- 底本
- Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0284.tlg045.humanitext-grc2:15-16
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者继续引述柏拉图《斐德罗篇》中关于占卜与诗作之神圣狂热的论述,论证言辞之能同样是源自赫尔墨斯等神明且超越庸俗技艺的恩赐,以此借柏拉图自己的文字驳斥其观点。
εὑρομένη. τρίτη δὲ ἀπὸ Μουσῶν κατοχή τε καὶ μανία λαβοῦσα ἁπαλὴν καὶ ἄβατον ψυχὴν ἐγείρουσα κἀναβακχεύουσα κατά τε ᾠδὰς καὶ κατὰ τὴν ἄλλην ποίησιν μυρία τῶν παλαιῶν ἔργα κοσμοῦσα, τοὺς ἐπιγιγνομένους παιδεύει. ὃς δʼ ἂν ἄνευ μανίας Μουσῶν ἐπὶ ποιητικὰς θύρας ἀφίκηται, πεισθεὶς ὡς ἄρα ἐκ τέχνης ἱκανὸς ποιητὴς ἐσόμενος, ἀτελὴς αὐτός τε καὶ ἡ ποίησις ὑπὸ τῆς τῶν μαινομένων ἡ τοῦ σωφρονοῦντος ἠφανίσθη.1 τοσαῦτα μέν σοι καὶ ἔτι πλείω ἔχω μανίας γιγνομένης ἀπὸ θεῶν λέγειν καλὰ ἔργα. εἰ τοίνυν, ὦ Ζεῦ καὶ θεοὶ, μανία τίς ἐστιν ἀμείνων σωφροσύνης καὶ παρὰ θεῶν ἀνθρώποις γιγνομένη, πῶς ἄξιον πᾶν γε τὸ μὴ τέχνῃ γιγνόμενον ψέγειν, ἢ πῶς ῥητορικὴν ἁπλῶς αἰσχρὸν ἡγεῖσθαι καὶ μὴ συγχωρεῖν δύναμίν γέ τινʼ εἶναι τέχνης κρείττονα; εἰ δὲ δὴ τὴν μὲν καλλίστην τῶν τεχνῶν προσείρηκε τῷ μανικὴν εἶναι,2 τὴν δʼ ἁπλῶς οὐδʼ εἶναι τέχνην, τὴν ποιητικὴν, ἀλλʼ ἐπίπνοιαν ἐκ Μουσῶν, ὃς δʼ ἂν ἄνευ μανίας Μουσῶν ἐπὶ ποιητικὰς θύρας ἀφίκηται, πεισθεὶς ὡς ἄρα ἐκ τέχνης ἱκανὸς ποιητὴς ἐσόμενος, ἀτελὴς αὐτός τε καὶ ἡ ποίησις ὑπὸ τῆς τῶν μαινομένων ἡ τοῦ σωφρονοῦντος ἠφανίσθη, πῶς οὐκ ἐξ ἀμφοῖν δείκνυται τὸ μὴ τὴν τέχνην νικᾶν, ἀλλʼ ἔστιν οὗ καὶ λαμπρότερον καὶ θεοφιλέστερον εἶναι τὸ μὴ δουλεῦον τέχνῃ; σαφῶς γὰρ οὑτωσὶ Πλάτων ἤδη διορίζεται τὸ μὴ δεῖν ἐπὶ τῶν μεγίστων τέχνην ζητεῖν. ὥστʼ εἰ μὲν βούλει, τὸ τοῦ Εὐριπίδου καὶ τῶν αὐτοῦ νὴ Δία συμβαίνει, σοῦ τάδʼ, οὐκ ἐμοῦ κλύεις, ὦ τοσοῦτον ἐνθυμηθείς· εἰ δʼ αὖ βούλει, τὸ τοῦ Αἰσχύλου, τάδʼ οὐχ ὑπʼ ἄλλων, ἀλλὰ τοῖς αὑτοῦ πτεροῖς, ἃ θρυλεῖς ἐν ἐκείνοις τοῖς