← 阿里斯·台德斯

致柏拉图:为雄辩术辩护

§113-115

柏拉图对真正修辞术的肯定与反驳结语

说话者论证柏拉图所谴责的是谄媚而非真正的修辞术,并援引《欧绪德谟》与《斐德罗篇》说明修辞术是需要天赋、技艺与操练的正当行当,最终得出柏拉图本人实为修辞术拥护者的结论来结束反驳。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§113

τερατείαν ἀπὸ πάσης φιλοσοφίας. οὐκοῦν κολακείας, οὐ ῥητορικῆς, Πλάτων ἐν τούτοις κατηγόρηκε, καὶ συκοφαντίας, οὐ ῥητορικῆς. οὔτʼ οὖν εἰ τὴν τῷ ὄντι ῥητορικὴν κακῶς εἴρηκεν οὔτʼ εἰ τὴν δοκοῦσαν, ἔστι τοῦτο πρὸς λόγον, ὡς ὀρθῶς ῥητορικήν γε εἰρήκει καλῶς,1 εἴπερ ἔσθʼ ἕτερον τὴν δοκοῦσαν εἶναι ῥητορικὴν κακῶς εἰπεῖν. μὴ γὰρ εἶναι τὸ τοιοῦτον ῥητορικὴν, οὐκ αἰσχρὸν εἶναι ῥητορικὴν χρῆν αὐτὸν λέγειν, ὥσπερ ἐκεῖνό πού φησιν αὐτὸς, ὅτι εἰ μὲν θεῶν παῖδες, οὐ φιλοχρήματοι· εἰ δὲ φιλοχρήματοι, οὐ θεῶν παῖδες. ἀμφότερα δὲ οὐκ ἔδει λέγειν. οὐκοῦν οὐδὲ ἐνταῦθα ἀμφότερα ἐᾶν ὁ λόγος φαίνεται· ἐπεὶ καὶ αὐτὸ τοῦτο ὑπὲρ αὐτοῦ Πλάτωνος ἡμεῖς νῦν ποιοῦμεν. εἰ γὰρ ὅτι μάλιστα οὕτω διενοεῖτο, ὥσπερ ἔγωγε οὐκ ἀντιλέγω, ἀλλʼ ὑπεξήρηται τὴν καθαρὰν καὶ τῷ ὄντι ῥητορικὴν, ἄξιον μὴ παρακρουσθῆναι μηδὲ ἀγνοῆσαι τοῦτο αὐτὸ τοὺς πολλοὺς, μηδὲ ὡς ψήφῳ καθαρᾷ προσέχοντας θᾶττον ἢ συμφέρει βουλεύσασθαι περὶ τῶν τηλικούτων. περὶ τοίνυν αὐτοῦ πάλιν τοῦ μέρους αὐτὸς ὡδὶ μαρτυρεῖ οὐκ οἶσθα ὅτι ἐπὶ παντὶ ἐπιτηδεύματι οἱ μὲν πολλοὶ φαῦλοι καὶ οὐδενὸς ἄξιοι, οἱ δὲ σπουδαῖοι ὀλίγοι καὶ παντὸς ἄξιοι; ἐπεὶ γυμναστικὴ οὐ καλόν σοι δοκεῖ εἶναι καὶ χρηματιστικὴ καὶ ῥητορικὴ καὶ στρατηγία; ἔμοιγε πάντως δή που. τί οὖν; ἐν ἑκάστῳ τούτων τοὺς πολλοὺς πρὸς ἕκαστον τὸ ἔργον οὐ καταγελάστους ὁρᾷς; νὴ τὸν Δία καὶ μάλα ἀληθῆ λέγεις. τί οὖν τούτου ἕνεκα αὐτός τε φεύξει πάντα τὰ ἐπιτηδεύματα καὶ τῷ υἱεῖ οὐκ ἐπιτρέψεις; οὐκοῦν χρὴ, ὦ Πλάτων, οὐδὲ τὴν ῥητορικὴν ἀπὸ τῶν φαύλως μεταχειριζομένων κρίνειν, ἀλλʼ ἀπὸ τῶν ὡς ἄριστα προϊσταμένων, ἢ γελοῖόν γε ἂν εἴη, μᾶλλον δὲ ὑπερφυὲς, εἰ διʼ ὧν παραδειγμάτων οὐκ ἀξιοῖς φιλοσοφίαν φαῦλον ἡγεῖσθαι, ταῦτα οὐκ ἀρκέσει ῥητορικῇ, καὶ ταῦτα ἐν αὐτοῖς οὔσῃ τοῖς παραδείγμασιν, ἃ μηδὲ κρίνειν πονηρὰ ὁμολογεῖς. εἶεν. τίνες οἱ τυγχάνοντες αὐτῆς ὀρθῶς, καὶ τοῦτο ἐκ τῶν Πλάτωνος