- 底本
- Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0284.tlg045.humanitext-grc2:29-30
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者借助身体与护理、主人与仆役、白手起家与坐享遗产等比喻,论证了先天的天赋始终高于后天的技艺,且诸项技艺本身的发展亦有赖于天资卓越之人的推动。
εἰκότως· εἰ γὰρ ἐν αὐτοῖς τοῖς λόγοις τοὺς τὰ ὑφʼ ἑτέρου εἰρημένα καὶ προκατειλημμένα κλέπτοντας καὶ διεξιόντας ὡς αὑτῶν οὐδεὶς οὕτω μαίνεται ὥστε βελτίους ἡγεῖσθαι τῶν οἴκοθεν εὐπόρων καὶ γονίμων εἰς τοὺς λόγους, ἀλλʼ οὗτος κράτιστος παρʼ ὅτῳ πλεῖστον ἔστιν εὑρεῖν τὰ δέοντα, πῶς οὐ γελοῖον καὶ πάσης ἀλογίας μεστὸν τὸν ἐξ ἀρχῆς παρʼ ἄλλων ἀκούσαντα καὶ μαθόντα ὅ τι χρὴ λέγειν θεῖναί ποτʼ ἔμπροσθεν τοῦ φύσει κρείττονος.1 οὐκ ἔξω δʼ ἵσταται τῆς ὅλης μαρτυρίας οὐδὲ τόδε ἐν ἔργμασι δὲ νικᾷ τύχα, οὐ σθένος· τὸ μὲν σθένος πρὸς τῆς τύχης τῆς ἀνθρωπίνης, τὴν δὲ τύχην πρὸς τῆς θείας μοίρας εἰ λάβοις. καίτοι εἰ ποιηταὶ μὲν οὐ τέχνῃ ποιοῦντες, ὥς φησιν ὁ Πλάτων, ἀλλʼ ἐκ θεοῦ τυγχάνοντες κάτοχοι παιδεύουσι τοὺς ἐπιγιγνομένους, οὐ μόνον τοὺς καθʼ ἑαυτοὺς, παιδεύοντες δὲ μαρτύρονται καὶ διορίζονται τοῦ μηδενὸς ἀξίαν εἶναι τὴν τέχνην2 πρὸς τὸ τῆς φύσεως κράτος καὶ τὰ ἀπὸ τῶν θεῶν· καὶ ἐν ἔργοις καὶ ἐν λόγοις διὰ τῶν ποιητῶν μαρτυρεῖ Πλάτων, προσθήσω δʼ ὅτι καὶ διʼ ἀμφοτέρων οἱ θεοὶ, καὶ Πλάτωνος καὶ τῶν ποιητῶν, ὅτι ῥητορικὴ καλὸν καὶ θεῖον, εἰ καὶ τέχνῃ μὲν ἀνθρώποις μὴ παραγίγνεται, φύσεως δʼ ἐστὶν ἔργον ἀνδρείας καὶ βλεπούσης νικᾶν. εἰ τοίνυν μήτε ποιητῶν μηδένα μηδὲν εἰρηκέναι τοιοῦτον μήτʼ αὐτὸν Πλάτωνα μαρτυρεῖν ἡμῖν θείη τις μήτε διʼ αὑτοῦ μήτε διὰ τῶν ποιητῶν, ὃ σαφῶς οὑτωσὶ φαίνεται ποιῶν, εἰς αὐτόν γʼ ἄν τις βλέψας τὸν τοῦ πράγματος λόγον οὐ χαλεπῶς ἴδοι συκοφαντίαν, ἀλλʼ οὐκ ἔλεγχον οὐδὲ πίστιν ἐνοῦσαν τῇ παρʼ αὐτοῦ βλασφημίᾳ. τίς γὰρ οὐκ οἶδεν ὅτι κἀν τοῖς σώμασιν οὔτε τὸ κάλλος οὔτε τὸ μέγεθος οὔτε ἡ χάρις τέχνης ἔργον ἢ ποίημά ἐστιν, οὐδʼ ἀπὸ χειρῶν ἢ λόγου τινὸς, ὡς ἂν εἴποιμεν, ἀπαντᾷ; ἀλλʼ ἐπαλεῖψαι μὲν ταῦτα καὶ θεραπεῦσαι τῆς τέχνης εἶναι δοκεῖ, συστήσασθαι δʼ ἐξ ἀρχῆς οὐδεμία οὕτω τέχνη ἂν εἴη δεινή. οὐκοῦν διακόνου καὶ θεραπαίνης τάξιν ἔχειν προσήκει τῇ τέχνῃ, τὴν φύσιν δʼ ἐν