- 底本
- Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0284.tlg045.humanitext-grc2:25-26
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者借助荷马史诗中忒勒玛科斯受雅典娜启发而应对涅斯托尔与墨涅拉奥斯、奥德修斯告诫欧律阿罗斯的例证,以及赫西俄德的诗句,论证在演说中起决定作用的乃是天赋与神启而非后天技艺。
τό τε αὐτὸν συνεῖναι καὶ τὸ ὑπειπεῖν τὸν θεὸν, καὶ πάλιν αὖ τὴν φύσιν καὶ τροφὴν τῇ θείᾳ μοίρᾳ προστιθείς. καὶ ταῦτα οὐ Μέντωρ, οὐδʼ Ἁλιθέρσης αὐτῷ λέγει, ἀλλὰ θεῶν ἡ σοφωτάτη καὶ ᾗ τά τε τῆς φρονήσεως καὶ τὸ περὶ τὰς τέχνας ἀνάκειται. καὶ ὁ Τηλέμαχος πρῶτον τότε ῥητορεύων εὔπορος γίγνεται καὶ λόγους ἀποχρῶντας εὑρίσκει τῇ χρείᾳ—ἃ γὰρ ἐν μνηστῆρσιν ἐδημηγόρησεν ἐῶ λέγειν—τῆς Ἀθηνᾶς,1 καὶ τυγχάνει τοῦ σκοποῦ οὕτως ὥσθʼ ὅ γε Νέστωρ ἀκούσας, τοῦτο γάρ ἐστι τὸ ἥδιστον, ἐπαινεῖ τε καὶ φησὶν "ἤτοι γὰρ μῦθοί γε ἐοικότες, οὐδέ κε φαίης ἄνδρα νεώτερον ὧδε ἐοικότα μυθήσασθαι·" καίτοι τῶν ἄκρων ῥητορικὴν καὶ λόγους εὑρεῖν καὶ κρῖναι2 ὁ Νέστωρ αὐτῷ πεποίηται καὶ ἐν Ἰλιάδι καὶ ἐν Ὀδυσσείᾳ· ἀλλʼ ὅμως ἐπαινεῖ καὶ λαμπρῶς. ὡς δʼ ἧκεν ἐκ τῆς Πύλου πρὸς τὸν ἕτερον ῥήτορα καὶ βασιλέα τὸν Μενέλαον, ὁ μὲν Τηλέμαχος ὡς θεοῦ φησιν ἀκούων τέρπεσθαι τοῦ Μενελάου, ὁ δὲ τὴν αὐτὴν αὖ περὶ ἐκείνου φέρει τῷ Νέστορι δόξαν, καὶ φησὶν ἅτε καὶ αὐτὸς ἤδη πρεσβύτης ὢν "αἵματος εἶς ἀγαθοῖο φίλον τέκος οἷʼ ἀγορεύεις·" οὐδὲν ἀλλʼ ἢ τοῦτο λέγων ὅτι πέφυκας πρὸς λόγους, διὰ τοῦτο λέγεις τὰ βέλτιστα, καὶ παρʼ ἑτέροις τοιούτοις εὐδοκιμεῖς· ὥστε εἰ καὶ μὴ τέχνην τινʼ ἔχεις περὶ τοὺς λόγους, ἔμοιγε, φησὶν, ἐξαρκεῖ. οὕτω διʼ ὅλου τοῦ δράματος ὥσπερ ἐξεπίτηδες καὶ διὰ πάντων τῶν ἀξιόχρεων Ὅμηρος μαρτυρεῖ μὴ τὴν τέχνην εἶναι κυρίαν ἐν τοῖς λόγοις, ἀλλὰ τὸ τῆς φύσεως κράτος καὶ τὸ δοκοῦν τῷ θεῷ. αὐτὸς τοίνυν ὁ τοῦ Τηλεμάχου πατὴρ, ὃν τῆς εἰς τοὺς λόγους παρασκευῆς ἐπὶ πλεῖστον ἐποίησεν ἥκοντα, παροξυνθείς