← 阿里斯·台德斯

致柏拉图:为雄辩术辩护

§17-18

埃斯基涅斯的见证与神圣配赋的益处

演说者援引柏拉图自身的言论及其同窗埃斯基涅斯的话(即凭借神圣天命而非技艺施益于阿尔基比亚德斯),论证即便不借助技艺,单凭神赐之力亦能在言辞中达致至善并造福于人。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§17

αὐτός ἐστιν ὁ μὴ διδοὺς τῇ τέχνῃ τὰ πρεσβεῖα· εἰ δʼ οὐδὲ τοῦτό τις συγχωρεῖ, πῶς ῥητορικὴ διὰ τοὺς ἐκείνου λόγους αἰσχρόν; ἐγὼ δʼ ἀξιόπιστον μὲν τοῖς ὅλοις οὐδενὸς ἧττον Ἑλλήνων ἡγοῦμαι, ἡδέως δʼ ἂν ἐροίμην τοὺς πρὸς ἐκείνου πότερʼ αὐτῷ μᾶλλον πιστεύειν ἄξιον, ταῦτα ἢ ʼκεῖνα. καὶ μὴν εἰ τὰ μάλιστα σεμνός ἐστι, φαίνεται μαρτυρῶν ἡμῖν, ὥστε ὑπὲρ ἡμῶν σεμνός ἐστιν. ὅταν γὰρ ἡμεῖς μὲν καὶ ἡμῖν αὐτοῖς ταὐτὰ λέγωμεν κἀκείνῳ, ἐκεῖνος δὲ μήθʼ αὑτῷ μήθʼ ἡμῖν, οὐκ ἀντιλέγει μᾶλλον ἢ μαρτυρεῖ κατʼ αὐτὸ τοῦτο τὸ μὴ τἀληθῆ λέγειν.1 φέρε δὴ καὶ ἑτέραν ἐκ τοῦ αὐτοῦ γυμνασίου, ἔφη Πλάτων, μαρτυρίαν ἀντʼ εἰκόνος παράσχωμαι. οὐ γάρ που δυσχερανεῖ Πλάτων, ἐὰν Αἰσχίνης ἐπιψηφίσῃ Πλάτωνος εἰπόντος2 ἐγὼ δʼ εἰ μέν τινι τέχνῃ ᾤμην δύνασθαι ὠφελῆσαι, πάνυ ἂν πολλὴν ἐμαυτοῦ μωρίαν κατεγίγνωσκον· νῦν δὲ θείᾳ μοίρᾳ ᾤμην μοι τοῦτο δεδόσθαι ἐπʼ Ἀλκιβιάδην. καὶ οὐδέν γε τούτων ἄξιον θαυμάσαι. ἀκούεις ἀνδρὸς ἑταίρου καὶ τὸν αὐτόν σοι σοφώτατον νομίζοντος, προσθήσω δʼ ὅτι καὶ τῷ αὐτῷ τοὺς λόγους ἀνατιθέντος, ᾧπερ καὶ σὺ τούτους. οὐ χρὴ, φησὶ, θαυμάζειν, ὦ Πλάτων, εἴ τις καὶ τέχνην μὴ κτησάμενος οἷός τʼ ἐστὶν ὠφελεῖν ἀνθρώπους. πολλοὶ γὰρ καὶ τῶν καμνόντων ὑγιεῖς γίγνονται οἱ μὲν ἀνθρωπίνῃ τέχνῃ, οἱ δὲ θείᾳ μοίρᾳ. ὅσοι μὲν οὖν ἀνθρωπίνῃ τέχνῃ, ὑπὸ ἰατρῶν θεραπευόμενοι, ὅσοι δὲ θείᾳ μοίρᾳ, ἐπιθυμία αὐτοὺς ἄγει ἐπὶ τὸ ὀνῆσον· καὶ τότε ἐπεθύμησαν ἐμέσαι, ὁπότε αὐτοῖς ἔμελλε συνοίσειν, καὶ τότε κυνηγετῆσαι, ὁπότε συνοίσειν ἔμελλε πονῆσαι. Ἡράκλεις, ὡς διαρρήδην καὶ περιφανῶς Αἰσχίνης ὁ τοῦ Πλάτωνος συμφοιτητὴς μαρτυρεῖ Πλάτωνι ταῦθʼ ἃ μικρῷ πρόσθεν παρεσχόμεθα αὐτοῦ πολλῷ καὶ ἀνθρωπινώτερα καὶ πρὸς θεῶν εἶναι καλλίονα ὧν ἕνεκα τοῦ παραδόξου συνεσκεύακεν.3 οὐκοῦν αὐτός τε μαρτυρῶν ἡμῖν ὥσπερ ὑπὸ κήρυκος ἁνὴρ φαίνεται καὶ τὴν τοῦδε μαρτυρίαν ὥσπερ ἐπισφραγίζεται· τοὺς γὰρ πρὸς ἡμῶν αὐτοῦ λόγους κυροῖ. καὶ μὴν εἰ πολλοὶ τῶν καμνόντων ὑγιεῖς γίγνονται χωρὶς ἰατρῶν καὶ τέχνης, καὶ ταῦτʼ οὐδʼ ἐφʼ ἑνὶ ἄλλῳ τῆς τῶν ἰατρῶν τέχνης οὔσης ἢ τῷ ποιεῖν ὑγιεῖς, οὐδὲν ἀπεικὸς οὐδʼ ἔξω τῆς ἀνθρωπίνης τέχνης χρὴ εἰπεῖν εἴτε θείας μοίρας κἀν τοῖς λόγοις τοῦ βελτίστου τυγχάνειν4 μηδεμιᾷ τέχνῃ χρωμένους, εἰ καὶ ὅτι μάλιστα τῆς τέχνης ἦν τὸ τοῦ βελτίστου τυγχάνειν περὶ αὐτοὺς τοὺς λόγους. περί γε μὴν τούτου τοῦ μέρους οὐκέτʼ ἐκ λόγου πρὸς Πλάτωνα ἀγωνιοῦμαι, ὡς ἄρα πολλοὶ διὰ θείας μοίρας ἐσώθησαν, οὐδέ μοι νεμεσήσει δήπουθεν οὔτʼ Αἰσχίνης ὁ Λυσανίου οὔτʼ ἄλλος οὐδεὶς, εἰ φαίην αὐτὸς ἔχειν μαρτυρῆσαι μᾶλλον τοῖς ῥήμασιν ἢ τῆς παρʼ ἐκείνου πρὸς δὴ ταῦτα προσδεῖσθαι μαρτυρίας. ἀλλʼ ὡς ἀληθῶς ὥσπερ οἱ θεομάντεις οἱ τοῖς τῶν πραγμάτων ἐπωνύμοις τετελεσμένοι παρʼ αὐτῶν τῶν θεῶν ἔχω τὸ μάθημα, ὑφʼ ὧν ἃ μηδεὶς ἰατρῶν μήτε οἶδεν ὅ τι χρὴ