λόγοις, ἁλίσκει.3 καὶ μὴν εἰ μαντικὴν μὲν ἐξ Ἀπόλλωνος ἢ καὶ Διὸς, τελετὰς δὲ ἐξ ἄλλου του θεῶν τίθης, ποιητικὴν δʼ ἐκ Μουσῶν, οὐδʼ ὁ τῶν μὲν ἀδελφὸς, τοῦ δὲ παῖς Ἑρμῆς ἀπορήσει λόγων περὶ τῆς αὑτοῦ δωρεᾶς, ἀλλʼ αὑτῷ τε καὶ τῷ πατρὶ προστιθεὶς τοὺς λόγους ἀληθῆ τε καὶ δίκαια ἐρεῖ. οἶμαι δὲ καὶ οἱ λογίους τούτους προσειπόντες τοὺς θεοὺς, καὶ παλαιοὶ καὶ νέοι, καὶ οὐδὲ περὶ ἓν γράμμα διενεχθέντες, πολλῷ σαφέστερον ἢ περὶ μανίας μαρτυροῦσιν ὅτι εἰς ἀξιόχρεως ἀνοίσομεν,4 ἄν τι μετῇ λόγων ἡμῖν, εἰ καὶ μηδεμιᾷ προσφύγοιμεν τέχνῃ. εἶεν. τίνα δὴ τὰ ἐφεξῆς ἦν; ὥστε τοῦτό γε αὐτὸ μὴ φοβώμεθα; μηδέ τις ἡμᾶς λόγος θορυβείτω δεδιττόμενος, ὡς πρὸ τοῦ κεκινημένου τὸν σώφρονα δεῖ προαιρεῖσθαι φίλον. ὅρα δὴ καὶ τάδε. ὥστε τοῦτό γε αὐτὸ μὴ φοβώμεθα, μηδέ τις ἡμᾶς λόγος θορυβείτω δεδιττόμενος, ὡς οὐ τὸν φύσει καὶ θείᾳ μοίρᾳ κατορθοῦντα δεῖ νικᾶν, ἀλλʼ ὅστις τεχνικὸς μικρῶς ἐστίν. ἀλλὰ τόδε φησὶ πρὸς ἐκείνῳ δείξας φερέσθω τὰ νικητήρια, ὡς οὐκ ἐπʼ ὠφελείᾳ ὁ ἔρως τῷ ποθοῦντι καὶ τῷ ἐρωμένῳ ἐκ θεῶν ἐπιπέμπεται. καὶ τόδε τοίνυν πρὸς ἐκείνῳ δείξας φερέσθω τὰ νικητήρια, ὡς οὐκ ἐπʼ ὠφελείᾳ τῇ πάσῃ καὶ μεγίστῃ λόγοι παρὰ θεῶν ἀνθρώποις γίγνονται. ἡμῖν δὲ ἀποδεικτέον αὖ τοὐναντίον φησὶν, ὡς ἐπʼ εὐτυχίᾳ τῇ μεγίστῃ παρὰ θεῶν ἡ τοιαύτη μανία δίδοται. τὸν δὲ Τήλεφον οὐκ οἴει τὰ αὐτὰ ταῦτα; εἰ δʼ ἄρα μηδὲν ἐκεῖνος προτιμᾷ, ἀλλʼ ἡμῖν γε ἀποδεικτέον ὡς ἐπʼ εὐτυχίᾳ τῇ μεγίστῃ καὶ τὸ ἐξ ἀρχῆς ἡ τῶν λόγων δύναμις παρὰ θεῶν ἧκεν εἰς ἀνθρώπους, καὶ νῦν ἐν καλοῦ μοίρᾳ τῇ πρώτῃ καὶ εἰς τὸν ἔπειτα χρόνον καὶ δίδονται καὶ δοθήσονται. καὶ μὴν εἰ μὲν ἀξιόπιστος Πλάτων, οὗτος
