- 底本
- Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0284.tlg045.humanitext-grc2:23-24
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者援引荷马史诗的多处段落(阿尔基诺奥斯与奥德修斯对德谟多科斯的赞美、费米奥斯的求生陈词、雅典娜对忒勒玛科斯的开导),论证演说与歌咏的精湛并非源于人为的技艺,而是来自神明的灵感。
ὁ δέ γε Ἀλκίνους αὐτὸς συνιστὰς αὐτὸν καὶ καλῶν εὐθὺς ἐν ἀρχῇ φησι "τῷ γάρ ῥα θεὸς πέρι δῶκεν ἀοιδὴν, τέρπειν ὅππη θυμὸς ἐποτρύνῃσιν ἀείδειν." ταυτί φησιν ὁ Ἀλκίνους αὐτὸς, ᾧ φιλοτιμίαν εἶχε δήπουθεν, εἴ τι καὶ διδασκάλοις ἀνήλωσεν ὑπὲρ αὐτοῦ,1 καὶ ταῦτʼ ὄντι λαμπρῷ καὶ μεγαλοψύχῳ καὶ δόξης ἐραστῇ. ἀλλʼ ὅμως ἐγώ σοι, φησὶν, αὐτὸς λέγω καὶ διορίζομαι, τοῦτον οὐκ ἐδιδαξάμην. καὶ οὐχ ὁ μὲν Ἀλκίνους οὕτως ὁ τῶν Φαιάκων βασιλεὺς, ὁ δὲ τῶν Ἑλλήνων σοφώτατος οὐχ ὁμοίως περὶ τῶν αὐτῶν, ἀλλʼ ἔτι μᾶλλον ἀγασθεὶς τοῦ Δημοδόκου τῆς ἐπιδείξεως καὶ ὥσπερ ἐπίτηδες ζητῶν ὅ τι εἴποι μέγιστον, ὦ Δημόδοκε, φησὶν, "ἔξοχα δή σε βροτῶν αἰνίζομʼ ἁπάντων· ἢ σέ γε Μοῦσʼ ἐδίδαξε Διὸς παῖς, ἢ σέ γʼ Ἀπόλλων" ὡς τοῦ πράγματος κρείττονος ἢ τέχνῃ λαβεῖν.2 "λίην γὰρ κατὰ κόσμον Ἀχαιῶν οἶτον ἀείδεις." οὐδὲ τοῦτο πάρεργον, οὐδʼ εἰκῆ προσθεὶς, οὐδʼ ἐφόλκιον ἄλλως ἐπὶ τοῖς ἄνω, ἀλλʼ ἐνδεικνύμενος καὶ πρὸς ἓν σημαινόμενος ὅτι τοῦτο τὸ ἐν κόσμῳ καὶ λαμπρῶς οὐκ ἐκ τέχνης, ἀλλʼ ἐπιπνοίᾳ θεῶν παραγίγνεται. κομψὸν μὲν γάρ τι, φαυλότερον δὲ ἡ τέχνη πολλῷ· πάλιν δʼ ὥσπερ ἐπισφραγιζόμενος τὴν μαρτυρίαν, προβαλὼν αὐτῷ τὸν τοῦ ἵππου κόσμον ἀεῖσαι, τοσοῦτον ὑπισχνεῖται, "αἴ κεν δή μοι ταῦτα (φησὶ) κατὰ μοῖραν καταλέξῃς, αὐτίκα καὶ πᾶσιν μυθήσομαι ἀνθρώποισιν ὡς ἄρα τοι πρόφρων θεὸς ὤπασε θέσπιν ἀοιδήν." ὡς οὐκ ἔχων τί τούτου μεῖζον ὑπόσχοιτο αὐτῷ. οὕτω τοίνυν ὁ ποιητὴς πεπεικὼς αὑτὸν ἐποίει περὶ τούτων, ὥστε ὥσπερ δεδοικὼς μή τις αὐτὸν περὶ Δημοδόκου μόνου λέγειν ταῦτα δόξειεν, ἀπὸ τοῦ κοινοῦ τῶν ἀοιδῶν ἐποίησεν ἀρχόμενον τὸν Ὀδυσσέα καὶ λέγονθʼ οὕτω "πᾶσι γὰρ ἀνθρώποισιν ἐπιχθονίοισιν ἀοιδοὶ τιμῆς ἔμμοροί εἰσι καὶ αἰδοῦς, οὕνεκʼ ἄρα σφᾶς οἴμας Μοῦσʼ ἐδίδαξε· φίλησε δὲ φῦλον ἀοιδῶν."
甚至阿尔基诺奥斯本人在引荐并召唤他时,一开篇就说道: 『因为神赋予了他绝妙的歌声, 任凭心神驱使他歌唱,去令人愉悦。』 阿尔基诺奥斯本人如是说;设若他曾为他向导师们花费过任何钱财,本该引为自豪,况且他本是一个显赫、心胸开阔且热爱荣誉之人。然而他却说:『我自己向你明言并确定,我并未曾教养此人。』不仅帕埃阿刻斯人的国王阿尔基诺奥斯如此表述,希腊人中最有智慧者就同一件事亦非态度不同;相反,他对德谟多科斯的表演更加赞叹,宛如特意寻求能说出的至高赞辞,说道:『德谟多科斯啊, “我真要在凡人中最出类拔萃地称赞你; 若非宙斯之女缪斯教授了你,便是阿波罗教了你,”』——仿佛此等造诣非技艺所能汲取。 『因为你极其井然有序地吟唱阿开奥斯人的命运。』 这也并非闲话,非随口附加上去,亦非仅是对上文的生硬赘述,而是在指示并归向单一的旨趣:即这种井然有序且辉煌的歌唱并非源于技艺,而是借由神明的灵感降临。因为技艺虽属巧思,却远为卑琐;他又仿佛在印证这番证词,向他提出唱诵木马的构制后,作出了如此重大的许诺: 『若你(他说)果真依序向我详叙这些事, 我便立刻向所有世人宣扬, 乃是仁慈的神明赋予了你神圣的歌唱,』——仿佛他再无更大之事可向他许诺。于是,诗人就这些事是如此深信不疑地进行创作,以至于他宛如担心有人会以为他仅仅是在就德谟多科斯一人而言,便让奥德修斯从所有歌者共有之事谈起,如此说道: 『因为对大地上所有的凡人而言,歌者们 都享有荣誉与敬重,皆因 缪斯教授了他们歌咏的路径,且垂爱歌者的族群,』
ὥσπερ δεδοικὼς Ὅμηρος ὑπὲρ ἑαυτοῦ μή τις αὐτὸν φῇ παρʼ ἑτέρου τι μεμαθηκέναι, ἀλλὰ μὴ παρʼ αὐτῶν τῶν Μουσῶν. πῶς οὖν αἱ Μοῦσαι διδάσκουσιν; ἆρά γε ὥσπερ οἱ γραμματισταὶ διδασκαλεῖον ἀνοιξάμεναι; οὐκ ἔστιν. ἀλλʼ οἶμαι ἐπὶ νοῦν ἄγουσι καὶ τὴν εὕρεσιν κινοῦσιν, ὡς καὶ ἐν αὐτοῖς τούτοις ἐμφαίνεται τοῖς ἔπεσι· φησὶ γοῦν ἐπὶ πᾶσιν "ὣς φάθʼ· ὁ δʼ ὁρμηθεὶς θεοῦ ἤρχετο, φαῖνε δʼ ἀοιδήν·" ταυτὸν διὰ πάντων ἐμφανίζων, ὅτι ληρεῖ τέχνη πρὸς θεὸν κινοῦντα. τὸν τοίνυν Φήμιον ἐν τῇ τῶν μνηστήρων σφαγῇ πεποίηκε τὸ ὑπὲρ ἑαυτοῦ παραιτούμενον καὶ λέγοντα "αὐτοδίδακτος δʼ εἰμί· θεὸς δέ μοι ἐν φρεσὶν οἴμας παντοίας ἐνέφυσεν, ἔοικα δέ τοι παραείδειν ὥστε θεῷ· τῷ μή με λιλαίεο δειροτομῆσαι." τοῦτο μὲν ὡς ταυτὸν ὅ τε αὐτοδίδακτος καὶ ὁ τῶν θεῶν μαθητὴς ἐγγύθεν οὑτωσὶ δηλῶν, τοῦτο δὲ ὡς οὐδὲν ἄλλο εἰπόντος εἰς σωτηρίαν τοῦ Φημίου μεῖζον ἢ ὅτι οὐδενὸς ἀνθρώπων ἐστὶ μαθητής. εἰκότως· τὸν γὰρ ὑπὸ τῶν ἠδικῆσθαι δοκούντων μέλλοντα σωθήσεσθαι εἰς τὴν παρὰ τῶν θεῶν τιμὴν καταφεύγειν εἰκὸς ἦν. διʼ ἃ τούτοις αὐτὸν σώζει τοῖς λόγοις. ἔτι τοίνυν, ἀναλήψομαι γὰρ, τὸν Τηλέμαχον ἀποδημοῦντα πεποίηκε δή που κατὰ πύστιν τοῦ πατρὸς ἐν τοῖς πρώτοις, ὡς δὲ προσέσχε τῇ Πύλῳ καὶ συντυγχάνειν ἔδει τῷ Νέστορι ἀγωνιῶντα καὶ ἀποροῦντα ὅ τι χρὴ λέγειν