦσαι δικαιότερον ἢ ᾧ3 θεοὺς μὲν εὑρεῖν ἕκαστα τίθεμεν καὶ νῦν ἔτι σημαίνειν, πάλιν δʼ ἀρχῆς ἴδιον φαμὲν εἶναι τὸ εὑρεῖν καὶ προστάξαι, τὸ δʼ ἀκοῦσαι καὶ μαθεῖν τοῦ χείρονος, οὔτε γὰρ δή που θεῶν ἅπανθʼ εὑρόντων αἰσχρὸν ἄρχοντος θεῖναι τὸ εὑρεῖν, εἴπερ ἄρχουσιν οἱ θεοὶ πάντων, οὔτʼ ἀρχῇ τοῦ προστάξαι προσήκοντος αἰσχρὸν εἰς θεοὺς ἀνενεγκεῖν τὴν εὕρεσιν, εἴπερ εὑρόντος μέν ἐστι σημῆναι, εὑρίσκει δὲ ὁ κρείττων ἀεί. εἶεν. δεσπότης δʼ οἰκέτου τῷ διαφέρει πρὸς θεῶν; οὐ δεσπότου μὲν προστάξαι, δούλου δʼ ὑπακοῦσαι πᾶς τις ἂν φήσειεν εἶναι; οὐκοῦν ὁ μὲν οἶδεν ἐφʼ ἑαυτοῦ τί χρὴ ποιεῖν, ὁ δὲ ἀκούσας μανθάνει. τί δὲ ὁ τῶν παρθένων ἐπαινέτης τε καὶ σύμβουλος λέγει ὁ Λακεδαιμόνιος ποιητής; "πολλὰ λέγων ὄνυμʼ ἀνδρὶ, γυναικὶ δὲ Πασιχάρηα.4" πολλὰ, φησὶν, ὁ ἀνὴρ λεγέτω, γυνὴ δὲ οἷς ἂν ἀκούσῃ χαιρέτω. ἆρʼ οὖν οὐκ εὔδηλον ὡς ὁ μὲν αὐτὸς εὑρηκὼς καὶ προειδὼς ἐρεῖ πολλὰ, ᾗ δʼ ἄρχεσθαι προσήκει,
即便先前未曾言明,至少现在也应当挑明:在诸项技艺中最伟大的人物,绝非因分有了技艺而成为最伟大者,而是因超越了技艺才成为最伟大者。正因如此,在同门弟子之中,有些人较为逊色,另一些人则更为卓绝,如菲狄亚斯、宙克西斯、希波克拉底、狄摩西尼,或任何人们想要赞叹的人物。因为他们并未仿佛固守于既定的界限之内,亦未把自己的作为局限在狭隘的范围中,更未应允受制于技艺的支配;相反,他们洞察了言辞的天性,或是洞察了事物的天性,从而证明了他们之前的前辈不过如同孩童,这实属必然,且完全合乎天性本身。因为无论言辞还是万事万物,无论诸神还是凡人,其引导者皆是天性,而非技艺;事物之实情如何,乃取决于其天性如何,而非取决于技艺如何。不仅如此,技艺亦从属于天性,而非天性作为技艺的产物;凭宙斯起誓,我甚至可以说技艺既是天性的发明,又是天性的财产。若有人不接受这一点,他便会判定最初发明诸项技艺本身的人们毫无价值,而在尊崇技艺的同时贬损了诸技艺之父。为什么?因为并非锻冶之术发明了锻冶之术,亦非医术发明了医术,简而言之,没有任何技艺发明了技艺,而是如我所说,天性发明了所有的技艺。因为倘若诸技艺本应由诸技艺去发明,那么便不可能产生最初的起点。技艺尚不存在之时,绝不可能发明技艺;因为尚不存在之物,又怎能去发明呢?反之,倘若由天性而生之物比技艺更拙劣,那么最初发明诸技艺的所有人就必定是最拙劣的;因为所有人起初皆是凭借天性发明了技艺。因此,无论从最初的发明者来看,还是从超拔卓绝者来看,得胜者皆是天性。 