- 底本
- Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0284.tlg045.humanitext-grc2:111-112
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
针对柏拉图仅谴责两种修辞术中恶劣者的辩解,作者指出柏拉图未能像论爱欲时那样加以区分,并论证修辞术应当依其真正本质与正当行使者来审视,正如美德与恶德不可混淆一样,必须将修辞术与谄媚彻底分开。
ἀεί. οὐκοῦν οὗτος ἐκεῖνος Πλάτων ὁ τοῦ Ἀρίστωνός ἐστιν, ὁ φάσκων μὴ κολακείαν εἶναι τὴν ῥητορικὴν, μηδὲ τῆς αὐτῆς ἔχεσθαι φύσεως. παραλείπω δὲ νᾶμά τε κάλλιστον πάντων ναμάτων καὶ τοὺς ἐκ τοῦ σωφρονοῦντος στόματος ἰόντας λόγους καὶ ὅσα τοιαῦτʼ ἄλλα ἄλλοθι ῥητορικὴν εἴρηκεν ἐπικοσμῶν. εἰ δέ τις ἡμῖν περὶ Πλάτωνος ὑπολάβοι ὅτι οὐ ταύτην κακῶς εἴρηκε τὴν ῥητορικὴν ὑπὲρ ἧς νῦν ἡμεῖς τοὺς λόγους ποιούμεθα, ἀλλὰ δύο οὐσῶν τὴν ἑτέραν κακίζει, πρῶτον μὲν οὐδὲν μᾶλλον τά γε ἡμῖν εἰρημένα φαύλως ἔχοντα ἐλέγχεται, ἀλλὰ καὶ αὐτὸ τοῦτο καλῶς καὶ προσηκόντως ἅπαντα ταῦτα ἠνύσθαι μαρτυρεῖ. ὥσπερ γὰρ ἐκεῖνος τὴν φαύλην δικαίως ψέγει, τί κωλύει τήν γε ἐναντίαν ἡμᾶς ἐπαινοῦντας ὀρθῶς ποιεῖν; ἔπειτα οὐκ ἀναιρεῖ τοὺς παρʼ ἡμῶν ἐλέγχους ἡ παραίτησις αὕτη, ἀλλὰ καὶ οὕτως ἐναντία φαίνοιτʼ ἂν εἰρηκὼς αὐτὸς ἑαυτῷ, εἰ διττὴν εἶναι τὴν ῥητορικὴν ἀξιῶν, εἶθʼ ὡς μιᾶς καὶ ἁπλῆς τινος οὕτως τὴν κατηγορίαν πεποίηται. δῆλον γὰρ ὅτι εἰ τοῦτʼ ἐστὶν ἀληθὲς, τὴν μὲν φαυλίζειν, τὴν δὲ ἐπαινεῖν αὐτῷ προσῆκε διελομένῳ, ὥσπερ ἐν τοῖς περὶ ἔρωτος λόγοις φαίνεται πεποιηκὼς, καὶ πολύ γε μειζόνων εὐφημιῶν τὸν χρηστὸν ἠξιωκὼς ἢ οἵων τὸν ἕτερον βλασφημιῶν.1 θαυμάζω δʼ ἔγωγε τί ἄν ποτʼ ἐποίησε,2 μόνην ταύτην εἰδὼς οὖσαν ῥητορικὴν περὶ ἧς ταῦτα διεξέρχεται, ὁπότε οὐσῶν, ὡς ἂν φαίη, δυοῖν καὶ τοσοῦτον διαφερουσῶν τοσαύτην φαίνεται σπουδὴν πεποιημένος τοῦ καθάπαξ κακῶς εἰπεῖν. τί γὰρ μᾶλλον φαῦλον ἡ ῥητορικὴ ἢ χρηστὸν, εἴπερ ἐστὶ διττόν; οὐκοῦν οὐκ εἰς τὰς ἴσας λαβὰς ἥκομεν, ἀλλὰ τὸ τῶν ἴσων κατʼ ἐκείνου γίγνεται. ἔπειτα τί κωλύει κἀμὲ τῶν αὐτῶν τούτων λόγων ἐχόμενον φάσκειν ὅτι καὶ ἡ διαλεκτικὴ διττὴ καὶ οὐχὶ μία ἐστὶν ἁπλῶς, ἀλλʼ ἡ μὲν οἵα παρακρούεσθαι καὶ ἐξαπατᾶν καὶ χρόνους τρίβειν καὶ εἰς ὑγιὲς οὐδὲν πάντη τὴν γλῶτταν ἄγουσα, ψυχρά τις καὶ ἀγεννὴς καὶ κακοῦργος καὶ ἀπατηλὴ καὶ ἀνελεύθερος, ἡ δὲ οἵα χαρίεντας παρέχεσθαι καὶ δεξιούς; καὶ δὴ καὶ φαίη τις ἂν εἴτʼ οὖν ὀρθῶς εἴτε μὴ ὅτι καὶ μέρος εἶναι κινδυνεύει τῆς ῥητορικῆς ἡ διαλεκτικὴ, ὥσπερ τὰ ἐρωτήματα τοῦ λόγου παντός. ἀλλʼ ἔστω ταῦτα χωρίς. ὁ δʼ οὖν αὐτὸς λόγος καὶ περὶ πάσης φιλοσοφίας, καὶ περί γε τῶν τῆς ἀρετῆς μερῶν, εἴ τις βούλοιτο διαιρούμενος πρῶτον μὲν σοφίας δύο προσαγορεύειν, τὴν μὲν ᾗ τὰ βέλτιστα συνίεμεν, τὴν δʼ ἑτέραν ᾗ κακουργοῦσιν, ἔπειτα σωφροσύνην διπλῆν, τὴν μὲν σπουδῆς ἀξίαν καὶ πολιτικὴν, τὴν δὲ νωθρῶν τε καὶ ὑπτίων, ἔτι δʼ αὖ δικαιοσύνην ὀρθὴν καὶ ἑτέραν ταπεινὴν, καὶ διπλῆν ἀνδρείαν, τὴν μὲν σὺν νῷ καὶ φρεσὶ, τὴν δὲ ἀπόνοιαν καὶ μανίαν οὖσαν. ἀλλʼ οἶμαι πάντα ταῦτα τῶν φυρόντων ἐστὶ τὰ ὀνόματα,3 καὶ διῄρηται σοφία καὶ κακουργία, σωφροσύνη καὶ βλακεία, δικαιοσύνη τε καὶ εὐήθεια, ἀνδρεία καὶ θρασύτης, οὐδέτερον δέ γε οὔτε καλὸν οὔτε προσῆκον, οὔτε τὰς κακίας ὑποκορίζεσθαι τῷ τῆς ἀρετῆς ὀνόματι οὔτε τὰς ἀρετὰς φαυλίζειν τὰ τῆς κακίας ἑκάστῃ παρατιθέντα. οὕτω τοίνυν καὶ ῥητορικὴν κατὰ τοὺς ὀρθῶς μεταχειριζομένους καὶ τῷ ὄντι τυγχάνοντας αὐτῆς, ἀλλʼ οὐ κατὰ τοὺς πρόσχημα ποιησαμένους τῆς ἑαυτῶν πλεονεξίας ἢ φαυλότητος ἐξετάζειν εἰκὸς, κατʼ αὐτόν γε τὸν τοῦ πράγματος λόγον, εἰ καὶ μηδεὶς τετύχηκε, καὶ διαιρεῖν συκοφαντίαν καὶ κολακείαν ἀπὸ τῆς ῥητορικῆς, ὥσπερ δὴ καὶ μαγγανείαν καὶ