……寻得了禳解。至于来自缪斯们的第三种附体与狂热,则俘获了柔嫩而未受侵染的灵魂,唤醒它并使之沉浸于狂喜,通过颂歌与其他诗作点缀古人的无数功业,以此教化后世。但若有人未带缪斯们的狂热便步入诗之门槛,深信自己单凭技艺便能成为合格的诗人,那么他本人不仅未得全功,且神智清明之人的诗作也会被狂热之人的诗作所掩盖而黯然失色。关于源自神明的狂热所建树的美善之业,我能向你陈述的就有这许多,甚至还要更多。」 宙斯啊,诸神啊!倘若真有某种狂热胜过清醒,且是从神明那里降临于人类的,那么将一切非凭技艺而成之物全加贬斥,又怎能算是合理呢?又怎能断然将修辞术视为可耻,而不承认存在某种高出于技艺之上的能力呢?如果他确实由于〔占术〕「带有狂性」而将最崇高的技艺如此命名,又称诗作根本不是技艺,而是来自缪斯们的灵感,并说「若有人未带缪斯们的狂热便步入诗之门槛,深信自己单凭技艺便能成为合格的诗人,那么他本人不仅未得全功,且神智清明之人的诗作也会被狂热之人的诗作所掩盖而黯然失色」,那么从这两端难道不都证明了技艺并非无往不胜,反倒在某些地方,不屈从于技艺之物更加璀璨、更蒙神爱吗?因为柏拉图如今正是这般明确断定:在至大之事上不应寻求技艺。因此,若你愿意,欧里庇得斯的这句名言乃至他自己的话便确实应验了:「这话你乃是听之于你自己,而非听之于我」,啊,作了这般深思之人!或者若你又愿意,埃斯库罗斯的那句话也同样适用:「此非借由他人,实乃凭自身之羽」,凭你在那些对话篇中反复谈论的〔羽毛〕,你被捕获了!再者,如果你把占术归于阿波罗甚至宙斯,把秘仪归于诸神中的另一位,把诗作归于缪斯,那么身为他们之兄弟、那位之儿子的赫尔墨斯,在谈及他自己的恩赐时也绝不会言辞匮乏,反而会把言辞归于自身及其父亲,道出真实而合乎正义之理。而且我认为,无论古人还是今人,在称呼这些神明为「言辞之神」时,甚至未曾有一字之差,他们比起就狂热所作的见证更为清晰地证明:倘若我们身负言辞之能,即便不诉诸任何技艺,我们也将把它归源于值得信赖者。且罢,接下来的文句又是怎样的呢? 「因此,我们切不可惧怕这一点;也切莫让任何言辞恐吓扰乱我们,仿佛在动情者之前应当优先选择神智清明者作朋友似的。」 且看这番话:「因此,我们切不可惧怕这一点;也切莫让任何言辞恐吓扰乱我们,仿佛应当得胜的不是凭借天赋与神圣天命而成功之人,反倒是稍通琐屑技艺之徒似的。」 「然而在证明了那一点之外,」他说,「还得再证明这一点,方可摘取胜利的桂冠:即爱欲并非为了利乐而由神明降于追求者与被爱者。」 那么,在证明了那一点之外,他也得再证明这一点,方可摘取胜利的桂冠:即言辞并非为了全面且至大的利乐而由神明降于人类。「但我们反过来必须证明,」他说,「此类狂热乃是为了莫大的福祉而由神明赐予的。」难道你以为忒勒福斯不是这么认为的吗?但若他真的一概不顾,我们至少必须证明:言辞的能力从一开始便是为了莫大的福祉而由神明降于人类,且如今在最美善的事物之列,乃至面向后世,〔言辞〕既正被赐予,也将被赐予。况且,如果柏拉图是值得信任的,那么这位……
- 15ὑπὸ τῆς τῶν μαινομένων ἡ τοῦ σωφρονοῦντος ἠφανίσθη
典型的比较结构中的名词省略。紧承前文出现的 ἡ ποίησις,在 ἡ τοῦ σωφρονοῦντος(神智清明之人的诗)与 τῆς τῶν μαινομένων(狂热之人的诗)中分别省略了 ποίησις 与 ποιήσεως。
- 15προσείρηκε τῷ μανικὴν εἶναι
带冠词不定式 τῷ ... εἶναι 作表原因或依据的与格("由于其具有狂热性")。句中及物动词 προσείρηκε 的宾语(μαντικήν)承前省略,意为"因其具有狂术之性质而命名/称呼这最美好的技艺"。
- 15τάδʼ οὐχ ὑπʼ ἄλλων, ἀλλὰ τοῖς αὑτοῦ πτεροῖς ... ἁλίσκει
化用了埃斯库罗斯佚剧《密耳弥冬人》中的著名谚语典故(雕被缚有自身羽毛之箭所射中)。动词 ἁλίσκει 在此作不及物或被动含义使用,针对对话对方:「你不是被他人,而是被你自己的羽毛所捕获/制伏」。
- 16εἰς ἀξιόχρεως ἀνοίσομεν
ἀναφέρω εἰς ... 为惯用结构,意为"将(起源、功劳等)追溯/归因于某人"。ἀξιόχρεως 为阿提卡第二变格法形容词的阳性宾格复数,作前置词 εἰς 的宾语,意为"我们将(言辞之能)归源于值得信赖的神圣源头"。
