- 底本
- Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0284.tlg045.humanitext-grc2:27-28
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
讲者论述了自然天赋优于后天学习,因为技艺本身由天赋优异者开创并由神明赐予;随后他援引品达与赫西俄德的诗句,对比凭天赋而知的真正智者(雄鹰)与仅仅依靠学习之人(群鸦),以此巩固其论点。
φρονῶν οὕτω καὶ λέγων, καὶ τῆς δάφνης οὐκ ἀμνημονῶν, ἣν ἅμα τῷ λαβεῖν ποιητὴς ἦν γεγονὼς ἐκ ποιμένος.1 ἐπεὶ καὶ τὰς τέχνας αὐτὰς καὶ τὰ ἐπιτηδεύματα φύσει δή που διενεγκόντες ἄνθρωποι καὶ νικήσαντες ἀνεῦρον τὸ ἐξ ἀρχῆς. οὐ γὰρ αἱ τέχναι τὰς φύσεις ἐποίησαν, ἀλλʼ αἱ κράτισται φύσεις τὰς βελτίστας τῶν τεχνῶν εὗρον, ὥστε καὶ τῇ τάξει καὶ τῇ δυνάμει παρὰ τῇ φύσει τὰ πρεσβεῖα εἶναι. εἰ δὲ δὴ μηδʼ ἁπλῶς ἀνθρώποις τὴν εὕρεσιν προστίθεμεν τῶν τεχνῶν, ἀλλὰ θεοὺς ἡγήσασθαι φαμὲν αὐτοῖς καὶ καταδεῖξαι, πῶς οὐκ εὔδηλον ὅτι πολλῷ τινος εἶναι νικῶντος δεῖ προσθήκην τὴν τέχνην;2 καὶ μὴν εἰ τοῦτο δῆλον ἅπασι καὶ πάντες ἂν συμφαῖεν μὴ θεοὺς παρʼ ἀνθρώπων λαβεῖν τὰς ἐπιστήμας, ἀλλʼ ἀνθρώπους παρὰ θεῶν, καὶ διδασκάλων μὲν ἐκείνους, μαθητῶν δὲ ἡμᾶς ἔχειν τάξιν, τοσούτῳ κρεῖττον, ὡς ἔοικεν, εὑρεῖν ἢ μαθεῖν, ὅσῳ κρείττων ἀνθρώπου θεός. οἱ μὲν γὰρ εὑρήκασιν ἅπαντα, ἡμεῖς δʼ, οἶμαι, λαβόντες χρώμεθα. ὀρθῶς ἄρα καὶ δικαίως ὁ τοῦ Ἑλικῶνος πρόσοικος καὶ ὡς εἰκὸς ἦν τὸν αὐτὸν ἐκ θεῶν ἐπιπνοίας ταῦτα λέγειν εἰληφότα τὸν μὲν τοιοῦτον ἄνδρα ὡς θεὸν καὶ θεῶν ἐγγὺς πρῶτον καὶ κράτιστον ἔθετο ὃς αὐτὸς πάντα νοήσῃ, τὸν δʼ ἀκούσαντα καὶ μαθόντα δεύτερον. ποῦ γὰρ ἄν τις καὶ κράτιστον θείη τὸν μαθόντα καὶ πῶς; οὐκ ἔστιν οὐδὲ βουλομένῳ, ἀλλὰ φύσει κεκώλυται, δικαίως, ὅτι καὶ νικᾶν πανταχοῦ φαμὲν τὴν φύσιν. εἰ γὰρ ἦν τὸ μαθεῖν ἄριστον καὶ πρῶτον, οὐδʼ ἂν αὐτὸ πρῶτον τὸ μαθεῖν ἦν. ἐχρῆν γὰρ δή που μαθεῖν παρʼ ἑτέρου. ὥστε οὐκ ἂν ἦν ὁ διδάσκων πρῶτος, εἰ τὸ μαθεῖν κρεῖττον καὶ πρῶτον ἦν. παρὰ τοῦ γὰρ, ὦ καὶ σὺ τὴν ποικίλην κοσμήσας, ἀκούσῃ, τίσι πεισθῇ, εἰ κρείττων ὁ μαθών ἐστι τοῦ τὸ πρῶτον εὑρόντος, καὶ μὴ ἀνάγκῃ δεύτερος, εἴπερ τι μέλλει μαθήσεσθαι. πᾶς γὰρ ὁ μανθάνων ὡμολόγηκε δήπουθεν εἶναι χείρων αὐτῷ γε τῷ δεῖσθαι μαθεῖν· ὡς εἴ γε μὴ πείσειεν αὑτὸν δεῖσθαι πρότερον, πῶς ἂν μάθοι, ἢ πῶς ἄλλῳ γʼ ἂν εἰπόντι πεισθείη;