他本人正是未将首席之位让与技艺的那个人;如果连这一点都无人承认,那么修辞术又怎能因他的言论而蒙羞呢?至于我,我认为他在整体上绝不亚于任何希腊人那般值得信赖,但我很想问问那些站在他一边的人:究竟是他的这些言论还是那些言论更值得信任?况且,即便他尊贵无比,他也分明是在为我们作证,因而他的尊贵乃是造福于我们。因为当我们对自己和他都说着同样的话,而他既不与自己一致也不与我们一致时,仅凭他未说出真理这一点,与其说他是在反驳,毋宁说他是在提供证词。来吧,「从同一个竞技场中」,柏拉图说,让我也提出另一份证词来代替譬喻。因为想必柏拉图不会感到不悦吧,如果在柏拉图发言之后,埃斯基涅斯投下了赞同之票: 「我若自以为能凭某种技艺施益于人,我定会判定自己极度愚蠢;但就当下而言,我认为这乃是凭神圣天命在阿尔基比亚德斯身上赐予我的。而这些事绝无值得惊异之处。」 你听到了一个同道之人的言辞,他与你将同一个人看作最明智之人;我还要补充的是,他将自己的言论归于你也将这些〔言论〕归于其名下的同一个人。「柏拉图啊,」他说,「如果有人即便未曾掌握技艺,却依然能够施益于人,那并不值得惊异。因为许多病人得以康复,有的凭人力之技艺,有的则凭神圣天命。凭人力技艺者,由医者予以医治;而凭神圣天命者,则是欲望引领他们走向有益之事:当呕吐对他们有利时,他们便渴求呕吐;当劳碌奔波对他们有利时,他们便渴求狩猎。」赫拉克勒斯啊!柏拉图的同窗埃斯基涅斯是多么明确而昭然地为柏拉图作证:我们刚才引述的他那些言论,比起他为了耸人听闻而拼凑出来的言论,不知要有人情味得多,在诸神看来也要崇美得多!因此,他本人显而易见地在为我们作证,仿佛由传令官召唤而至,并犹如为此人的证词盖上了印章;因为他印证了他那些有利于我们的言辞。再者,倘若许多病人无需医者与技艺便能恢复健康——何况医者的技艺除了使人痊愈之外别无目的——那么,即便在言辞本身上达致至善极度归于技艺,人们在言辞中完全不借助任何技艺而达致至善,也绝非不合常理,亦不应说其超出了人力技艺或神圣天命之外。不过,就这一部分而言——即许多人确实凭借神圣天命而获救——我将不再在言辞上与柏拉图相争,而且如果我说我自己便能为那些话作证,而非在这件事上还需要额外仰仗他的证言,那么吕萨尼亚斯之子埃斯基涅斯或其他任何人都绝不会对我心怀怨尤。事实上,正如受赋予诸事名称之〔神〕秘仪启蒙的神异占验者一样,我乃是从诸神本身那里领受教导;借由诸神,那些医者之中既无人知晓应当如何……

