- 底本
- Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0284.tlg045.humanitext-grc2:1-2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者列举法庭、音乐与体育竞赛中并非先入为主而是依实力决胜的例证,严厉批判了在言论领域盲目崇拜先贤权威、否定后来者能有更优发现的偏见。
οἶμαι δεῖν ὅστις μέλλει τὰ δέοντα ἐρεῖν, ἢ ψήφου κύριος ὀρθῶς ἔσεσθαι, μὴ τοῦτο σκοπεῖν μηδὲ βασκαίνειν εἴ τινι τῶν πρότερον καὶ δόξαν ἐχόντων ἑτέρως εἰρῆσθαι περὶ τῶν αὐτῶν συμβέβηκεν, ἀλλʼ οὗ πανταχοῦ πλεῖστον εἰκός ἐστι λόγον εἶναι, τοῦτο κἀν τῷ παρόντι ζητεῖν, ὁποτέρωθι τἀληθὲς, καὶ τοῦτο συμβούλεσθαι νικᾶν. ἄτοπον γὰρ ἐν μὲν ταῖς ἐκκλησίαις μὴ τὸν πρῶτον εἰπόντα πιστεύεσθαι1 μηδʼ ἐν τοῖς δικαστηρίοις, ἀλλὰ τοῦτό γʼ εὖ εἰδέναι πάντας, ὅτι εἰ ταύτῃ ταῦτα κριθήσεται, τῶν φευγόντων οὐδεὶς ἀποφεύξεται· πάντες γὰρ ὕστεροι δή που τοῦ διώκοντος λέγουσιν· ἐν δὲ τοῖς λόγοις αὐτοῖς καὶ τῇ περὶ τούτων κρίσει τοὺς τῷ χρόνῳ προλαβόντας κρατεῖν, ἀλλὰ μὴ τοὺς ἀποδείξοντας περὶ ὧν ἀγωνίζονται, καὶ τραγῳδοὺς μὲν καὶ κιθαριστὰς καὶ τοὺς ἄλλους τοὺς ἐπὶ τῆς μουσικῆς μὴ ταυτὸν φέρεσθαι τῆς τε ἀξίας ὄνομα καὶ τῆς τάξεως, ἢ κληροῦν γε ἂν ἤρκει μόνον, ἀλλʼ ὅστις ἂν κάλλιστʼ ἀγωνίσηται, τοῦτον στεφανοῦν καὶ πρῶτον ἀναγορεύειν, κἂν ὕστατος εἰσελθὼν τύχῃ, τοὺς δὲ τῶν ἀστειοτέρων ἀγωνισμάτων ἀξιοῦντας ἀγωνιστὰς ἢ κριτὰς εἶναι οὕτω σφόδρα τὸν χρόνον σεμνύνειν ὥστε μὴ μόνον τοῖς ὅλοις χείρους τοὺς ὑστέρους ἡγεῖσθαι, ἀλλὰ μηδʼ ἂν τυχεῖν εὑρόντας βέλτιον τῶν εἰρημένων μηδέν.2 ὁρῶ δὲ ὅτι κἀν τοῖς γυμνικοῖς ἀγῶσιν οὐχ ὅστις πρῶτος τὴν ἀπογραφὴν ἐποιήσατο, οὗτος ἀπέρχεται νικῶν, ἀλλʼ ὅστις οὗ τὴν ἀπογραφὴν πεποίηται, τοῦτο ἐπὶ τῆς πείρας ἄριστα δείκνυσι. καὶ τοῦθʼ οὕτως ἰσχύει διὰ τέλους ὥστε καὶ ἐν αὐτοῖς τοῖς ἄθλοις, προσθήσω δʼ ὅτι καὶ τοῖς αὐτοῦ τοῦ τάχους, οὐ τοῖς ἐπὶ τῆς ἀρχῆς ἐξενεγκοῦσιν ἀποδίδοται τὸ σύμβολον, ἀλλὰ τοῖς παρελθοῦσι. καίτοι πῶς οὐκ ἀλογία πολλὴ τοὺς μὲν ἃ τῆς τοῦ σώματος τύχης ἔχεται μελετῶντας ἢ τιμῶντας οὕτω σφόδρα καὶ νῦν καὶ πρότερον τὸ τοῦ λόγου καλὸν καὶ δίκαιον τετιμηκέναι, τοὺς δʼ ἐπὶ τῶν λόγων ἀνέχοντας καὶ χωρὶς τῆς ἐν τούτοις διατριβῆς οὐδʼ ἂν ζῆν δεξαμένους οὕτως ἀργῶς, μᾶλλον δʼ ἀδίκως ἔχειν,3 ὥσθʼ ἑνὶ πιστῷ χρῆσθαι περὶ ἁπάντων, ἄν τις φθάσῃ γενόμενος, καὶ τὰ ὀνόματα ἀντὶ τῆς ἀληθείας θαυμάζειν αἱρεῖσθαι, ὥσπερ νομίσαι δέον, οὐχ εὑρεῖν τὸ βέλτιον· καὶ τοὺς μὲν νόμους αὐτοὺς, ἂν συμφέρῃ, κινεῖν, τοὺς δὲ περὶ τῶν ἀεὶ μενόντων τῇ φύσει λόγους ἐπὶ τοῖς πρώτοις μὴ δέχεσθαι, ἀλλʼ ὥσπερ ὅρους ἢ στήλας τοὺς προκατεσχηκότας πρεσβεύειν, καὶ ταῦτα οὐ λύειν ὥσπερ ἐν τοῖς νόμοις τοὺς προτέρους διὰ τῶν ἐναντίων δέον, ἀλλὰ τῆς αὐτῆς χώρας καὶ ἑτέρους ἀξιοῦν αὐτοῖς· καὶ τοῖς μὲν ὅρκοις τοῖς κοινοῖς προσπαραγράφειν ἐξεῖναι ἀνελεῖν καὶ προσθεῖναι ὅ τι ἂν σκοπουμένοις ὕστερον συνδοκῇ, οὓς δὲ ἀπὸ τῆς αὐτῆς ἐξουσίας ἀεὶ καὶ διὰ παντὸς ἐξετάζειν
我认为,凡是打算陈述当陈之事、或者打算正当地掌握裁决之权的人,都不应着眼于此,也不应嫉恨是否任何一位名声卓著的前人在相同的问题上曾有过不同的论述;相反,在一切场合都理应最受重视之事,人们在当前也应当探求这一点,看真理究竟在哪一方,并期盼真理获胜。因为,如果在公民大会和法庭中,并非最先发言者就为人所信服,而且所有人都深知这一点——如果按这种标准裁决,被告将无一人能够脱罪,因为所有被告无疑都是在原告之后发言;然而在言论本身以及对言论的评判中,却让在时间上抢先的人获胜,而不是让那些对自己所争论的问题提供证明的人获胜;又如,在悲剧演员、琴师以及其他乐艺竞技者中,人们并不把出场顺序与造诣的声誉等同起来(否则单凭抽签就足够了),相反,无论谁表现得最出色,即便他恰巧是最后出场,也会被授予桂冠并宣布为第一名;而自认是更典雅的竞技中的参赛者或评判者的人,竟然如此过度地推崇时间,以至于不仅认为后来者在各方面都处于劣势,甚至认为他们绝不可能发现任何比前人所言更好的东西——这岂非咄咄怪事?我还看到,在体育竞技中,并非最先报名的人最终获胜离场,而是谁在实际较量中把报名的本领展现得最为卓越,谁才获胜。而且这一点贯彻始终,以至于在竞赛本身中——我还要补充说,甚至在纯粹竞速的项目中——凭证并非颁发给起跑时率先冲出的人,而是颁发给后来居上超越他人的人。既然如此,那些修炼或尊崇关乎肉体机运之事的人,无论在从前还是在当下,都如此深切地尊崇言论的美好与公正;而那些以言论为业、若离开在言论中的钻研甚至不愿苟活的人,却表现得如此懒惰,或者更确切地说如此不公,以至于只要某人捷足先登,就将一人奉为关于万事的定论,宁愿崇拜虚名而不崇拜真理,就仿佛人们理应遵循成见,而不是去发现更优越的事物——这岂非极大的荒谬?再者,人们在有利的情况下可以修改法律本身,但对于论述本性上恒常不变之物的言论,却不接纳在先发者基础上的新论,反而将那些抢先确立者尊奉为界石或纪念碑一般,况且这并不需要像在法律中那样用相反者去废除前者,而是应当使其他言论也享有与它们同等的地位;还有,人们对于公共誓词尚且允许在日后深思熟虑认为适当时予以删减、增补或另立旁注,然而对于那些凭同等权能始终贯穿地接受检验的人……
- 1ἄτοπον γὰρ ἐν μὲν ταῖς ἐκκλησίαις μὴ τὸν πρῶτον εἰπόντα πιστεύεσθαι
由谓语形容词 ἄτοπον(省略 ἐστίν)统领的“带对格的不定式”结构(A.c.I.)。通过 μέν...δέ 的对衬,统领了法庭/公民大会与言论裁决、音乐竞技与高级论争之间的双重对比结构。
- 2μηδʼ ἂν τυχεῖν εὑρόντας βέλτιον τῶν εἰρημένων μηδέν
在 ὥστε 结果从句中,ἄν 与不定式 τυχεῖν 连用,相当于转化的潜在希求语气(potential optative),表示“(后来者)绝不可能发现任何比已说之言更好的东西”。分词 εὑρόντας 在性、数、格上与不定式的逻辑主语 τοὺς ὑστέρους 一致。
- 2καίτοι πῶς οὐκ ἀλογία πολλὴ τοὺς μὲν ἃ τῆς τοῦ σώματος τύχης ἔχεται μελετῶντας ἢ τιμῶντας οὕτω σφόδρα καὶ νῦν καὶ πρότερον τὸ τοῦ λόγου καλὸν καὶ δίκαιον τετιμηκέναι, τοὺς δʼ ἐπὶ τῶν λόγων ἀνέχοντας καὶ χωρὶς τῆς ἐν τούτοις διατριβῆς οὐδʼ ἂν ζῆν δεξαμένους οὕτως ἀργῶς, μᾶλλον δʼ ἀδίκως ἔχειν
由修辞反问句 πῶς οὐκ ἀλογία πολλή (ἐστι) 引导的对称性对格不定式结构(τοὺς μὲν... τετιμηκέναι 对 τοὺς δὲ... ἔχειν)。通过强烈的反差,揭示了体育从业者(前者)尊重言论公正,而以言论为业者(后者)却懒惰且不公地盲从先例的悖论。