σχήματι δεσποίνης τετάχθαι, εἰ μὴ καὶ τοὺς σκευοφόρους πρὸ τῶν ὁπλιτῶν τάττοιμεν ἄν.3 ἀλλʼ οὐκ ἄξιον. πῶς γὰρ οὐκ ἄτοπον τοὺς μὲν γονέας τιμᾶν καὶ τοῖς πρεσβυτέροις ὑπανίστασθαι νομίζειν, τὴν δὲ φύσιν τὴν τοσοῦτον προτέραν φαύλου λόγου νομίσαι παρὰ τὴν τέχνην, ὥσπερ ἂν εἴ τις τὰ ὑποδήματα κρείττω τῶν ποδῶν, τὴν δʼ ἐσθῆτα τοῦ σώματος κρίνοι τιμιωτέραν; καὶ ὡς ἔοικε τὰ μὲν χρήματα τῶν ποριζόντων αὐτὰ καὶ κτωμένων ἀτιμότερα ἡγούμεθα, ἡ δὲ τέχνη κρείττων τῆς εὑρούσης φύσεως καὶ ἧς ἔργον ἐστὶ νομισθήσεται. ἄλογον μέντἂν εἴη κατʼ αὐτὸ τὸ παράδειγμα ἐπὶ μὲν τῶν κτημάτων καὶ τῶν οὐσιῶν βελτίω νομίζειν χρηματιστὴν τὸν αὐτὸν πορίσαντα καὶ συλλέξαντα τοῦ κληρονομήσαντος ἕτερον, ἐν δὲ τοῖς λόγοις καὶ τοῖς πράγμασι μὴ τὸν φύσει προέχοντα πρεσβεύειν, ἀλλʼ ὅστις παρʼ ἄλλου φαίνεται μετειληφὼς, καὶ μηδʼ ἐκεῖνʼ ὁρᾶν, ὅτι οὐ μόνον ἐξ ἀρχῆς αἱ φύσεις τὰς τέχνας συνεστήσαντο, ἀλλὰ καὶ περὶ αὐτὰς τὰς τέχνας οἱ τῇ φύσει νικήσαντες διενηνόχασιν. ἕνεκα μὲν γὰρ τῆς τέχνης πάντας ἔδει παραπλησίους εἶναι τοὺς ταὐτὰ μαθόντας, οἶμαι δὲ καὶ χείρους τοὺς δευτέρους ἀεὶ τῶν προτέρων, ἕως εἰς τὸ λυθῆναι τὴν τέχνην ἀφίκετο· οὐ γὰρ ἂν ἦν πάντα λαβεῖν ἀκριβῶς παρʼ ἑτέρου λαμβάνοντα, ἀλλʼ ἔδει διαφυγεῖν ἀεί τι· ῥώμῃ δὲ, οἶμαι, φύσεως καὶ περιουσίᾳ τὴν δόξαν οἱ κρατήσαντες εἰλήφασι· καὶ οὐδεὶς τὸν Δαίδαλον οὐδὲ τοὺς ἄνω θαυμάζει παρὰ τὸν Φειδίαν, ἀλλὰ τοὐναντίον ἐκ μικρῶν καὶ φαύλων τὸ κατʼ ἀρχὰς εἰς μεῖζον καὶ τελεώτερον αἱ τέχναι κατέστησαν. αὐταῖς τοίνυν, ὡς ἔοικε, ταῖς τέχναις οὐ λυσιτελοῦν φαίνεται τὴν τέχνην πρὸ τῆς φύσεως τετιμῆσθαι. οὔκουν προελθεῖν γʼ ἂν αὐταῖς ἦν;4 οὐδὲ τυχεῖν τοῦ νῦν σχήματος οὐδὲ σεμνύνεσθαι. ἀλλʼ οἶμαι, οὐχ αἱ τέχναι τοὺς ἄνδρας ἦραν μεγάλους, ἀλλʼ οἱ τῇ δυνάμει πρωτεύσαντες ἐντίμους τὰς τέχνας ἐποίησαν, οὐ μείναντες ἐφʼ ὧν παρέλαβον. εἰ δὲ τοῦθʼ ἅπασιν εὔδηλον,
