← 阿里斯·台德斯

致柏拉图:为雄辩术辩护

§109-110

从柏拉图对话录看其对高尚修辞术的承认

作者论证真正的演说家必须彻底远离谄媚与可耻的交游,并进一步借助柏拉图自身对话录(《政治家》《苏格拉底的申辩》《高尔吉亚》)中的引文,证明柏拉图本人亦承认修辞术乃是致力于正义的高尚技艺。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§109

τὴν ἰατρικὴν ἐπιστήμην ἰατρὸν καλεῖς, κἂν μὴ δημοσιεύῃ τὴν τέχνην, καὶ πολιτικόν γε τὸν ταύτην τὴν ἐπιστήμην ἔχοντα, κἂν τὰ αὑτοῦ πράττων ** τοιοῦτον εἶναι. διὰ ταῦτα οὐκ ἐγχωρεῖ φῆσαι σοί γε μᾶλλον ἢ ἐμοὶ κολακείαν γε ἐπιτηδεύειν οὕτω διακείμενον πῶς ἔνεστιν εἰπεῖν,1 ἢ πῶς τῶν αἰσχρῶν τινος εἶναι προστάτην, ὃν εἰ μηδὲ διʼ ἕτερον, διʼ αὐτά γε ταῦτα ἃ τιμᾷ καὶ διώκει πλεῖστον ἀνάγκη πάντων τῶν αἰσχρῶν ἀπηλλάχθαι. ἀγαπητὸν γὰρ, εἰ πάντα τἄλλα παριδών τις καὶ πόρρω θέμενος καὶ ταύτην μίαν ἡδονὴν προστησάμενος, μηδεμιᾷ δὲ ἑτέρᾳ δουλεύσας, εἶτα δύναιτο ταύτης σὺν θεῷ βοηθῷ κατατυχεῖν. ὃ γὰρ περὶ τῶν ναυτικῶν ἔφη Θουκυδίδης, περὶ ῥητορικῆς ὅδε φήσει καὶ λόγων πολὺ μᾶλλον εἰπεῖν ἁρμόττειν,2 ὅτι οὐκ ἔστιν ὡς ἂν τύχῃ ταῦτα ἐκ παρέργου μελετᾶν, ἀλλὰ μᾶλλον μηδὲν τούτοις πάρεργον ἄλλο τι γίγνεσθαι. οὐ μόνον δὴ κολακείας αὐτὸν ἐφʼ αὑτοῦ καθαρεύειν ἀνάγκη καὶ μηδʼ ὁτιοῦν ἔχειν κίβδηλον τῇ ψυχῇ, ἀλλὰ καὶ πόρρω κολάκων ἁπάντων εἶναι καὶ πασῶν αἰσχρῶν συνόδων τε καὶ ὁμιλιῶν. τί οὖν οὐ ποιεῖς, ὦ βέλτιστʼ, ἐρεῖ, παλινῳδίαν, εἴ τί σοι μέλει τῆς ἀληθείας; οὐκοῦν καὶ κατὰ τοὺς ἐξ ἀρχῆς λόγους καὶ κατὰ τοὺς δευτέρους τούτους καὶ ὅποι στρέφοι τις ἂν καλὸν καὶ γενναῖον κτῆμα καὶ ἔργον ἀνδρὸς ἡ ῥητορικὴ καὶ φιλοτιμίαν δικαίαν ἔχον καὶ τῷ κεκτημένῳ καὶ ὅσοι τούτῳ χρῶνται, καὶ οὐ μόνον παρὰ ἀνθρώποις, ἀλλὰ καὶ παρὰ θεοῖς πλείστης ὤρας καὶ τιμῆς ἐξ ἀρχῆς τε τυχὸν καὶ διὰ παντὸς δικαίως τυγχάνον. λοιπὸν ἕν μοι δεῖξαι, ὅτι καὶ Πλάτων αὐτὸς ταὐτὰ ἐμοὶ περὶ ῥητορικῆς φθέγγεται. λέγει γὰρ ἐν μὲν τῷ Πολιτικῷ δή που λόγῳ ταυτὶ κατὰ ταυτὸν τοίνυν ἔοικε καὶ νῦν ἡμῖν τὰ μὲν ἕτερα καὶ ὁπόσα ἀλλότρια καὶ τὰ μὴ φίλα πολιτικῆς ἐπιστήμης ἀποκεχωρίσθαι, λείπεσθαι δὲ τὰ τίμια καὶ ξυγγενῆ. τούτων δέ ἐστι δή που στρατηγία καὶ δικαστικὴ καὶ ὅση βασιλικῇ κοινωνοῦσα ῥητορεία πείθουσα τὸ δίκαιον συγκυβερνᾷ τὰς ἐν ταῖς πόλεσι πράξεις. ἃ μικρῷ πρόσθεν ἡμῖν Ἡσίοδος λέγων ἐφαίνετο, ταῦτα ἄντικρυς καὶ σχεδὸν τὸ μέτρον λύσας ἐν τούτοις Πλάτων ὁμολογεῖ, κοινωνὸν τῆς βασιλικῆς τὴν ῥητορικὴν ἀποφαίνων ὑπὲρ τοῦ δικαίου. ἐν δὲ τῇ Σωκράτους ἀπολογίᾳ ταυτὶ πάλιν αὖ λέγει δικαστοῦ μὲν γὰρ αὕτη ἀρετὴ, ῥήτορος δὲ τἀληθῆ λέγειν. εἰπὲ δή μοι πρὸς θεῶν, εἴτε Πλάτων εἴτε ἄλλος τις ὑπὲρ ἐκείνου βούλεται, ἔσθʼ ὅ τι ἀλλοτριώτερόν ἐστι τῷ κόλακι ἢ τἀληθῆ λέγειν; τί δαί; τῷ τἀληθῆ λέγοντι ἄλλο τι τοῦ κόλακος ἐχθρότερον; καὶ μὴν αὐτό γε τοῦτʼ ἐστὶν ἡ κολακεία, μὴ τἀληθῆ λέγειν· οὐκοῦν ἡ παλινῳδία καὶ δὴ φανερά. ἣν γὰρ ἐνταῦθα εἶναι κολακείαν φησὶν, ἐκεῖ μὴ κολακείαν εἶναι, ἀλλὰ τοῦ τἀληθῆ λέγειν προεστάναι σαφῶς οὑτωσὶ διορίζεται.3 ταὐτὰ ἄρα Πλάτωνι νῦν ἡμεῖς λέγομεν περὶ ῥητορικῆς, δοκοῦντες ἐναντία. ἐὰν τοίνυν ἔτι τούτων ἐγγυτέρω προσαγάγω τὸν λόγον, ἦ που τρυφή τις ἂν εἴη τῆς ἀποδείξεως καὶ οὔτε ἔννοιαν οὔτε ἐλπίδα ἐλέγχων ἰσχυροτέρων οὐδʼ ἂν εἷς ἔτι δή που λάβοι. οὐ γὰρ μόνον αὐτὸς Πλάτων, ἀλλὰ καὶ ἐν αὐτοῖς τούτοις τοῖς λόγοις τῷ παραδόξῳ δὴ συγγράμματι διαρρήδην ὁμολογεῖ τῇ ῥητορικῇ τὰ κάλλιστα εἶναι πράττειν, καὶ μὴ τὴν αὐτὴν χώραν ἔχειν αὐτὴν τῶν αἰσχρῶν μηδενὶ, προσθεὶς ἐπὶ τελευτῆς τὸ βραχὺ τοῦτο καὶ εὐμνημόνευτον καὶ τῇ ῥητορικῇ οὕτω χρηστέον ἐπὶ τὸ δίκαιον ἀεί. εἶεν ὦ γενναῖος, ἔστιν ὅπου ἐγχωρεῖ κολακείᾳ χρῆσθαι πρὸς τὸ δίκαιον ἀεί; οὐκ ἔστιν οὐδέποτε. καὶ μὴν ὑπὲρ καλοῦ χρώμενοι τῇ ῥητορικῇ, καλὸν ἄν τι πράττοιμεν ὑπʼ αὐτῆς. οὐκοῦν καλὸν ἡ ῥητορικὴ μετὰ τοῦ δικαίου γιγνομένη. καὶ μὴν κολακεία γε σαφῶς αἰσχρὸν