δείξομεν. τὸ μὲν δύνασθαι, ὦ Φαῖδρε, ὥστε ἀγωνιστὴν τέλεον γενέσθαι εἰκὸς, ἴσως δὲ καὶ ἀναγκαῖον, ἔχειν ὥσπερ τὰ ἄλλα· εἰ μέν σοι ὑπάρχει φύσει ῥητορικῷ εἶναι, ἔσει ῥήτωρ ἐλλόγιμος, προσλαβὼν ἐπιστήμην καὶ μελέτην· ὅτου δʼ ἂν ἐλλείπῃς τούτων, ταύτῃ ἀτελὴς ἔσει· ὅσον δʼ αὐτοῦ τέχνη —ἀλλʼ ἐῶ τό γε ἐφεξῆς. εἰ τοίνυν δεῖ τὸν μέλλοντα ἔσεσθαι ῥητορικὸν φύσιν καὶ τέχνην καὶ μελέτην ὁμοῦ κτήσασθαι, δῆλον ὅτι ὁ ἐκπεπτωκὼς τῆς τέχνης καὶ τῆς φύσεως τῆς βελτίστης ἀτελής ἐστι ταύτῃ. πῶς οὖν τοῦτο δεῖ ῥητορικῇ προστιθέναι; εἴπερ ὁ μὲν μὴ πάντα παρασχόμενος παρὰ τὴν ἔνδειαν ἀτελής ἐστι, τὰ δὲ ἐπιτηδεύματα ἐκ τῶν κατορθούντων, οὐκ ἐκ τῶν ἀποτυχόντων κρίνεται. ὃ δὲ δὴ μὴ μόνον τέχνης, ἀλλὰ καὶ φύσεως καὶ μελέτης δεῖται, πῶς τοῦτο ἔνεστι μηδεμίαν εἶναι τέχνην φάσκειν, ἢ πῶς τὸν ἐλλείποντα ὅτου δὴ μέρους ἀτελῆ κατὰ τοῦτο δίκαιον λέγειν, τούτου ὅστις ἂν διὰ πάντων τύχῃ, κολακείαν ἔνι φῆσαι μετέρχεσθαι;2 πανταχῆ δὲ καὶ διὰ πάντων ἡμῖν ἐκπίπτουσιν αἱ ψῆφοι. πρῶτος δὲ Πλάτων αὐτὸς ψηφίζεται καὶ μέσος φασὶ καὶ τελευταῖος· καὶ κινδυνεύω δοκῶν ἀντιλέγειν Πλάτωνι παντὸς μᾶλλον συναγορεύειν. εἰ δὲ δεῖ τι καὶ παῖξαι, δοκῶ μοι κατὰ τοὺς κωμῳδιοποιοὺς ὥσπερ ἀποδιδράσκοντα αὐτὸν ἕλξειν εἰς τοὺς ῥήτορας ὅ τι μαθὼν καλλωπίζεται.3 εἰ δέ τινες καὶ ἄλλοι παραβοῶντες ῥητορικὴν ψέγουσι, μᾶλλον δὲ τονθορύζοντες ἐκ τοῦ ψόφου τοξεύοντες κατὰ Ἀλκαῖον, ὧν οὐδὲ τὰ ὀνόματα ἀγαγεῖν ῥᾴδιον εἰς λόγον, οὐχ οἷς καλοῦνταί φημι, πλὴν εἴ τις καὶ τοῦτο προστίθησιν, ἀλλʼ οἷς γε χρώμενοι ταῦτα σοφίζονται,4 τοσοῦτόν μοι πρὸς τούτους ἀποκεκρίσθω, ὅτι ῥητορικῇ παρὰ πόδας διδόασι τὴν δίκην. πρὸς δὲ Πλάτωνα τὸν τῶν ῥητόρων πατέρα καὶ διδάσκαλον ἀναγκαῖον ἦν ὥσπερ φιλοτησίαν προλαβόντα ἀντιπληρώσασθαι. δέχοιτο δὲ γενναίως, ὅτι καὶ προὔπιεν· ἐπεὶ καὶ τὸν βαλόντα μὴ δεῖ ἐκφυγεῖν. παρὰ δὲ τῶν ἄλλων ἡμῖν συγγνώμη δικαίως ἂν εἴη, τοὺς λογίους θεοὺς εἰ Πλάτωνος τοῦ καλοῦ περὶ πλείονος ποιούμεθα. ἐξαιρεῖται δὲ ἡμᾶς αἰτίας καὶ ὁ πάντα ἄριστος Ἀσκληπιὸς, ψῆφον οὐκ ἄτιμον οὐδὲ αὐτὸς διδοὺς, τὰ μὲν ἐν μέτροις, τὰ δὲ οὑτωσὶ πεζῇ.