理所当然:因为倘若在言辞本身之中,没有人狂妄到把那些盗取他人已言明并确立的观点、当作己见加以铺陈的人,看得优于那些凭借自身底蕴富足、在言论上成果丰硕之人,反倒认为在谁那里最能发现合宜的内容,谁才是最优秀者;那么,把从一开始向他人倾听、学习该说什么的人,置于天资卓绝者之上,这难道不是荒唐可笑且充斥着一切悖理吗?甚至下面这句诗亦未游离于整个证词之外: 『在事功之中,得胜者乃是机运,而非蛮力;』——倘若你将蛮力理解为属于人事的偶然,而将机运理解为属于神圣的天命。况且,倘若诗人们真如柏拉图所言并非凭技艺创作,而是因神明而受附体,从而不仅教化同代之人,亦教化后世之众,并且在教化之时作证并断定:与天资的威力以及源自诸神的恩赐相比,技艺毫无价值;那么柏拉图无论在行为还是言辞上,都在通过诸诗人作证——我还要补充的是,诸神亦通过柏拉图和诸诗人双方作证——修辞术实为美好且神圣之物,即便它并非凭技艺降临于人类,而是勇毅且志在求胜的天资之产物。因此,即便有人假设诸诗人从未说过此类话,柏拉图本人亦未直接或借由诸诗人为我们作证——尽管他如此明白地展现出正在这样做——只要稍察事物本身的内在事理,便不难看出,他在非难之中所包含的只是诬蔑,而绝无反驳的效力或可信性。 因为谁不知道,即便在肉体之中,无论是美貌、伟岸还是风采,皆非技艺的造化或产物,亦正如我们常说的那样,绝非由双手或某种言辞所产生?给这些施以膏油和调理,似乎才属于技艺的范畴,但没有任何技艺能精湛到从一开始便塑造出它们。难道技艺不理应处于侍从与婢女的位阶,而天性则应位列女主人的席位吗?除非我们竟然要将运辎重的役夫排在重装步兵之前。然而这是不妥当的。因为试想,若认为应当尊敬父母、向尊长起立让座,却把如此居先的天性视作相比技艺微不足道之物,恰如若有人判定鞋履优于双足、衣裳贵于躯体一样,这难道不是荒谬绝伦吗?而且看来,我们一方面认为财富不如获取和积攒它们的主人尊贵,另一方面技艺却反倒要被认为优于发明它且作为其产出之源的天赋。按照这一相同的类比,如果在财产与产业之事上,人们认为亲自谋取和积攒财富的人是比继承他人财产者更优秀的谋财家,而在言辞与实事上,却不去尊崇凭天资超拔者,反而尊崇显系从他人处承接之人,并且甚至看不到:不仅在最初是天资创立了各项技艺,而且甚至在各项技艺本身内部,也是那些在天赋上占优之人带来了革新与提升,那么这实属悖理。因为单凭技艺本身而言,习得相同内容的所有人本该是旗鼓相当的,而且我想后人本应永远逊于前人,直至技艺归于解体溃败;因为从他人那里受教之人绝不可能毫无遗漏地领受一切,总会有某些部分散失殆尽。然而,我想,是那些凭借天赋的力量与充沛资禀占得主导地位的人赢得了赞誉;没有人会把代达罗斯或远古的工匠看得胜过菲狄亚斯,相反,各项技艺皆是由起初微小简陋的状态逐步确立为更宏大、更完美的境地。因此看来,甚至对诸技艺自身而言,将技艺尊崇于天赋之上亦非有益之事。否则,它们又何以前进,何以获得如今的形态,又何以自矜呢?然而我想,绝非技艺造就了伟大的人物,而是那些在才能上独占鳌头的人,因不固守于自己所继承的东西,才使各项技艺获得了尊荣。如果这一点对众人而言皆是显而易见的,
- 29πῶς οὐ γελοῖον καὶ πάσης ἀλογίας μεστὸν τὸν ἐξ ἀρχῆς παρʼ ἄλλων ἀκούσαντα καὶ μαθόντα ὅ τι χρὴ λέγειν θεῖναί ποτʼ ἔμπροσθεν τοῦ φύσει κρείττονος
句子的核心骨架为非人称形容词结构 πῶς οὐ γελοῖον [ἐστι],其真正主语是由不定式 θεῖναι 引导的短语。θεῖναι 的直接宾语是名词化的分词短语 τὸν ... ἀκούσαντα καὶ μαθόντα,而介词 ἔμπροσθεν 则后接属格 τοῦ φύσει κρείττονος,表示位阶上的优先比较(“置于……之上/之前”)。
- 29διορίζονται τοῦ μηδενὸς ἀξίαν εἶναι τὴν τέχνην
动词 διορίζονται(界定、断定)后接标准的宾格不定式结构(主语宾格 τὴν τέχνην、表语宾格 ἀξίαν 与不定式 εἶναι)。τοῦ μηδενός 是名词化的 τὸ μηδέν(虚无、乌有)的属格,作受形容词 ἀξίαν 支配的价值属格(τοῦ μηδενὸς ἄξιος 意为“毫无价值的”)。
- 30εἰ μὴ καὶ τοὺς σκευοφόρους πρὸ τῶν ὁπλιτῶν τάττοιμεν ἄν
在由 εἰ μὴ 引出的条件从句中出现了 ἄν 搭配希求法(τάττοιμεν ἄν)的结构。通常条件从句不加 ἄν,但在本句中借由潜在希求法将某种荒谬的设想融入从句自身(“除非我们竟然会……把后勤辎重兵排在重装步兵前”),表现出强烈的反诘与假托色彩。
- 30οὔκουν προελθεῖν γʼ ἂν αὐταῖς ἦν;
由表强烈否定的 οὔκουν(“诚然不、那样就绝不”)搭配 ἦν ἄν 及不定式 προελθεῖν 构成的与事实相反的否定陈述句(词条末尾的问号 ; 系高点 · 之误植,后文 οὐδὲ τυχεῖν ... οὐδὲ σεμνύνεσθαι. 承接该否定;疑问句中的 οὔκουν 预设肯定回答,与文意相反)。与格 αὐταῖς 是利害与格/关涉与格,指代前文的各项技艺(ταῖς τέχναις)。