再者,如果有人审视统帅究竟凭借何者区别于士兵、总的来说统治者凭借何者区别于平民,他便会发现这是显而易见的:统治者在于下令,而被统治者则在于听命后遵行。因此,发明者下达指令,而听闻者学习。因为若有人自己未曾发明该做什么,他又怎能向他人发号施令该做什么呢?倘若他自己听受于他人,再去下令该做什么,他便在下令之前已然服从;而在他身为统治者期间,这是绝不可能的。因为下令乃是统治者的本分,而非服从,正如教师绝无听从学生的道理一样。由此看来,按照这一论证,天性亦居于统治者的地位,而由受教得来的技艺则处于侍从以及顺从上位者的地位。 而且,在先前的论辩中亦有此观点:诸神发明并揭示了各样事物,而我们人类从诸神处领受后加以使用,在不同事物上求助于不同的解说者。那么,相较于我们设定诸神发明了万事万物且至今仍在昭示、同时又断言发明与下令乃统治之本分而倾听与受教属于较劣者的论述,究竟还有何种论辩能更完满地维系事物的真相、或者哪种论辩更有资格获得信奉呢?因为诸神既然发明了万物,将发明归于统治者绝无不妥(倘若诸神统治万物);而下令既然属于统治的权柄,将发明归因于诸神亦绝无不妥(倘若指出方向属于发明者,而居上位者永远是发明者)。 姑且如此。然而指着诸神问:主人究竟在何处有别于家仆?难道所有人不都会说,下达指令属于主人,而恭敬顺从属于奴仆吗?因此,一方依凭自身知晓当行何事,另一方则通过倾听而习得。那么,那位身为少女们的赞颂者与顾问的斯巴达诗人又是怎么说的呢? 『多言实为男子之威名,于妇人则是帕西卡蕾雅。』 他说:男子当多言,而妇人则当满足于所听之言。那么,这难道不是很显豁吗?亲自发明并先知先觉者自会多言,而理应受支配者——
- 31εἰ καὶ μὴ πρότερον, ἀλλὰ νῦν γε εἰρημένον
完成时被动分词 εἰρημένον 在此作为一种独立的省略句式(实质上类似于独立对格或省略了祈使系动词 ἔστω),充当开篇插入句:“即便先前未曾言明,至少现在也应当挑明”。
- 31οὐχ ᾧ μετεσχήκασι τῆς τέχνης μέγιστοι γεγόνασιν, ἀλλʼ ᾧ τὴν τέχνην παρεληλύθασι
两个排比分句中的中性关系代词与格 ᾧ 均用作手段或方面与格(dative of respect / means),分别意为“因分有了技艺(在这点上)”和“因超越了技艺(在这点上)”。
- 32τίς ἂν οὖν λόγος μᾶλλον σώσειε τὸ γιγνόμενον ἢ τῷ πιστεῦσαι δικαιότερον ἢ ᾧ
此处包含重叠的比较结构:第一个 ἤ 为选言连词(“或者”),并列连接 τίς ἂν… λόγος μᾶλλον σώσειε… 与 τῷ πιστεῦσαι δικαιότερον〔ἐστι〕两个疑问分句;其中 τῷ 并非冠词,而是疑问代词 τίνι 的阿提卡缩约形式,作 πιστεῦσαι 的与格宾语(“或者信奉哪一种〔论辩〕更为正当”)。与比较级 μᾶλλον 和 δικαιότερον 呼应的比较连词是第二个 ἤ(ἢ ᾧ),承接被省略的先行词(τούτῳ τῷ λόγῳ,“比起我们借以设定……的那个论辩”)。
- 32πολλὰ λέγων ὄνυμʼ ἀνδρὶ, γυναικὶ δὲ Πασιχάρηα
此处引自斯巴达抒情诗人阿尔克曼的残篇。ὄνυμα 为 ὄνομα 的多利斯方言形式(意为“名声”)。紧接其后的句子中,阿里斯提德斯亲自注解道“妇人则当满足于所听之言”,表明他将女子名字或专有名词“帕西卡蕾雅(Pasicharea)”与动词 χαίρειν(喜悦、满足)作了词源上的联想与解读。
