- 底本
- Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0284.tlg045.humanitext-grc2:21-22
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者立足于苏格拉底自认无知却获德尔斐神谕判定为最智慧这一事实,论证了无需技艺的神赋智慧的高贵性,并进一步引述荷马等诗人的诗句,证明人类的卓越本领皆源于神圣恩赐。
οἰκεῖα τῷ Σωκράτους ἤθει καὶ προσήκοντα ἐκρίθη, ὥστε καὶ ταύτῃ τῇ δόξῃ γενέσθαι χώραν. δοκεῖ δέ μοι καὶ Σωκράτης αὐτὸς εἰ καὶ μηδεὶς λόγος αὐτοῦ γραφῇ σώζεται, οὐχ ἧττον οὔτε Πλάτωνος τοῦ σεμνοῦ οὔτʼ Αἰσχίνου τοῦ κομψοῦ μαρτυρεῖν, ἀλλʼ ἔτι κάλλιον καὶ ὡς ἀληθῶς εἰς τὸ μέσον. ὁμολογεῖται μέν γε λέγειν αὐτὸν ὡς ἄρα οὐδὲν ἐπίσταιτο, καὶ πάντες τοῦτό φασιν οἱ συγγενόμενοι. ὁμολογεῖται δʼ αὖ καὶ τοῦτο, σοφώτατον εἶναι Σωκράτη τὴν Πυθίαν εἰρηκέναι. πῶς οὖν ταῦτʼ ἔχει; οὐ γὰρ τόν γε τοῦ παντὸς ἐσφαλμένον ὡς ἀνέλοι σοφώτατον ἀνδρῶν πιστεῦσαι θεμιτὸν περὶ τοῦ θεοῦ.1 τέχνην δὲ, ὡς ἔοικεν, ἔφασκεν οὐκ ἀσκεῖν, ἀληθῆ λέγων. ᾧ γοῦν συνεγένετο Ἀναξαγόρᾳ, οὐ τἀκείνου τιμήσας φαίνεται. ἓν μὲν δὴ τοῦτο μαρτυρεῖ Σωκράτης, οὐκ αἰσχρὸν εἶναι τὸ μὴ τέχνην κεκτῆσθαι, εἴπερ περὶ αὑτοῦ λέγων οὐκ ᾐσχύνετο. ἕτερον δὲ ἀκόλουθον. οὐ γάρ ἐστιν ὅστις οὐ λέγει περὶ Σωκράτους ὅτι φάσκοι τὸ δαιμόνιον αὐτῷ σημαίνειν. οὐκοῦν μηδὲν μὲν ἐπίστασθαι τῶν δεόντων ἀμήχανον ᾧ γε παρηκολούθει τὸ δαιμόνιον. ὅτι δʼ οὐδὲν ἐπίσταιτο αὐτὸς ἔλεγε, λέγων δʼ οὐκ ἐψεύδετο, εἴπερ γε μηδὲ ὁ θεὸς σοφώτατον αὐτὸν εἰρηκώς. λοιπὸν οὖν τί ποτʼ ἐστὶ τὸ φάσκειν οὐκ εἰδέναι; οἶμαί γε τὸ μὴ τέχνῃ. ἀλλὰ μὴν εἰ μηδετέρως γʼ ἂν σοφώτατος ἦν ἔτι, μήτε ψευδόμενος περὶ αὑτοῦ, εἴπερ ἕν τι τῶν αἰσχρῶν τὸ ψεύδεσθαι, μήτʼ ἀληθῆ λέγων, εἰ τὸ μὴ χρῆσθαι τέχνῃ τῶν ἁπλῶς αἰσχρῶν ἦν, ἅμα Σωκράτης τε διʼ ἀμφοτέρων μαρτυρεῖ τῷ λόγῳ,2 καὶ ὧν ἔξαρνος ἦν καὶ ὧν ὡμολόγει, καὶ διὰ τοῦ Σωκράτους ὁ θεὸς μεμαρτύρηκε περὶ ἀμφοῖν, χρήσας ἐκεῖνον σοφώτατον εἶναι, ὥστε διπλῆν οὖσαν τὴν τοῦ Σωκράτους μαρτυρίαν ἑτέρᾳ κυρίᾳ τῇ παρʼ αὑτοῦ βεβαιοῖ. μάθοι δʼ ἄν τις καὶ παρʼ αὐτοῦ τοῦ πράγματος