τι πρὸς τὸν Φαίακα καὶ σωφρονίζων αὐτὸν, πῶς λέγει καὶ παρρησιάζεται, "ἄλλος μὲν γάρ τʼ εἶδος ἀκιδνότερος πέλει ἀνὴρ, ἀλλὰ θεὸς μορφὴν ἔπεσι στέφει·" ὁμοῦ μὲν τὸ ἀξίωμα τῆς ῥητορικῆς ἐμφανίζων καὶ τὴν δύναμιν αὐτῆς ὁπόση τις καὶ ἡλίκη, ὁμοῦ δʼ αὐτὰ ταῦτα τῷ θεῷ προστιθεὶς ὡς ἐκεῖθεν ἥκοντα, ὥσπερ Πλάτωνι ἀποκρινάμενος, οὐκ Εὐρυάλῳ. δοκεῖ δέ μοι καὶ Ἡσίοδος τῆς αὐτῆς ἔχεσθαι γνώμης Ὁμήρῳ καὶ τοῖς ῥήμασι μόνοις διαλλάττειν ἐν τοῖσδε τοῖς ἔπεσι "κεῖνος μὲν πανάριστος ὃς αὑτῷ πάντα νοήσῃ· ἐσθλὸς δʼ αὖ κἀκεῖνος ὃς εὖ εἰπόντι πίθηται· ὃς δέ γε μήτʼ αὐτὸς νοέῃ μήτʼ ἄλλου ἀκούων ἐν θυμῷ βάλληται, ὁ δʼ αὖτʼ ἀχρήιος ἀνήρ." πρῶτον μὲν ἔθετο τὸν αὐτὸν εὑρόντα τὰ βέλτιστα, ἔσχατον δὲ ἀμαθίᾳ τὸν οὔτε συνιέντα οὔτε πειθόμενον, μέσον δὲ ἀμφοτέρων, ὥσπερ ἐν ἀριθμῶν ὅροις, τὸν τῷ συνιέντι πεισθέντα, τοσούτῳ χείρω τοῦ νοήσαντος, ὅσῳ βελτίω τοῦ μήθʼ εὑρόντος μήτε πεισθέντος. οὐκοῦν ὁ μὲν αὐτὸς πάντα νοήσας ἐστὶν ὁ εὖ εἰπών· εἰ δὲ βούλει ἐκείνως, ὁ μὲν εὖ εἰπών ἐστιν ὁ νοήσας αὐτὸς ἅπαντα. δῆλον δέ· προσθεὶς γὰρ ὃς αὐτὸς πάντα νοήσῃ μετείληφεν ἐν τῷ δευτέρῳ ἐπὶ τοῦ εὖ εἰπόντος τὸν αὐτὸν τοῦτον λέγων, ἀντὶ τοῦ νοήσαντος τὸν εὖ εἰπόντα θεὶς, ὡς αὐτὸν τοῦτον ὄντα τὸν βέλτιστον ῥήτορα. οὕτω δὲ τούτων κειμένων ὁ μὲν, οἶμαι, νοήσας παντὶ συμβαλεῖν ῥᾴδιος, ὅτι ὁ τῇ φύσει κρατῶν ἐστὶν,3 ὃν ἄριστον ὡρίσατο, ὃν καὶ εὖ εἰπόντα προσεῖπεν· ὁ δʼ αὖ πεισθεὶς ἐν τῇ τοῦ μαθόντος γίγνεται μερίδι. ἀκούσας γὰρ τοῦ τὰ βέλτιστα λέγοντος οὕτω χρῆται παρʼ ἐκείνου λαβών. εὑρεῖν οὖν φησιν, ὦ Πλάτων, κρεῖττον ἢ μαθεῖν, καὶ τέχνη φύσεως δεύτερον, εἰκότως Ἡσίοδος καὶ
