← 阿里斯·台德斯

致柏拉图:为雄辩术辩护

§13-14

引用斐德罗篇神圣狂热论反驳柏拉图

演说者论证了不依赖技艺的神赐与灵感之崇高,并引用柏拉图在《斐德罗篇》中将狂热赞誉为神圣恩赐与预言源泉的段落,以此对其展开反驳。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§13

ἐν μέτρῳ μὲν εἰπεῖν ἄνευ τέχνης οὐ δεινὸν, ἀλλὰ καὶ θεῖον πολλάκις, οὑτωσὶ δʼ εἰπεῖν1 τὰ βέλτιστα δεινὸν ἐὰν μὴ σὺν τέχνῃ; ἐγὼ μὲν οὐχ ὁρῶ τὴν ἀνάγκην. πῶς γὰρ οὐκ ἄτοπον, εἰ ὁ μὲν ποιητὴς ἄνευ τέχνης ποιῶν ὀρθῶς τὸν ῥήτορα μιμήσεται καὶ τὰ βέλτιστʼ ἐρεῖ, ὁ ῥήτωρ δʼ αὐτὸς οὐκ ἐρεῖ τὰ βέλτιστα, ἐὰν μὴ σὺν τέχνῃ; καὶ μὴν οἵ γε ποιηταὶ φιλόδωρον τὸν Ἑρμῆν οὐδενὸς ἧττον θεῶν, οἶμαι δὲ καὶ διαφερόντως, κεκλήκασιν. οὐκοῦν εἰ διʼ Ἀπόλλωνος μαντικὴ καὶ διὰ Μουσῶν ποιητικὴ χωρεῖ, καὶ τούτων ἄνευ ψυχρὰ τὰ τῆς τέχνης,2 τί κωλύει καὶ ῥητορικὴν τῆς Ἑρμοῦ τιθέναι δωρεᾶς, ἥν γε τῷ ὄντι χρὴ θείαν καλεῖν καὶ τέχνης κρείττω; μέχρι μέντοι τῶν νῦν τούτων ὑπʼ αὐτῶν τῶν λόγων ἐξελέγχεσθαι Πλάτωνα φαίη τις ἄν· βούλομαι δʼ αὐτὸν καὶ ὑπὸ τῶν αὑτοῦ λόγων ἐξελεγχόμενον φανῆναι. τρόπον μὲν οὖν τινα καὶ τοῦτʼ ἤδη γέγονεν. ἐν οἷς γὰρ αὐτὸν ἐδείκνυμεν καταφεύγοντα ἐπὶ τὴν Πυθίαν πολλαχοῦ τῶν Νόμων οὐ διέφυγε τοῦτον τὸν ἔλεγχον. οὐ μὴν ἀλλὰ καὶ παντελῶς διὰ πάντων ἑξῆς ὧν εἴρηκα βούλομαι δεῖξαι ταὐτὰ φθεγγόμενον. φανήσεται γὰρ ἃ νῦν ἡμεῖς λέγομεν αὐτὸς πρόσθεν εἰρηκὼς, εἰ καὶ μὴ τούτοις τοῖς ῥήμασι μηδʼ εἰς τοσοῦτον τῆς ἀναγκαίας ἀποδείξεως, ἀλλʼ οὖν τῷ γε ὅλῳ λόγῳ. ὑπομνήσω δʼ αὐτὸν Φαίδρου τοῦ καλοῦ. ὃ γὰρ αὐτὸς ἐκεῖ ποιεῖ τὰ Λυσίου τιθεὶς μεταξὺ τῶν αὑτοῦ, τοῦτο κἀγὼ νῦν ποιήσω, αὐτὰ τἀκείνου παρέξομαι καθάπερ νόμον. ποῦ δή μοι, φησὶν, ὁ παῖς; ποῦ δή μοι καὶ ὁ λόγος ὁ πρὸς τὸν παῖδα; οὑτοσὶ μάλα πλησίον. φέρε δὴ τί λέγει; εἰ μὲν γὰρ ἦν ἁπλοῦν τὸ μανίαν κακὸν εἶναι, καλῶς ἂν ἐλέγετο·3 νῦν δὲ τὰ μέγιστα τῶν ἀγαθῶν ἡμῖν γίγνεται διὰ μανίας, θείᾳ μέντοι δόσει διδομένης.4 ἥ τε γὰρ ἐν Δελφοῖς προφῆτις αἵ τʼ ἐν Δωδώνῃ ἱέρειαι μανεῖσαι μὲν πολλὰ δὴ καὶ καλὰ ἰδίᾳ τε καὶ δημοσίᾳ τὴν Ἑλλάδα εἰργάσαντο, σωφρονοῦσαι δὲ βραχέα ἢ οὐδέν. καὶ ἐὰν δὴ λέγωμεν Σίβυλλάν τε καὶ ἄλλους ὅσοι δὴ μαντικῇ χρώμενοι ἐνθέῳ πολλὰ δὴ πολλοῖς προλέγοντες εἰς τὸ μέλλον ὤρθωσαν, μηκύνοιμεν ἂν δῆλα παντὶ λέγοντες. τόδε μὴν ἄξιον ἐπιμαρτύρασθαι, ὅτι καὶ τῶν παλαιῶν οἱ τὰ ὀνόματα τεθειμένοι οὐκ αἰσχρὸν ἡγοῦντο οὐδʼ ὄνειδος μανίαν. οὐ γὰρ ἂν τῇ καλλίστῃ τέχνῃ, ᾗ τὸ μέλλον κρίνεται, αὐτὸ τοῦτο τοὔνομα ἐμπλέκοντες μανικὴν ἐκάλεσαν, ἀλλʼ ὡς καλοῦ ὄντος ὅταν θείᾳ μοίρᾳ γίγνηται, οὕτω νομίσαντες ἔθεντο. οἱ δὲ νῦν ἀπειροκάλως τὸ ταῦ ἐπεμβαλόντες μαντικὴν ἐκάλεσαν. ἐπεὶ τήν γε τῶν ἐμφρόνων ζήτησιν τοῦ μέλλοντος διά τε ὀρνίθων ποιουμένων καὶ τῶν ἄλλων σημείων, ἅτε ἐκ διανοίας ποριζομένων ἀνθρωπίνῃ οἰήσει, οἰονοϊστικὴν ἐπωνόμασαν, ἣν νῦν οἰωνιστικὴν τὸ ω σεμνύνοντες οἱ νέοι καλοῦσιν. ὅσῳ δὴ οὖν τελεώτερον καὶ ἐντιμότερον μαντικὴ οἰωνιστικῆς, τό τε ὄνομα τοῦ ὀνόματος τό τε ἔργον τοῦ ἔργου, τόσῳ κάλλιον μαρτυροῦσιν οἱ παλαιοὶ μανίαν σωφροσύνης τὴν ἐκ θεοῦ τῆς παρὰ ἀνθρώπων γινομένης. ἀλλὰ μὴν νόσων τε καὶ πόνων τῶν μεγίστων, ἃ δὴ παλαιῶν ἐκ μηνιμάτων ποθὲν ἔν τισι τῶν γενῶν,5 ἡ μανία ἐγγενομένη καὶ προφητεύσασα, οἷς ἔδει, ἀπαλλαγὴν εὕρετο, καταφυγοῦσα πρὸς θεῶν εὐχάς τε καὶ λατρείας. ὅθεν καὶ καθαρμῶν τε καὶ τελετῶν τυχοῦσα ἐξάντη ἐποίησε τὸν αὐτὴν ἔχοντα πρός τε τὸν παρόντα καὶ τὸν ἔπειτα χρόνον λύσιν τῷ ὀρθῶς μανέντι τε καὶ κατασχομένῳ τῶν παρόντων κακῶν