……如此思想并言说,且未曾忘却那月桂枝;他正是在接下这枝条的同时,从牧羊人一跃成为诗人的。 因为甚至各项技艺本身以及诸般实践,起初也是由那些在天资上超群拔萃、胜过常人的人发现的。并非技艺造就了天赋,而是至善的天赋发现了至美的诸技艺,因而在位阶和效力上,首要地位都归于天赋。如果我们甚至不将诸技艺的发明单单归于人类,而是说有神明引领并向他们昭示,那么,技艺必然只是某位远胜之者的附属之物,这难道不是显而易见的吗?再者,如果这对所有人都是明了的,且众人皆会同意并非神明向人类习得诸种学问,而是人类向神明领受,神明居于教师之席,而我们居于弟子之位,那么,构思发现比被动学习优越的程度,似乎正如神明优越于凡人一般。因为神明发现了一切,而我想,我们不过是领受并加以运用而已。因此,赫利孔山的近邻(赫西俄德)理所当然地且公正地——正如同一位蒙受神明灵感而说出这些话的人理应如此——将那种能够独自明晓一切之人,视同神明且近乎神明地列为第一与最强者,而将听闻并学习之人置于第二位。 因为人在何处、又以何种方式能把受学者奉为至强者呢?即便有意为之亦绝无可能,反而受到天性的阻碍;这正是理所当然的,因为我们断言天性在凡事上皆占统治地位。倘若学习是最善且居于首位的,那么学习本身甚至都无法成为首要之物;因为人必定得从他人那里学习。因此,如果学习更加优越且位列第一,施教者便绝无可能是首位的了。哦,那位亦曾妆点花砖画廊的人啊,倘若受学者优于最初的发现者,且在将要学习的前提下并非必然屈居第二,那么人又能向谁去听受、又该遵从谁呢?因为凡学习者,想必单凭自身需要去学这一事实,便已自认处于劣势了;因为倘若他起初不曾说服自己有所匮乏,他又如何能学,又怎能听信他人所言呢?
οὐκοῦν ἄτοπον τόν γε αὐτὸν ὡμολογηκότα εἶναι χείρω, τοῦτον ἀμείνω καλεῖν, καὶ ταῦτα διʼ αὐτὸ τοῦτʼ ἐπαινούμενον, ὅτι ὡμολόγηκε χείρων εἶναι. ἢ κατὰ μὲν τὰς δωρεὰς οὐδαμοῦ κρείττων ὁ λαβὼν τοῦ δόντος αὐτῷ τῷ λαβεῖν, ἀλλὰ τὸ δοῦναι τοῦ κρείττονος εἶναι δοκεῖ, ἐν δὲ τοῖς μαθήμασι κρείττων ὁ προσέχων τὸν νοῦν τοῦ νοήσαντος αὐτοῦ καὶ παρασχόντος; καὶ μὴν ἐφʼ οἷς ὁ λαβὼν ἄριστος πῶς οὐ πρῶτος ὁ ταῦτʼ ἔχων ἐξ ἀρχῆς, καὶ διὰ τὸν χρόνον γέ που καὶ παρὰ τὴν αἰτίαν; ἔτι τοίνυν ἑνὸς ποιητοῦ τῶν ἀπὸ Βοιωτίας καὶ Ἑλικῶνος παρασχήσομαι μαρτυρίαν, ᾧ καὶ Πλάτων αὐτὸς τὰ πλείστου, φασὶν, ἄξια χρῆται. οὗτος δὲ, ὦ θεοὶ, καὶ μάλʼ ἀποκαλύψας καὶ τῆς αὑτοῦ φύσεως καὶ Μούσης ὡς ἀληθῶς βοᾷ Στεντόρειον εἰς τοὺς ἀνθρώπους ὥσπερ σιωπὴν κηρύξας "σοφὸς ὁ πολλὰ εἰδὼς φυᾷ· μαθόντες δὲ λάβροι παγγλωσσίᾳ κόρακες ὣς ἄκραντα γαρύετον3 Διὸς πρὸς ὄρνιχα θεῖον." κοράκων φησὶν εἶναι φωνὰς τὰς τῶν μαθόντων καὶ παρʼ ἄλλων εἰληφότων πρὸς ἀετὸν γιγνομένας τὸν φύσει νικῶντα καὶ ἐκ θεοῦ ῥήτορα καὶ σοφόν. ἑτέρωθι δʼ αὖ βραχύτερον μὲν, γνωρίμως δʼ οὐχ ἧττον διαμαρτύρεται "τὸ δὲ φυᾷ κράτιστον ἅπαν. πολλοὶ δὲ διδακταῖς ἀνθρώπων ἀρεταῖς κλέος ὤρουσαν αἱρεῖσθαι," σφόδρʼ ἀκολούθως ἀμφότερα εἰπών. ἐπειδὴ γὰρ τὸ μὲν κράτιστον ἐν τοῖς ὀλίγοις, τὰ δὲ φαυλότερα ἐν τοῖς πολλοῖς, ἀντιτέθεικε τῷ κρατίστῳ τὸ [πολλῷ] χεῖρον διὰ τοῦ τῶν πολλῶν ὀνόματος, ὡς ἐκεῖνο μὲν παντάπασι τινῶν ὀλίγων ὂν, τοῦτο δὲ εἰς τοὺς πολλοὺς ἀφικνούμενον. καὶ ἔτι πρὸ τούτων ἀγαθοὶ δὲ φύσει καὶ σοφοὶ κατὰ δαίμονα ἄνδρες ἐγένοντο, ὅμοιον καὶ τοῦτο τῷ ἑτέρῳ ῥήματι καὶ ταυτὸν λέγων. οὗ μὲν γὰρ διδακταῖς εἶπεν ἀρεταῖς, προσέθηκεν ἀνθρώπων, οὗ δὲ τὴν φύσιν πρεσβεύει, κατὰ δαίμονα, τούτους εἶναι τοὺς τῷ ὄντι ἀγαθοὺς καὶ σοφούς·
因此,将这个亲口承认自己逊色之人称为更优越者,况且他正是因承认自己逊色这一缘由才受赞美的,这实乃荒谬至极。抑或在接受赠礼之事上,受赠者绝不会单凭接受这一行为便优于施予者,相反,施与被视为属于更尊贵者的特权;而在学问之事上,倾听专注者难道反会优于亲身领悟并提供学问的人吗?再者,在那些使受领者获致极美评价的事物上,最初便拥有这些事物的人,无论出于时间上的先后还是出于因果上的本源,又怎能不居首位呢? 此外,我还将引证另一位来自维奥蒂亚和赫利孔山的诗人的见证;据说连柏拉图本人也在最有价值的事情上援引这位诗人。而此人,诸神啊,全然显露出他自身的自然天赋与缪斯,宛若宣告肃静一般,以斯滕托尔般的巨声向世人呼告: 『凡凭天赋而多知者,方为智者; 而那些后学者,喧嚣 饶舌如群鸦,空自鸣噪, 抗拒宙斯的神鸟。』 他说,那些后学者、从他人处领受学识之人的声音,乃是群鸦对抗那凭天性胜出、从神处领受恩赐而成为演说家与智者的雄鹰的声音。在另一处,他同样作了较为简短却不失昭著的见证: 『凡由天性所生者最为至善。 然而许多人却凭人力所教的德行, 急切地企图攫取声名,』其在两处的言论极具连贯性。因为至善之物属于少数人,而卑琐之物则存于大众之中,他借由『许多人』这一称谓将远为逊色之物与至善之物对立起来,表明前者完全属于某少数人,而后者则普及于芸芸众生。而且在这些诗句之前,他还曾说过: 『世人依凭天性与神意,方成善良与智慧之人,』这句与前述言论相似,说的也是同一道理。因为凡在他言及『教得的德行』之处,他便加上了『人类的』;而在他尊崇天性之处,他便加上了『依凭神意』,指明这些人才是真正善良与智慧之人。
- 27ἣν ἅμα τῷ λαβεῖν ποιητὴς ἦν γεγονὼς ἐκ ποιμένος
ἅμα τῷ λαβεῖν 由介词 ἅμα 结合冠词与格不定式构成,表示即时的时间关系(“一经接下便……”)。谓语 ἦν γεγονώς 是由 εἰμί 的未完成过去时与 γίγνομαι 的完成时分词组成的迂回过去完成时结构,强调在接过月桂枝的瞬间,从牧羊人到诗人的身份转变便已告完成。
- 27πολλῷ τινος εἶναι νικῶντος δεῖ προσθήκην τὴν τέχνην
这是由无人称动词 δεῖ 统辖的带宾格的不定式结构。宾格主语是 τὴν τέχνην,宾格表语是 προσθήκην。πολλῷ τινος νικῶντος 是修饰 προσθήκην 的属格补足语(“胜过之物的附属品”),其中 πολλῷ 是修饰分词 νικῶντος 的差额与格(“远为胜出者”)。整句表达“技艺必然是某种远胜之物的附庸”。
- 28κόρακες ὣς ἄκραντα γαρύετον
引自品达《奥林匹亚胜利颂》第二首。带重音符号的 ὣς 为后置比喻副词(“如群鸦一般”)。尽管前述主语 μαθόντες 为复数,动词 γαρύετον 依古抄本传统使用了双数形式。此处将凭借后天学成者比拟为嘈杂聒噪的群鸦,与宙斯的神鸟雄鹰(凭天赋作诗之人)形成鲜明对照。