συμβαίνοντα τῷ Σωκράτους λόγῳ καὶ βίῳ τὰ ἀπὸ τῆς μαντείας. τὸν γὰρ ζῶντα ὑπὸ θεῷ καὶ τῶν ἀνθρωπίνων πραγμάτων ἠμεληκότα πῶς οὐκ εὔλογον ἐκ προχείρου παρὰ θεῷ κριτῇ σοφώτατον ἀνθρώπων ἀνῃρῆσθαι; ἡ μὲν οὖν παρὰ τοῦ Πλάτωνος ἡμῖν μαρτυρία τοσαύτη, διʼ αὐτοῦ καὶ διὰ τῶν ἑταίρων ἀμφοτέρων τελευτῶσα εἰς τὸν θεὸν τὸν ἐν Δελφοῖς, ὃς ἐπιψηφίζει Πλάτωνι ἃ μικρῷ πρόσθεν ἔφην Αἰσχίνην. εἰ δὲ δεῖ καὶ ποιητῶν παρασχέσθαι μαρτυρίας, ἔστι μὲν ἔργον ἢ τὰς ἁπάντων ἢ τὰς τῶν προκριθέντων διὰ πάντων παρασχέσθαι, ὅμως δʼ ὡς ἄν τις ἔχοι τῶν γνωριμωτάτων ἐκλέξας εἰπεῖν ῥᾳθυμία παραλιπεῖν.3 κοινῇ μὲν οὖν πάντες ποιηταὶ μαρτυροῦσι τὴν ἔργῳ μαρτυρίαν, εἴπερ εἰσὶ ποιηταὶ τῷ κρατοῦντι λόγῳ τῆς τέχνης. ἀλλʼ οὐ ταύτης δέομαι τὰ νῦν, ἔστι γὰρ ἐν τοῖς εἰρημένοις, ἀλλὰ τῆς κατὰ ῥῆμα. τοῦτο μὲν τοίνυν ὁ πρεσβύτατος αὐτῶν καὶ πᾶσι συνηθέστατος Πάνδαρον μὲν τὸν Ζελείτην ἐπαινῶν εἰς τὴν τοξικὴν ὧι καὶ τόξον Ἀπόλλων αὐτὸς ἔδωκε λέγει. τὸν δὲ τῶν Φαιάκων βασιλέα ποιήσας εἰς ὑπερβολὴν φιλάνθρωπον καὶ θεοφιλῆ τῷ ῥήματι τούτῳ τετίμηκεν "Ἀλκίνοος δὲ τότʼ ἦρχε θεῶν ἄπο μήδεα εἰδώς." μή μου πύθῃ, φησὶ, ποίαν τέχνην ἐκέκτητο, ἢ τίς διδάσκαλος αὐτοῦ· θεῶν γὰρ ἄπο μήδεα ᾔδει. τὸν δʼ αὖ Δημόδοκον ὡσαύτως τὸν κιθαρῳδὸν ἐπαινῶν ὡς ἄκρον τὴν μουσικὴν οὕτως ποιεῖ "τὸν πέρι Μοῦσʼ ἐφίλησε, δίδου δʼ ἀγαθόν τε κακόν τε· ὀφθαλμῶν μὲν ἄμερσε, δίδου δʼ ἡδεῖαν ἀοιδήν·" καὶ πάλιν "Μοῦσʼ ἄρʼ ἀοιδὸν ἀνῆκεν ἀειδέμεναι κλέα ἀνδρῶν."
它们被判定为与苏格拉底的品性极为契合且相称,以至于也为这种意见留出了空间。但在我看来,苏格拉底本人即便未曾有一篇言论借由著作流传下来,其作证的分量亦不亚于庄严的柏拉图或文雅的埃斯基涅斯,甚至更为出色且真正地昭示于众人之中。固然,众皆承认他曾说自己一无所知,凡与他交往过的人也全都如此陈述。但另一方面,这也是公认的事实:皮提亚曾宣告苏格拉底是至为智慧之人。那么,这究竟该如何理解?因为就神明而言,相信神会把一个全盘谬误之人宣告为人类中最为智慧者,乃是不敬虔的。而且看来,他声称自己并不从事技艺,所言亦属实;至少在他与阿那克萨哥拉交往时,并未显出看重后者的学说。苏格拉底所证实的,这便是一条:未曾拥有技艺并非可耻之事,只要他在谈及自身时并不以此为耻。而另一条则顺理成章。因为没有人不谈及苏格拉底曾声称神灵向他显出征兆。因此,对于一个常有神灵伴随之人而言,对必需之事一无所知是不可能的。然而他本人却说自己一无所知,他在如此陈述时并未撒谎,倘若宣告他为最智慧者的神明亦未曾撒谎的话。那么,声称不知道究竟是指什么?