你称拥有医学知识的人为医生,即便他并未公开行医;称拥有政治知识的人为政治家,即便他只过问自己的私事。因此,绝无理由让你而非让我宣称——怎能说出这样的话呢——一个如此自处的人是在奉行谄媚,又怎能说他是某种可耻之事的袒护者?即便不因别缘,仅凭他所尊崇和追求的这些事物本身,他就必然最彻底地摆脱了一切可耻之事。因为若是有人漠视并抛开其余一切事物,将这唯一的快乐立于首位,不屈服于任何其他的快乐,随后能在神明的相助下得享此乐,便已是值得庆幸之事。正如修昔底德论及海军事务时所言,此人将会说,这句话用在修辞术与言辞上远为贴切:‘这些事绝不可能随意当作副业来操练,反倒绝不能让任何他物成为它们的副业。’因此,他不仅自身必须清白无瑕、远离谄媚,灵魂中没有丝毫虚伪,而且还必须远离一切谄媚之人以及一切可耻的聚会与交往。他会说:‘那么,至善之人啊,若你对真理还有一丝在念,为何不作一篇悔过诗呢?’因此,无论依循最初的论述,还是依循这第二番论述,无论人们转向何处,修辞术都是一种优美而高贵的财富,是男子汉的事业,对于拥有它的人以及所有运用它的人而言,都蕴含着合乎正义的抱负;并且它不仅在人类之中,即便在神明那里,自始便蒙受着、且始终名正言顺地蒙受着极大的眷顾与尊荣。 剩下的只待我阐明一事:柏拉图本人在修辞术上也发出了与我完全相同的声音。因为他大抵在《政治家》这篇论著中这样说道: ‘因此,同样地,看来现在对我们而言,其余诸事,凡是与政治学相异化且不相契合者,都已被分离出去,留下的则是尊贵且血脉相通的事物。而属于这些事物的无疑有统军术、司法术,以及一切与王者之术相通、通过劝导正义而共同掌舵城邦事务的演说术。’ 不久前赫西俄德向我们阐述的道理,柏拉图在此处几乎只是解开了格律,便直截了当地予以承认,宣称修辞术为了正义而与王者之术同舟共济。而在《苏格拉底的申辩》中,他又一次这般说道: ‘因为这便是审判官的美德,而演说家的美德则是讲出真话。’ 那么请以诸神之名告诉我——无论是柏拉图本人,抑或是其他愿代他立论之人——对谄媚者而言,难道还有比讲真话更为格格不入的吗?反之,对讲真话者而言,难道还有比谄媚者更为仇敌相见的吗?其实,谄媚本身恰恰就是不说真话。因此,悔过诗已然昭然若揭。因为在此处他称之为谄媚之物,在彼处他却如此明晰地界定为绝非谄媚,而是统辖讲真话之事。可见,我们如今关于修辞术所说的,表面上看似针锋相对,实则与柏拉图毫无二致。倘若我再将论据拉得更近一些,那简直要成为证明上的过分奢侈了,任何人都绝不可能再对更强力的反驳抱有丝毫念头或指望。因为不仅柏拉图本人,甚至就在这些论述中,在那部惊世骇俗的著作中,他亦明确承认修辞术乃是行使最美好的事物,且绝不与任何可耻之物占有相同地位,他在篇末附上了这句简短而易记的名言: ‘修辞术必须如此始终用于正义。’ 好啊,高贵的人,难道在什么地方有可能为了正义而始终使用谄媚吗?绝无可能。再者,若我们为了美善而使用修辞术,我们借助它所行的便必是美善之事。因此,修辞术与正义相伴时乃是美好的。然而谄媚显然是可耻的……