正如将巫蛊与怪力乱神从全部哲学中分离出来一样。因此,柏拉图在这些段落中所指责的是谄媚而非修辞术,是诬告而非修辞术。那么,无论他所痛斥的是真正的修辞术,还是貌似的修辞术,这一点都不切中论点:即他理所当然地赞美了修辞术,如果说痛斥看似修辞术之物是另一回事的话。因为他本应指出此类事物并非修辞术,而非声称修辞术是可耻之物;正如他自己某处所言,若他们是神之子嗣,便不贪财;若他们贪财,便非神之子嗣;而本不应将二者兼称。因此,这里的道理似乎也不容许兼取二者;因为我们此刻正是在为柏拉图本人做这件事。纵然他内心极力这般作想——对此我并不否认——并且除外了纯粹且真正的修辞术,但让大众不被蒙蔽、不忽视这同一事实,亦不至仿佛凭着洁白的一票便对如此重大的事情做出过于轻率而不利的决断,也是十分值得的。关于这部分本身,他自己又作证如下: “难道你不知道,在一切行业中,大多数人都是低劣且毫无价值的,而优秀者只是少数且价值连城?难道你不认为体操是美好的事物,理财、修辞术与将道也是如此吗?”“在我看来,当然无疑是美好的。”“那么怎样呢?在这些行业的每一项中,你难道没看见多数人在各自的事务上都显得可笑吗?”“以宙斯之名起誓,你说的确实非常真实。”“那么,你会因此自己避开所有行业,也不准你的儿子涉足吗?” 因此,柏拉图啊,也不应根据那些拙劣操弄修辞术的人来评判修辞术,而应根据那些以最卓越的方式执掌它的人来评判;否则,倘若那些你据以认为不应将哲学视作下劣的事例,竟不能适用于修辞术——况且修辞术正处于那些你自己也承认不该视作邪恶的事例之中——那岂不是可笑,或者说,简直匪夷所思吗?好罢。究竟何人才是正确掌握修辞术的人,这一点我们也将从柏拉图的著作中予以证明。 “费德鲁斯啊,成为完全的竞技者的能力,按理可能,或许也必然与其他事物相同:若你天生具有修辞潜质,一旦辅以知识与操练,你就会成为著名的修辞家;但在这些方面你若有欠缺,在这一方面你便是不完全的;但凡属其技艺的部分……” ——不过,其后的部分我就暂且不提了。 因此,若一个将要成为修辞家的人必须同时具备天赋、技艺与操练,显然,丧失了技艺与最卓越天赋的人,在这方面便是不完备的。既然如此,又怎能将这归咎于修辞术呢?倘若那未能备齐一切的人是因其匮乏而不完备,而各项行当应当根据成功者而非失败者来评判。况且,对于一件不仅需要技艺,而且需要天赋与操练的事物,怎能声称它根本没有任何技艺可言?或者,怎能认为把在任一方面有所匮乏的人在这一方面称作不完备是正当的,却又可以说在各方面彻底掌握了它的人是在践行谄媚?票决在各处、在各方面都落到了我们这一边。柏拉图本人首先、而且正如人们所说,中间与最后都投了赞成票;以至于我虽看似在驳斥柏拉图,却很有可能比任何人都更在赞同他。若允许我稍作戏谑,我倒觉得可以仿效喜剧作家,将他当作逃亡之奴一般拖回修辞家的阵营,不知他到底因何而故作清高。至于其他那些在一旁喧嚷贬斥修辞术的人,或者更确切地说,如阿尔开俄斯所言听声盲射般咕哝抱怨、其名号甚至难以引入言谈的人——我指的不是他们被称呼的俗名(除非有人愿意把这添上),而是他们借以炫弄机巧的那些名目——对于这些人,我只需如此回答即可:他们当场就在修辞术面前受罚了。而对于修辞家的先父与导师柏拉图,作为先领受了友爱敬酒的人,斟满酒杯回敬他是理所应当的。愿他光明正大地接受它,因为是他率先举杯相敬的;既然掷出了标枪,就不应当逃避。至于其他人,倘若我们将能言善辩的诸神置于美好的柏拉图之上,我们理应获得他们的宽宥。而全善的阿斯克勒庇俄斯也免除了我们的过责,他自己也投下了非同寻常的尊贵一票,时而以韵文,时而如这般以散文。