在韵律中不凭技艺而言说并非可怕之举,反而屡屡被视为神异;然而在此类散文中,若不伴随技艺而言说至善之理,难道就成了可怕之举吗?我个人看不出这种必然性。如果诗人不凭技艺创作却能恰当地摹仿演说家并道出至善之事,而演说家本人若不伴随技艺就无法言说至善之理,这难道不是荒谬绝伦吗?况且,诗人们称赫尔墨斯为乐善好施之神,不逊于任何神明,依我看甚至犹有过之。因此,若占卜术经由阿波罗而成,诗作经由缪斯而行,且若无这些神力,技艺之事便僵死无能,那么又有什么能阻碍我们将修辞术也归于赫尔墨斯的恩赐呢——这恩赐确实当被称为神圣之物,且高出于技艺之上。 然而直至目前,或许有人会说柏拉图是被论证本身所驳倒的;但我还希望表明,他同样被他自己的言辞所驳倒。在某种程度上,这其实已经发生了:因为在我们指出他在《法律篇》中多处求助于皮提亚时,他就未能逃脱这一反驳。不仅如此,我还希望通过我相继陈述的所有各点,彻底证明他所言完全一致。因为事实将证明,我们如今所说的道理,他自己此前早就说过了——即便并非用这相同的字句,也未展开如此规模的必要论证,但就整体主旨而言确是如此。我且让他回想起美丽的《斐德罗篇》。正如他自己在该篇中将吕西亚斯的文字穿插在自己的言辞之间一样,我如今也要照样做,将他自己的原话如法律条文一般引出。「请问我的那个少年在哪里?」他说。针对那少年的演说又在哪里?就在这里,非常近。且看它说了什么: 「倘若狂热是一种恶乃是无条件的单纯事实,那么这番话倒说得在理;但事实上,最伟大的善恰恰是通过狂热而降临于我们的,只要它是作为神圣的恩赐而被赐予的。因为德尔斐的女先知和多多纳的女祭司们在陷入狂热时,无论在私事还是公事上都为希腊建树了诸多美善之业,而在神智清明时却建树寥寥,甚至毫无所成。如果我们再谈及西彼拉以及其他借助神灵感通的占卜术、通过向许多人预言诸多之事而在未来之事上将其引向正途的人,那么说这些尽人皆知之事未免会使话语过于冗长。此外,这一点也值得引为见证:古时制订名称的人,并未将狂热视为可耻或羞辱之事。否则,他们就不会把这名称本身编织进用以明辨未来的最崇高技艺中,将其称作狂术了;他们乃是认为,每当凭神圣天命而发生时狂热便是美善的,出于此种信念方才确立此名。而如今的人缺乏雅趣,强加了字母塔乌,将其改称为占术。至于清醒之人通过飞禽与其他征兆对未来的探求,由于是凭借人的臆想而从思虑中谋得的,古人便名之为思意征候术——如今的年轻人为了使欧米伽音显得庄重,称其为禽占术。因此,正如同占术比起禽占术在名称和实质上都更为完备、更为尊贵一样,古人以此作证,出自神明的狂热比起产生自人类的清醒,其美善的程度也是同等悬殊的。不仅如此,对于某些家族中不知何故因古老怨怒而产生的最重大疾疫与苦痛,狂热勃兴而起,向该受启示者宣示神谕,通过求助于对神明的祈祷与敬拜而寻得了禳解;由此获得洁净与秘仪,使承受狂热者在当下及日后皆得安康,为正当陷入狂热与附体之人带来了摆脱眼前灾殃的解脱……」