语法注3 条
  1. 109οὐκ ἐγχωρεῖ φῆσαι σοί γε μᾶλλον ἢ ἐμοὶ κολακείαν γε ἐπιτηδεύειν οὕτω διακείμενον πῶς ἔνεστιν εἰπεῖν

    句子的核心骨架为 οὐκ ἐγχωρεῖ φῆσαι σοί γε μᾶλλον ἢ ἐμοὶ(由你而非由我来宣称是绝无可能的),其后插入了修辞性疑问短语 πῶς ἔνεστιν εἰπεῖν(怎能说出……)。宾格分词 οὕτω διακείμενον 充当不定式 κολακείαν ἐπιτηδεύειν 的逻辑主语,意为‘如此自处的人是在奉行谄媚’。

  2. 109ὃ γὰρ περὶ τῶν ναυτικῶν ἔφη Θουκυδίδης, περὶ ῥητορικῆς ὅδε φήσει καὶ λόγων πολὺ μᾶλλον εἰπεῖν ἁρμόττειν

    关系代词从句 ὃ ... ἔφη Θουκυδίδης 前置,其内容由后文 ὅτι 从句(οὐκ ἔστιν ὡς ἂν τύχῃ ταῦτα...)具体说明。主句主语 ὅδε(此人,指前述真正的演说家)统摄动词 φήσει,并支配带不定式的复合宾语结构(πολὺ μᾶλλον εἰπεῖν ἁρμόττειν),引用了修昔底德第1卷第142章伯里克利演说中的名言。

  3. 110ἣν γὰρ ἐνταῦθα εἶναι κολακείαν φησὶν, ἐκεῖ μὴ κολακείαν εἶναι, ἀλλὰ τοῦ τἀληθῆ λέγειν προεστάναι σαφῶς οὑτωσὶ διορίζεται

    副词 ἐνταῦθα(此处,指作为驳斥对象的《高尔吉亚》)与 ἐκεῖ(彼处,指刚引证过的《政治家》和《申辩》)构成鲜明对比。关系代词 ἣν 充当不定式 εἶναι 与 προεστάναι 的逻辑主语(宾格),揭示了柏拉图著作内部关于修辞术定义的自相矛盾,以此指明柏拉图实已作出了‘悔过’。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0284.tlg045.humanitext-grc2:109-110