← 阿里斯·台德斯

致柏拉图:为雄辩术辩护

§19-20

梦告疗愈之体验与苏格拉底的神授灵感

阿里斯提德斯结合自身通过梦境获得神谕疗愈的经历阐述神启之真实性,并引用埃斯基涅斯的对话录,以苏格拉底对阿尔基比亚德斯的神圣灵感之爱为据。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§19

προσειπεῖν, οὐχ ὅπως ἰάσασθαι,1 μήτʼ εἶδεν ἐν ἀνθρώπου φύσει συμβάντα, ἄλλοτʼ ἄλλαις παραμυθίαις τε καὶ συμβουλαῖς ἐκ τοῦ θεοῦ διαφεύγων ζῶ παρὰ πᾶν τὸ ἐκ τῶν παρόντων εἰκός.2 πολλοὶ δʼ ἔμοιγε καὶ ἄλλοι κοινωνοί τε καὶ μάρτυρές εἰσι τῶν λόγων, οὐ μόνον τῶν Ἑλλήνων, ἀλλὰ καὶ βαρβάρων, αἵ τʼ ἐν Ἀσκληπιοῦ τῶν ἀεὶ διατριβόντων ἀγέλαι καὶ ὅσοι τῷ κατʼ Αἴγυπτον θεῷ συνεγένοντο. καίτοι τέχνης μὲν ἡμῶν οὐδʼ ὁτιοῦν εἰς ταῦτα μέτεστιν οὐδενὶ δήπουθεν, ἀλλὰ καὶ τοῦ καταφυγεῖν ἐπὶ τοὺς θεοὺς σχεδὸν ἀρχὴ τὸ τῆς τέχνης ὑπεριδεῖν ἐστίν· ὅμως δὲ σὺν αὐτοῖς εἰπεῖν3 οὔθʼ οἱ θεοὶ τὸν τοιοῦτον ἡμῶν λογισμὸν ἀτιμάζουσιν οὔτε πολλοὶ μετέγνωσαν τῶν πρὸ τῆς τέχνης τὴν παρὰ τοῦ θεοῦ τύχην ἑλομένων. ἀλλὰ καὶ ὀνείρασι χρώμεθα οὐ προειδότες, οἶμαι, τῆς ἑσπέρας ὅ τι μέλλομεν ὄψεσθαι, καὶ τί χρὴ ποιήσαντας σωθῆναι γιγνώσκομεν, ἀγνοοῦντες μέχρι ἐκείνου τοῦ μέρους τῆς ὥρας, ἐν ᾧ παρὰ τῶν θεῶν ἧκε τἀγαθὸν, καὶ πάλιν γὰρ ὥσπερ ἐπᾴδων ἐν μέλει ταυτὸν ἐρῶ, τέχνης οὐδʼ ὁτιοῦν ἐπαΐοντες οὐ μόνον περὶ τῶν ἡμῖν αὐτοῖς συμφερόντων, ἀλλὰ καὶ περὶ τῶν ἑτέροις ἔχομεν εἰπεῖν πολλάκις, ἂν δοκῇ τῷ θεῷ, ὥστε καὶ τοὺς ἰατροὺς οὐδὲν κωλύει φρίττειν, ἐπειδὰν ἀκούωσι πολλὰ τῶν ἔργων. πότερʼ οὖν τὰ ὀνείρατα ποιεῖ θεοῖς ἀνακεῖσθαι τἀνθρώπεια, ἢ τὸ θεοὺς ἀνθρώπων κήδεσθαι ποιεῖ καὶ διʼ ὀνειράτων ἀνθρώπους σώζεσθαι; ἐγὼ μὲν οἶμαι τοῦτο. τί οὖν, ὦ μεγίστη σὺ γλῶττα τῶν Ἑλληνίδων, ἔφη Κρατῖνος, ποιῶν ἔσθʼ ὅ τι κωλύει καὶ ὕπαρ γιγνώσκειν τὰ βέλτιστα ἄνευ τέχνης καὶ συμβουλεύειν ἑτέροις ἔχειν, εἴπερ γε καὶ τὰ ὀνείρατα ποιεῖ καὶ ἑτέροις ἔχειν συμβουλεύειν; ἢ σωθῆναι μὲν ἔστιν ἄνευ τέχνης καὶ ἕτερον σῶσαι διʼ ὧν τις οὐκ οἶδε, συμβουλεῦσαι δʼ οὐκ ἔστιν ἄνευ τέχνης οὐδὲν, οὔτʼ ἀπὸ τῆς αὐτοῦ τύχης οὔτʼ ἀπὸ τῆς θείας οὔτε, τὸ τοῦ Δημοσθένους, τῆς τῶν ἀκροωμένων;4 καὶ ταυτὶ μὲν ὑπʼ αὐτοῦ τοῦ λόγου κινηθεὶς καὶ τοῦ τοῖς θεοῖς ὡσπερεὶ τετελεσμένου ἐπὶ πλεῖον ἴσως ἐξήγαγον· καί μοι συγγνώμη καὶ παρʼ αὐτοῦ τοῦ Πλάτωνος ἔστω καὶ παρʼ ἄλλου παντὸς τοῦτʼ αὐτὸ παθόντι ὅπερ ἐν τοῖς λόγοις ἐνῆν· οὐ γὰρ ἦν κατασχεῖν αὐτὸν, ἐπειδὴ θεία μοῖρα καὶ σωτηρία παρέπεσε. διὸ καίπερ μαρτυρίᾳ χρώμενος ἠναγκάσθην αὐτὸς μαρτυρεῖν τῷ λόγῳ, ἐπάνειμι δʼ αὖθις πρὸς τὰ λοιπὰ τῆς μαρτυρίας ἐγὼ δὲ διὰ τὸν ἔρωτα ὃν ἐτύγχανον ἐρῶν Ἀλκιβιάδου οὐδὲν διάφορον τῶν Βακχῶν ἐπεπόνθειν. καὶ γὰρ αἱ Βάκχαι ἐπειδὰν ἔνθεοι γένωνται, ὅθεν οἱ ἄλλοι ἐκ τῶν φρεάτων οὐδὲ ὕδωρ δύνανται ὑδρεύεσθαι, ἐκεῖναι μέλι καὶ γάλα ἀρύονται. καὶ δὴ καὶ ἐγὼ οὐδὲν μάθημα ἐπιστάμενος ὃ διδάξας ἄνθρωπον ὠφελήσαιμʼ ἂν, ὅμως ᾤμην ξυνὼν ἂν ἐκείνῳ διὰ τὸ ἐρᾶν βελτίω ποιῆσαι. ἐνταῦθα τελευτᾷ τῶν διαλόγων οὐ διʼ αἰνιγμάτων, οὐδὲ ὑπονοίας, οὐδὲ τρόπον τινὰ ταὐτὰ λέγων ἡμῖν, ἀλλʼ ὥσπερ ἐξεπίτηδες εἰς τὴν χρείαν πεποιηκώς. εἰ τοίνυν ὄνειροι μὲν τὰς Ἀσκληπιοῦ συμμορίας τῆς τῶν ἰατρῶν τέχνης ἀπαλλάττουσι, Βάκχαι δὲ αἱ Διονύσου καὶ τὰ τῶν Νυμφῶν δῶρα μεταβάλλουσιν ἡνίκʼ ἂν ἔνθεοι γένωνται, τί τῶν αἰσχρῶν ἢ τί τῶν ἔξω τῆς φύσεως καὶ τοὺς ἐν τοῖς λόγοις ἐνθέους παραδέχεσθαι καὶ νομίζειν εἰς προστάτας ἔχειν ἀνενεγκεῖν τούς γέ που κρείττονας; καὶ μὴν οὐδὲ τοῦτʼ ἔστʼ εἰπεῖν ὡς ἄρʼ ὁ μάρτυς οὐδενὸς ἄξιος, ἢ πόρρω τῶν πραγμάτων, ἢ καταφεύγομεν εἰς ὄνομα αὐτὸ δὴ τοῦτο. ἀλλʼ εἴ γέ τινας ὥσπερ παῖδας οὕτως καὶ ἑταίρους χρὴ λέγειν γνησίους, γνήσιον Αἰσχίνην Σωκράτους παρειλήφαμεν. μαρτυρεῖ δὲ καὶ ἡ ψευδὴς ἐνίων δόξα τῶν αὐτοῦ Σωκράτους εἶναι τὰ γράμματα ταῦτα ὑπειληφότων· οἷς εἰ μὴ τὸ ὅλον πιστεύειν ἄξιον, ὥσπερ ἐγὼ πρῶτος οὐκ ἂν φαίην, ἀλλʼ οὖν οὐκ ἐπὶ πάσης γε τῆς ἀλογίας ἡ πλάνη συμβέβηκεν, ἀλλʼ οὕτω σφόδρα ταῦτʼ