πρὸς αὐτὸν διὰ τὸ συνειδέναι μὴ ὅπως τέχνην αὐτῷ τινα ἐπισταμένῳ περὶ λόγους, ἀλλʼ οὐδʼ3 αὐτὸ, ὅ φησι Πλάτων, ἐμπειρίαν ἔχοντί πω μέχρι τούτου. κατακέκλεικε γοῦν αὐτὸ τοῦτʼ εἰς ἔπος ἐξ ἀρχῆς εἰς τέλος "οὐδέ τί πω μύθοισι πεπείρημαι πυκινοῖσιν." ὁ δʼ αὐτὸν παραμυθεῖται καὶ λέγει, μηδείς σε τῶν σοφιστῶν ἐξαπατάτω, μηδʼ ἀθυμήσῃς ἐπὶ σαυτῷ. εἰ γὰρ καὶ τῆς τέχνης ἀπολέλειψαι καὶ τῆς ἐμπειρίας, "ἄλλα μὲν αὐτὸς ἐνὶ φρεσὶ σῇσι νοήσεις, ἄλλα δὲ καὶ δαίμων ὑποθήσεται· οὐ γὰρ ὀΐω οὔ σε θεῶν ἀέκητι γενέσθαι τε τραφέμεν τε," συνάπτων κἀνταῦθα τρόπον τινὰ καὶ συντιθεὶς ἐφεξῆς
——正如荷马为自身担忧,唯恐有人说他是从旁人而非缪斯自身那里学得什么一般。那么缪斯究竟如何教学?难道像小学教师那样开办学塾?绝非如此。但我认为,她们乃是引领心智并启发构思,正如在这些诗句本身中所显现的;无论如何,他在最后说道: 『他这般说;歌者遂受神启而发端,展现出歌声;』——在全篇中显明同一件事,即面对催动人心的神明,技艺不过是妄谈。此外,在求婚人遭屠戮时,他描写费米奥斯为自身求情,说道: 『我是无师自通之人;神在我的心中 植入了各种歌咏的曲调,我能在你面前伴歌, 宛若侍奉神明;因此请勿急于将我斩首。』 诗人这样做,一方面近切地表明无师自通者与神之弟子原是同一种人;另一方面表明,费米奥斯为保全性命所说的一切,无一比称自己未师从于任何凡人更为有力。此乃理所当然:因为欲被自认受害之人搭救,求庇于神明的尊荣乃是情理之中。因这些缘故,诗人借由这些言辞保全了他。再者——因为我要重拾话头——正如大家所知,诗人描写忒勒玛科斯在开卷处远行为探寻父亲音讯;而当他泊靠皮洛斯且必须面见涅斯托尔时,描写他因深知自己在言辞上不仅未掌握任何技艺,甚至连柏拉图所谓的“经验”至今都尚未具备,从而焦虑惶惑,不知该向对方说些什么。诗人便在诗行中自始至终将其浓缩于一句: 『我至今尚未涉足于深思熟虑的言辞。』 而对方安慰他并说道:『切莫让任何智者欺骗你,亦勿对自己沮丧。即便你既缺乏技艺亦无经验, “有些事你自己心中自会省悟, 另一些事神明亦会启示;因为我绝不认为 你的出生与成长违背了诸神的意旨,”』——在此处亦以某种方式予以联结,并依次构撰……
- 23ᾧ φιλοτιμίαν εἶχε δήπουθεν, εἴ τι καὶ διδασκάλοις ἀνήλωσεν ὑπὲρ αὐτοῦ
关系代词 ᾧ 以先行词 Ἀλκίνους 为指代,在短语 φιλοτιμίαν εἶχε(字面意为“对他而言乃是自豪之源”)中作利益与格。随后的条件从句 εἴ τι καὶ διδασκάλοις ἀνήλωσεν 带有虚拟意味,指“若他曾为他向导师花费过任何财物,本该成为他的荣耀”。
- 23ὡς τοῦ πράγματος κρείττονος ἢ τέχνῃ λαβεῖν
连词 ὡς 表述主观判断或理由,支配属格绝对结构(此处省略了分词 ὄντος,由名词与表语形容词 κρείττονος 构成)。比较级 κρείττονος 之后接 ἢ 与不定词 λαβεῖν,构成“过于崇高而无法凭借技艺获取”的比较限定句式。
- 24διὰ τὸ συνειδέναι μὴ ὅπως τέχνην αὐτῷ τινα ἐπισταμένῳ περὶ λόγους, ἀλλʼ οὐδʼ
由介词 διὰ 与带定冠词的不定词 τὸ συνειδέναι 引导的原因短语中,包含了固定句式 μὴ ὅπως ... ἀλλʼ οὐδέ ...(“不仅不……甚至连……都不……”)。与逻辑主语(忒勒玛科斯)一致的与格分词 ἐπισταμένῳ 及后文的 ἔχοντι,是动词 σύνοιδα 所支配的与格补足语的致协搭配。