语法注4 条
  1. 113ἔστι τοῦτο πρὸς λόγον, ὡς ὀρθῶς ῥητορικήν γε εἰρήκει καλῶς

    由 ὡς 引导的从句对短语 ἔστι τοῦτο πρὸς λόγον(“这符合论点”)中的 τοῦτο 进行了具体说明。受前文 οὔτʼ … οὔτʼ … 否定,整句结构表明:不论柏拉图痛斥的是真正的修辞术还是貌似的修辞术,“他理所当然地赞美了修辞术”这一说法都不切中当前的论点。过去完成时 εἰρήκει 表示柏拉图在此前著作中确立的表述。

  2. 114τούτου ὅστις ἂν διὰ πάντων τύχῃ, κολακείαν ἔνι φῆσαι μετέρχεσθαι;

    此处出现倒置结构(hyperbaton),指示代名词 τούτου 作为动词 τύχῃ(支配属格)的宾语,被前置到了关系从句 ὅστις ἂν διὰ πάντων τύχῃ 之前。整个反问句的句意为:“假若有人在各方面完备地掌握了这一行当(天赋、技艺与操练),又怎能说他是在践行谄媚?”

  3. 114ὅ τι μαθὼν καλλωπίζεται

    短语 ὅ τι μαθών 是古典希腊语中的习惯用语(分词 μαθών 作副词性用法),相当于“究竟是出于什么动机/着了什么魔”。在此处带有一种带有喜剧色彩的戏谑口吻,讽刺柏拉图究竟是自恃何物而故作清高、试图摆脱与修辞家的干系。

  4. 115οὐχ οἷς καλοῦνταί φημι, πλὴν εἴ τις καὶ τοῦτο προστίθησιν, ἀλλʼ οἷς γε χρώμενοι ταῦτα σοφίζονται

    这是 οὐχ οἷς... ἀλλʼ οἷς... 的对比结构,回指前文 τὰ ὀνόματα 的指示代词被省略。两个与格关系代词 οἷς 分别受 καλοῦνται(“他们借以被称呼的名字”)与 χρώμενοι(“他们所使用的名目”)支配,作为 τὰ ὀνόματα 的同位语说明:难以引入言谈的不是他们的真实姓名,而是他们在玩弄这套诡辩时所使用的那些名目。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0284.tlg045.humanitext-grc2:113-115