那些医者无一知晓、甚至不知当如何称呼——更遑论医治——且从未见过在人的天性中发生的事端,我凭着神明在不同时刻给予的种种慰藉与指引而得以脱免,在违背依据眼前境况所作的一切常理推断下存活至今。对于我的这番言论,不仅在希腊人中,而且在蛮族人中,我都有许多其他的同道与证人:常年盘桓于阿斯克勒庇俄斯圣域的信众,以及所有曾与埃及之神交往相遇的人。然而,对于这些事,我们当中自然无一人分有哪怕一丝一毫的技艺;相反,向诸神求助的开端,几乎可以说正是对技艺的蔑弃。然而,托诸神之庇佑而言,诸神既未鄙弃我们这样的推论,在技艺之前选择承受神赐机运的人也少有后悔的。不仅如此,我们在使用梦境时,在傍晚想必亦未曾预知自己将要梦见何物,并且直至善果从诸神那里降临的那一刻之前,我们对此尚一无所知,却能领悟当行何事方得获救;如果允许我像在歌中咏唱咒语般再次重复同一句话:我们虽对技艺毫无所知,却往往不仅就对我们自身有益之事,而且若蒙神悦纳,亦能就对他人有益之事发言,以至于每当医者听闻这诸多事迹时,也无不毛骨悚然。那么,究竟是梦境使得人间诸事托付于诸神,还是诸神对人类的关怀使得人类亦通过梦境得以获救?依我看乃是后者。那么,「你这希腊诸舌中最伟大的舌头啊」,正如克拉提诺斯所言,若梦境果真亦能使人能够向他人提出劝告,又有何事能阻止人醒着时无需技艺便能认识至善之事并能够劝告他人?抑或,无需技艺、凭借自身所不知晓之事便可得救并拯救他人,而若无技艺,无论是凭借自身的机运,还是凭借神圣的机运,或者用德摩斯梯尼的话说,凭借听众的机运,便无论如何也不能提出任何劝告? 这些话,我因受到论辩本身以及仿佛受神启蒙之心情的触动,或许铺陈得过长了。愿柏拉图本人及其他所有人都能宽恕我这个受论辩中所蕴含的情感支配之人;因为当神圣天命与拯救降临之际,实非人所能自持。因此,我虽是在引述证词,却不得不亲自为这一论辩作证;但我现在将重新回到证词的剩余部分: 「至于我,由于我对阿尔基比亚德斯恰巧怀有的这份爱,我的遭遇与巴克科斯信女们毫无二致。因为巴克科斯信女们一旦受神启,便能从旁人连水都无法汲取的井中汲出蜂蜜与乳汁。同样,我虽未掌握任何传授后便能造福于人的学问,却依然认为,借由相爱而与他相伴,我能使他变得更为优秀。」 他在对话录的此处收尾,与我们所言相同,既非借由谜语,亦非借由隐喻,亦非在某种限定的意义上,而是仿佛专为我们的需要所作一般。既然如此,倘若梦境使阿斯克勒庇俄斯的信众摆脱了医者的技艺,而狄奥尼索斯的巴克科斯信女们一旦受神启便能改变宁芙的赐予,那么接纳在言辞中受神启之人,并认为他们能〔将此〕归之于作为守护者的更高贵存在,又有何可耻、有何悖于常理之处?况且,绝不能说这位证人毫无价值,或者远离实情,抑或我们仅仅逃遁于这个名目之下。但若如同说及亲生骨肉那样亦当说及真正的同道,我们据传得知埃斯基涅斯乃是苏格拉底名正言顺的同道。甚至某些误以为这些著作乃是苏格拉底亲笔之人所持的虚妄意见,亦可作为证明;即便人们不应完全相信他们——正如我首先就不会赞同——但这种迷误绝非出于纯粹的荒谬,而是因为这些著作如此强烈地……