始终如此。那么,断言修辞术不是谄媚、亦不具有相同本性的,不正是那位阿里斯同之子柏拉图吗?而我暂且不提“一切清泉中最美之泉”与“自审慎之口涌出的言辞”,以及他在别处用以润色修辞术的诸如此类的其他一切说法。 但若有人就柏拉图之事向我们提出异议,认为他所诋毁的并非我们此刻为其辩护的这种修辞术,而是在修辞术有两种存在时他贬斥了其中的另一种;那么首先,我们所说的道理绝不会因此被证明有所欠缺,反而正是这一点证明了我们这一切论说都完成得完满且恰当。因为正如他理所应当地谴责那低劣的修辞术,我们去赞美那相反的修辞术,又何尝不是行得端正呢?其次,这种辩解并不能推翻我们的反驳,而且即便如此,他看起来也会陷入自相矛盾,假若他一面认定修辞术有两种,一面却又仿佛它只是单一且单纯之物一般作出了这番控诉。因为显而易见,若此话当真,他理应将二者区分开来,贬低其一而赞扬另一,正如他在论及爱欲的言论中所做的那样,并且使善的爱欲配得上远大于给予另一者的诋毁之赞美。至于我,我倒很想知道,若他只知道存在着他作此论述的这种唯一的修辞术,他究竟会做出什么事来;因为即便如他所言存在两种且差异如此悬殊,他看起来却依然费尽心机要将其全盘贬斥。因为修辞术若果真是双重的,凭什么它是劣的而非善的呢?因此,我们并未处于势均力敌的互搏之中,反而所谓平等的对局已变成了对他不利的局面。其次,追随着这同样的论调,又有何能阻止我也断言:辩证术同样是双重的而非单纯的一体,一种是专门蛊惑人心、欺瞒诈骗、虚掷时光、引导舌头走向全无健全之处的技俩,冷酷、下流、险恶、虚妄且卑劣;而另一种则是能造就风雅与敏达之人的技艺?甚至有人可能会说——不论对与不对——辩证术甚至很可能是修辞术的一部分,正如提问是全部言论的一部分一样。不过,姑且将这些置于一旁吧。无论如何,同样的道理也适用于全部哲学,并适用于美德的各个组成部分,倘若有人愿意做出划分,首先称智慧有两种:一种是我们凭之理解最善事物的智慧,另一种则是人借以作恶的智慧;其次称节制是双重的:一种是值得认真以待且关涉城邦的节制,另一种则是属于迟钝与懈怠之人的节制;进而又分出一种正直的正义与另一种卑下的正义;以及双重的勇敢:一种是伴随理智与思虑的勇敢,另一种则是绝望的鲁莽与狂乱。但我认为,这一切都是那些混淆名称之人的行径;实际上,智慧与狡黠、节制与迟钝、正义与愚顽、勇敢与鲁莽各有其分界;而这两件事都是既不高尚也不恰当的:既不应用美德之名美化恶德,也不应将恶德的特性强加于每一项美德来贬损美德。同样地,理应根据那些正确运用并真正掌握修辞术的人来审视修辞术,而不应根据那些将其作为自身贪欲或卑劣之借口的人来审视,或者根据事物本身的本质来审视,即便无人曾真正获得它;并且应当将诬告与谄媚从修辞术中分离出来,正如将巫蛊与
- 111ἢ οἵων τὸν ἕτερον βλασφημιῶν
此处为带有省缩与后置同化的比较句式,完整结构相当于 ἢ τοσούτων βλασφημιῶν οἵων τὸν ἕτερον [ἠξίωσεν](比起他认为另一者应受的贬损)。名词 βλασφημιῶν 被置于从句之后,关系代词 οἵων 则受省略动词 ἀξιόω 所支配的表示价值或对待的属格管辖。
- 111τί ἄν ποτʼ ἐποίησε
小词 ἄν 配合直陈式不定过去时表示过去未实现的事实(与过去相反的虚拟/潜势语气,意为“他究竟会做出什么事来”)。分词短语 μόνην ταύτην εἰδὼς οὖσαν ῥητορικὴν 起到条件从句的作用(“假若他当时知道唯有这种修辞术存在”),与紧随其后由 ὁπότε ... φαίνεται πεποιημένος 引出的客观既成事实(“而事实上存在两种时……”)构成鲜明对比。
- 112τῶν φυρόντων ἐστὶ τὰ ὀνόματα
特征性/所属的述语属格用法。主语为 πάντα ταῦτα,整句意为“这一切皆属于混淆名实之人的作风/行径”。宾格名词 τὰ ὀνόματα 作为带冠词分词 τῶν φυρόντων 的直接宾语。
