← 阿里斯·台德斯

致柏拉图:为雄辩术辩护

§107-108

真正演说家的罕见与追求美德的修辞术

作者论述了完美演说家的罕见性与修辞术的崇高地位,并勾勒出一位为了美与美德而非谄媚与利益而运用言辞的理想演说家形象,以此反驳柏拉图的批评。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§107

μέγιστον δὲ καὶ τοῦτʼ ἔστιν εἰπεῖν ὑπὲρ ταύτης τῆς δυνάμεως, ὅτι οὐδὲν ὁμοῦ τοῖς τε πολλοῖς οὕτω κοινόν ἐστι καὶ τοσοῦτον αὖ τὴν τῶν πολλῶν ἕξιν καὶ φύσιν ἐκπέφευγεν· ἀεὶ δὲ ὂν ὡς εἰπεῖν ἐν ἀνθρώποις χαλεπώτατα εὑρίσκεται τό γε παντελές. ὥσπερ γὰρ οἱ λέοντες καὶ ὅσα ἐντιμότερα τῶν ζωῶν σπανιώτερα τῶν ἄλλων ἐστὶ τῇ φύσει, οὕτω καὶ κατʼ ἀνθρώπους οὐδὲν οὕτω σπάνιον ὅσον ἄξιον προσειπεῖν ῥήτορα· εἷς δὲ ἀγαπητῶς καὶ δεύτερος ὥσπερ ὁ Ἰνδικὸς ὄρνις ἐν Αἰγυπτίοις ἡλίου περιόδοις φύεται.1 οἱ δὲ πολλοὶ μορίοις τισὶ τῆς τέχνης περιτυχόντες Ὁμήρου δέονται προσαγορεύοντος αὐτοὺς, ὥσπερ ἐκεῖνος ἔσκεν ὑφηνίοχος φησὶ καὶ πάλιν Ποσειδῶνος ὑποδμώς. τὸ μὲν ἀρχή που, τὸ δὲ ἀκροτελεύτιον ἔπους ἐστίν. οὕτω πολλοῦ δέουσι κατὰ Μίθαικον καὶ Θεαρίωνα οἱ τῷ ὄντι ῥήτορες εἶναι τὴν φύσιν.2 καὶ ὅσα τοίνυν εἴδη λόγων ἕτερα, ἵνα μηδὲ τοῦτο παρέλθωμεν, ταυτὸν πέπονθα πρὸς τοὺς τῆς ῥητορικῆς λόγους ὅ τί περ τὰ πέμματα πρὸς τὰ τῷ ὄντι σιτία καὶ κρέα. ὥστε καὶ τῶν περὶ ἕκαστα οὗτοι μάλιστα εὐδοκιμοῦσιν οἵτινες ἂν πλεῖστον ῥητορικῆς εἰσενέγκωνται, καὶ τούτων αὐτῶν μάλιστα ὃς ἂν ἐγγύτατα ἥκῃ ῥητορικῆς. Ὅμηρος καὶ τῶν Ὁμήρου ταῦτα, Σοφοκλῆς καὶ τῶν Σοφοκλέους ταῦτα. Πλάτων δὲ αὐτὸς ἡμῖν τί φησιν; ἡμεῖς μὲν γὰρ αὐτὸν οὐκ ἀγνοοῦμεν, ἀλλʼ ἐν τῷ καλλίστῳ τοῦ χοροῦ τάττειν ἕτοιμοι. τί δῆτα αὐτή γε καθʼ ἑαυτὴν ἡ ῥητορικὴ καὶ ὁ ῥήτωρ; ἐγὼ μὲν γὰρ οὐκ ἀποκνήσαιμʼ ἂν φάναι τοῦτον ἄριστον εἶναι περὶ λόγους ὅστις ἀνὴρ ἄριστος. εἰ τοίνυν τις καὶ τοιοῦτος ἐγγένοιτο οἷος ῥητορικὴν ἔχων εἰς μὲν δήμους ῥᾳδίως μὴ εἰσιέναι, μηδὲ περὶ πολιτείας ἀμφισβητεῖν ὁρῶν ἑτέρως ἔχοντα τὰ πράγματα, καὶ ταῦτα οὐκ ἐν ὑστάτοις ὢν δόξης ἕνεκα καὶ τιμῶν καὶ τῶν ἐπικαίρων φιλοτιμιῶν, αὐτὸς δὲ ἐφʼ ἑαυτοῦ τοῖς λόγοις χρῷτο, τὴν αὐτῶν φύσιν καὶ τὸ ἐν αὐτοῖς καλὸν τετιμηκὼς, καὶ θεὸν ἡγεμόνα καὶ προστάτην ἐπιγραψάμενος τοῦ τε βίου καὶ τῶν λόγων,3 οὐδὲ τούτῳ χαλεπὸν πρὸς Πλάτωνα ἀντειπεῖν, ἀλλʼ οὗτος ἂν καὶ πολὺ καλλίστων καὶ δικαιοτάτων εὐπορήσειε λόγων, ὅτι, ὦ θαυμάσιε, ἐγὼ ταύτην τὴν δύναμιν ἐξ ἀρχῆς ἐτίμησα καὶ περὶ πλείστου πάντων κερδῶν καὶ πραγμάτων ἐποιησάμην, οὐχ ἵνα τὸν δῆμον κολακεύω οὐδʼ ἵνα τῶν πολλῶν στοχάζωμαι οὐδὲ ἀργυρίου χάριν, ἀλλὰ καὶ ὅστις πρὸς τοῦτο ὁρᾷ καὶ τῶν διδόντων ἐστὶ,4 μισθωτὸν καλῶ τοῦτον, οὐ ῥήτορα, καὶ πολλοῖς ἑτέροις φημὶ λελοιπέναι τόπον ἀμφισβητεῖν εὐδαιμονίας, εἰ ταύτῃ σεμνύνεται, ἀλλʼ ὑπʼ αὐτῶν τῶν λόγων ἀχθεὶς καὶ νομίσας εἶναι πρέπον ἀνθρώπῳ κτῆμα λόγους καλοὺς, οὕτως ἐργάζομαι κατὰ δύναμιν τὴν ἐμαυτοῦ. τί οὖν μοι προφέρεις κολακείαν, ὃς τοσοῦτον ἀπέχω τοῦ κολακεύειν ὥστε οὐδʼ ὅπως ἐμὲ ἕτεροι κολακεύσουσι σκοπῶ; οὐδὲ εἰ μὴ θαυμασθήσομαι παρὰ τοῖς πολλοῖς, οὐδέν μοι διαφέρει, ἀλλʼ ὥσπερ ὁ φίλοινος οὐχ ἡγεῖται ζημίαν, εἰ μηδεὶς αὐτῷ πίνοντι συνείσεται, καὶ ὁ παιδεραστὴς καὶ ὁ φιλογύνης οὐ πρὸς τὴν ἑτέρων μαρτυρίαν τὴν ἐπιθυμίαν μετέρχονται, ἀλλὰ στέργουσιν ἂν ἔχωσιν οἷς χαίρουσιν, οὕτω καὶ ἐγὼ λόγοις συνὼν καὶ τούτοις ἀνθʼ ἑτέρων χρώμενος τέρπομαι τὴν πρέπουσαν ἴσως μᾶλλον ἐλευθέρῳ τέρψιν καὶ ἡδονήν· ὥστε μηδʼ ἂν τῶν γειτόνων μοι συνειδῇ μηδεὶς, οὐ τίθεμαι βλάβος. σὺ μὴν καὶ τὸν ἔχοντα