语法注4 条
  1. 17κατʼ αὐτὸ τοῦτο τὸ μὴ τἀληθῆ λέγειν

    带冠词不定式短语 τὸ μὴ τἀληθῆ λέγειν 与介词 κατά 所支配的宾格代词 αὐτὸ τοῦτο 构成同位语,形成表示限定或原因的状语短语,意为「正因未说出真理这一点」。它作主句 οὐκ ἀντιλέγει μᾶλλον ἢ μαρτυρεῖ 的依据,说明对方自相矛盾本身反而成了支持己方的证据。

  2. 17ἐὰν Αἰσχίνης ἐπιψηφίσῃ Πλάτωνος εἰπόντος

    Πλάτωνος εἰπόντος 为独立属格,意为「在柏拉图说了(那些话)之后/针对柏拉图所说的话」。动词 ἐπιψηφίζω 原指在公民大会上表决或投赞成票以追认决议,此处带有借用法庭或大会程序隐喻的色彩,意指埃斯基涅斯对柏拉图关于神圣天命的说法投下了赞同之票,予以印证。

  3. 18ὧν ἕνεκα τοῦ παραδόξου συνεσκεύακεν

    ὧν 是关系代名词,先行词(如 τούτων)被省略,作为比较属格依附于比较级 πολλῷ ... ἀνθρωπινώτερα ... καλλίονα。在关系从句内部,ὧν 因吸引作用由 συνεσκεύακεν 的宾格宾语变为属格(或直接与省略的属格先行词同格),意为「比起他为了追求悖论/语出惊人而拼凑编造的言论」。

  4. 18οὐδὲν ἀπεικὸς οὐδʼ ἔξω τῆς ἀνθρωπίνης τέχνης χρὴ εἰπεῖν εἴτε θείας μοίρας κἀν τοῖς λόγοις τοῦ βελτίστου τυγχάνειν

    句子的骨干是由无人称谓语 οὐδὲν ἀπεικὸς [ἐστι] 与 [οὐδὲ] χρὴ εἰπεῖν 构成,不定式短语 κἀν τοῖς λόγοις τοῦ βελτίστου τυγχάνειν 充当其实质主语,意为「在言辞中达到至善绝非不合情理,亦不应说其超出……之外」。介词 ἔξω 统辖属格 τῆς ἀνθρωπίνης τέχνης 与 εἴτε θείας μοίρας。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0284.tlg045.humanitext-grc2:17-18