语法注5 条
  1. 13οὑτωσὶ δʼ εἰπεῖν

    与前文的 ἐν μέτρῳ μὲν εἰπεῖν(在韵律中言说)相对照,οὑτωσὶ δʼ εἰπεῖν(如此言说)指不用韵律、即以散文或演说的方式进行言说。指示副词 οὑτωσί 指涉说话人手头正在采用的散文表现形式。

  2. 13ψυχρὰ τὰ τῆς τέχνης

    形容词 ψυχρός(冰冷的、枯燥的、无生气的)在此作谓语。整个小句表示:若缺乏来自阿波罗或缪斯的神圣灵感,纯粹技艺的产物(τὰ τῆς τέχνης)便显得生机匮乏、软弱无力。

  3. 13εἰ μὲν γὰρ ἦν ἁπλοῦν τὸ μανίαν κακὸν εἶναι, καλῶς ἂν ἐλέγετο·

    引自柏拉图《斐德罗篇》(244A)开篇。为使用未完成过去时直陈式构成的与现在事实相反的虚拟条件句(条件从句 ἦν,主句 καλῶς ἂν ἐλέγετο)。主语是由定冠词引导的宾格不定式短语 τὸ μανίαν κακὸν εἶναι(狂热是一种恶)。正因为这一命题并非无条件且单一的(ἁπλοῦν),断言狂热一概为恶的说法便不能成立。

  4. 13θείᾳ μέντοι δόσει διδομένης

    阴性单数属格分词 διδομένης 与前文 διὰ μανίας 中的 μανίας 同格,作状语分词,在语义上起到了补充性的条件限制作用(“只要它是依神圣恩赐而赋予的”)。

  5. 14ἃ δὴ παλαιῶν ἐκ μηνιμάτων ποθὲν ἔν τισι τῶν γενῶν

    中性复数关系代词 ἃ 概括性地指代前文不同性别的并列先行词 νόσων(阴性)与 πόνων(阳性)。在关系从句内部省略了表示发生或存在的谓语动词(如 ἦσαν 或 ἐγένοντο),意为“某些家族中因古老怨恨不知何故而生起的那些疾疫与苦痛”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0284.tlg045.humanitext-grc2:13-14