语法注4 条
  1. 19οὐχ ὅπως ἰάσασθαι

    成语 οὐχ ὅπως 意为“更不用说”、“遑论”(相当于拉丁语 non modo non),承接前文的 ὅ τι χρὴ προσειπεῖν,意指连命名都成问题,治愈更是无从谈起。

  2. 19παρὰ πᾶν τὸ ἐκ τῶν παρόντων εἰκός

    介词 παρά 支配宾格表示“违背”、“与……相反”。冠词与中性词 τὸ εἰκός(盖然之事)之间嵌入了定语介词短语 ἐκ τῶν παρόντων,整个短语意为“违背由眼前现状产生的一切常理/盖然性”。

  3. 19σὺν αὐτοῖς εἰπεῖν

    惯用插入短语,意为“在诸神的恩准/庇佑下而言”。代词 αὐτοῖς 指代前文出现的 τοὺς θεούς,是一种避免对神不敬并陈述己见的客套程式语。

  4. 19τὸ τοῦ Δημοσθένους, τῆς τῶν ἀκροωμένων

    插入短语 τὸ τοῦ Δημοσθένους 意为“如德摩斯梯尼所说”。其后的属格 τῆς τῶν ἀκροωμένων 省略了中心名词 τύχης,与前文的 ἀπὸ τῆς αὐτοῦ τύχης οὔτʼ ἀπὸ τῆς θείας 构成并列,化用了德摩斯梯尼关于“听众的机运”的著名说法。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0284.tlg045.humanitext-grc2:19-20