我认为是指:不凭借技艺。然而,若无论哪种情况他都不可能再是最为智慧的——既不在于就自身撒谎(既然撒谎乃是可耻之事之一),亦不在于道出实情(倘若不使用技艺属于绝对可耻之事)——那么苏格拉底便同时通过这两方面为论辩作证,即通过他所否认的与他所承认的;而神亦借由苏格拉底为这两方面作证,降下神谕宣告他是最为智慧的,从而苏格拉底的证词既是双重的,神便以来自自身的另一具权威的证词予以确证。人们从事情本身亦能知晓,神谕所示之事与苏格拉底的言论及生平完全一致。因为对于一个在神明荫庇下生活而忽视人间俗事之人,在以神为裁判者面前被判定为世上最智慧之人,又怎会不是显而易见地合情合理? 那么,我们从柏拉图那里获得的证词便止于此,它借由他及两位同道,最终归结于德尔斐的神明,而神明为柏拉图核准了我刚才所说埃斯基涅斯〔核准〕之事。但若亦须提供诗人们的证词,虽然将所有人或普世公认之选拔者的证词尽皆列出乃是一桩繁重的工作,然而在能够从最知名者中甄选而言的情况下,将其遗漏便是怠惰。总的来说,所有诗人都提供了事实上的证明,只要按照技艺的支配性理论他们确实是诗人。但我当下所需的并非这一证明——因为它已包含在所言诸事之中——而是言辞上的证明。因此,他们中最古老、为所有人最熟知的一位,在称赞泽勒亚的潘达洛斯的射术时说道: 『阿波罗亲自将弓赐予了他。』 而在将帕埃阿刻斯人的国王塑造成极其仁爱且得神喜悦之人时,他用这句话来尊崇他: 『那时阿尔基诺奥斯施行统治,深谙来自诸神的谋略。』 诗人意即:『勿向我探询他掌握何种技艺,或谁是他的导师;因为他知晓来自诸神的谋略。』他又同样称赞琴歌艺人德谟多科斯在音乐上的精湛造诣,如此写道: 『缪斯格外垂爱于他,赐予他善亦赐予他恶: 剥夺了他的双眼,却赋予了他甜美的歌喉。』 又如: 『缪斯遂激起歌者吟唱英雄们的辉煌业绩。』
- 21οὐ γὰρ τόν γε τοῦ παντὸς ἐσφαλμένον ὡς ἀνέλοι σοφώτατον ἀνδρῶν πιστεῦσαι θεμιτὸν περὶ τοῦ θεοῦ.
句子的核心骨架为 οὐ γὰρ θεμιτόν [ἐστι] πιστεῦσαι περὶ τοῦ θεοῦ ὡς ἀνέλοι...(因为就神而言,相信其作出了……的神谕是不虔敬的)。否定词 οὐ 否定 θεμιτόν,而由斜说语气希求法 ἀνέλοι 引导的 ὡς 从句作 πιστεῦσαι 的宾语从句。前置的宾格分词短语 τόν γε τοῦ παντὸς ἐσφαλμένον 为表强调而置于 ὡς 之前,充当 ἀνέλοι 的直接宾语(主语为神),后接的 σοφώτατον ἀνδρῶν 则为其宾语补足语。
- 21ἀλλὰ μὴν εἰ μηδετέρως γʼ ἂν σοφώτατος ἦν ἔτι, μήτε ψευδόμενος περὶ αὑτοῦ, εἴπερ ἕν τι τῶν αἰσχρῶν τὸ ψεύδεσθαι, μήτʼ ἀληθῆ λέγων, εἰ τὸ μὴ χρῆσθαι τέχνῃ τῶν ἁπλῶς αἰσχρῶν ἦν, ἅμα Σωκράτης τε διʼ ἀμφοτέρων μαρτυρεῖ τῷ λόγῳ
由嵌套的条件句与分词构成的长句。主句的核心为主谓结构 ἅμα Σωκράτης τε... μαρτυρεῖ。在此之前,条件从句 εἰ μηδετέρως γʼ ἂν σοφώτατος ἦν ἔτι(若他在两种情况下都绝不可能再是最有智慧的)内部包含两个并列的假设性分词 μήτε ψευδόμενος(既不在于撒谎)与 μήτʼ ἀληθῆ λέγων(亦不在于讲真话),且各自嵌套了一个解释其理由的从属条件句(εἴπερ... / εἰ...)。
- 22ὅμως δʼ ὡς ἄν τις ἔχοι τῶν γνωριμωτάτων ἐκλέξας εἰπεῖν ῥᾳθυμία παραλιπεῖν.
主句骨干为带有省略动词的名词谓语句 ῥᾳθυμία [ἐστὶ] παραλιπεῖν(将其遗漏乃是怠惰)。前面的 ὡς ἄν τις ἔχοι ... εἰπεῖν 是带有潜能希求法的从属分句(意为「在人们能够选出……而言的情况下」),其中不定词 εἰπεῖν 受具有「能够」含义的 ἔχοι 支配,分词 ἐκλέξας 则与主语 τις 构成主格一致修饰。