……既将自己省悟与神明启示并提,又将天赋与教养归诸神明的命定。而对他说这些话的并非门托尔,亦非阿里特耳塞斯,而是诸神中最具智慧、统摄明智与诸种技艺的女神。忒勒玛科斯那时初次演说便文思敏捷,借助雅典娜找到了足以应付需要的言辞——至于他在求婚人面前的讲说我姑且按下不表——且正中目标,以致涅斯托尔听罢(这正是最令人快慰之处)称赞他并说道: 『你的言辞确乎相称,谁也不会说 一个年轻人能说出如此得体的话;』尽管在《伊利亚特》和《奥德赛》中,荷马都将涅斯托尔塑造成在修辞以及构思和评判言辞方面登峰造极的人物之一;然而他依然予以极为热烈的赞赏。而当他从皮洛斯来到另一位演说家兼国王墨涅拉奥斯处时,忒勒玛科斯表示听墨涅拉奥斯说话有如聆听神明般令人愉悦,而后者对他也持有与涅斯托尔相同的看法,并且因其自身亦已是老者而说道: 『你出身于优良的血统,亲爱的孩子,因你说出这等言语;』这无非是在说:『你生来便有言辞的天赋,因此你能说出最美好的言辞,并在其他此类人物中享有盛誉;所以即便你在言辞上没有任何技艺,于我而言,』他说,『亦足矣。』如此这般,贯穿整部戏剧,荷马宛若蓄意一般,借由所有权威人物的见证表明:在言辞中居支配地位的并非技艺,而是自然天赋的力量与神明的旨意。至于忒勒玛科斯的父亲本人——荷马将他描绘为在言辞的准备上达到至高境界之人——当受到那个帕埃阿刻斯人的些许激怒并告诫他时,是如何直言不讳地说道: 『因为一个人在容貌上虽显孱弱,然而神明却用言辞为其形貌加冕;』他既展现出修辞的尊严及其何等深广的力量,同时又正是将这些归功于神明,视其源自神处,宛如是在回答柏拉图而非欧律阿罗斯。在我看来,赫西俄德在以下诗行中亦持有与荷马相同的见解,仅仅是在措辞上有所不同: 『凡能独自明晓一切之人,乃最上等人; 凡听从善言者,亦为良善之辈; 但若既不能自己明晓,聆听他人 亦不记在心中者,则是无用之人。』 他首先将自行发现最善之物的人置于首位,将既不省悟亦不听从的人在无知上置于末尾,而在二者之间——犹如数列的项一样——置入了听从明晓者之人;此人逊于自行领悟者的程度,恰如优于既未发现亦未听从者。因此,独自明晓一切之人就是言谈善巧之人;或者若你愿意反过来说,言谈善巧之人就是独自明晓一切之人。这是显而易见的:因为他在写下『凡能独自明晓一切之人』之后,在第二句中便换用了指称善谈之人的表达,指的仍是同一人,以『言谈善巧者』替换了『领悟者』,以此表明此人正是最优秀的演说家。既然这些前提已定,我认为任何人都不难推知:那领悟者便是凭自然天赋胜出之人,赫西俄德将其界定为至善者,并称其为言谈善巧者;而那听从者则归入受学者之列。因为他在听取了言说至善之理的人之后,便从其处接纳并加以运用。因此,柏拉图啊,赫西俄德说构思优于学习,技艺次于天赋,顺理成章地,赫西俄德亦……
- 25τῆς Ἀθηνᾶς
插入句(—ἃ γὰρ ... ἐῶ λέγειν—)之后的属格 τῆς Ἀθηνᾶς 的句法归属。它既可被视为修饰谓语动词 εὔπορος γίγνεται καὶ λόγους ... εὑρίσκει 的起因或来源属格(相当于省略了 [χάριτι] 或 [ὑποθήκαις] 等词,意为“借助雅典娜/蒙雅典娜之赐”),亦可视为修饰前文 λόγους 的来源属格(“源自雅典娜的言辞”)。无论采取何种理解,均指雅典娜的神启促成了忒勒玛科斯的辩才。
- 25τῶν ἄκρων ῥητορικὴν καὶ λόγους εὑρεῖν καὶ κρῖναι
句法结构:在 ὁ Νέστωρ αὐτῷ πεποίηται τῶν ἄκρων 中,τῶν ἄκρων 为作表语的部分属格(“被他塑造成出类拔萃者之一”)。宾格 ῥητορικὴν 与并列的说明性不定式 εὑρεῖν καὶ κρῖναι(“在修辞以及构想和裁决言辞方面”)共同限定了其登峰造极的领域(关系宾格与解释性不定式)。
- 26παντὶ συμβαλεῖν ῥᾴδιος, ὅτι ὁ τῇ φύσει κρατῶν ἐστὶν
以人称结构替代非人称结构。本应为非人称表达 ῥᾴδιόν ἐστι παντὶ συμβαλεῖν ὅτι ὁ νοήσας...(“任何人都不难推知那领悟者即是……”),在此处从句的逻辑主语 ὁ νοήσας 被提升为主句的主语,搭配表示难易的形容词 ῥᾴδιος 及不定式 συμβαλεῖν,构成了希腊语中难易形容词特有的人称句式。