关于这种能力,所能说的最崇高的一点便是:没有任何事物能像它一样,既如此普遍地为大众所共有,又如此深远地超越大众的习性与天性;虽说它始终存在于人类之中,但其臻于完满之境却极难寻得。正如狮子以及一切更为尊贵的动物在天性上比其余动物更为稀少一样,在人类之中,亦没有任何事物像配得上被称为演说家的人那样罕见;至多不过有一位或两位勉强应运而生,正如那依照埃及太阳运行周期降生的印度之鸟一样。然而大众偶得该技艺的微末片段,便需要荷马为他们冠名,正如荷马所云:‘他曾是个副御者’,又云:‘波塞冬的属仆’。一者大抵是诗行的开端,另一者则是诗行的收尾。真正的演说家在天性上绝非如米泰库斯和塞阿里翁之辈,其差距不可以道里计。此外,为了不遗漏这一点,其余一切种类的言辞与修辞术之言辞的关系,恰如茶点点心之于真正的谷物主食与肉类。因此,在从事各门学问的人之中,唯有引入修辞术最多者最负盛名,而在这些人自身之中,又以最贴近修辞术者最受推崇。荷马与荷马篇章中的这些是如此,索福克勒斯与索福克勒斯篇章中的这些亦是如此。那么,柏拉图本人又对我们说了什么呢?我们并非不识得他,反而乐意将他置于合唱队最华美的席位。然而修辞术本身与演说家究竟为何物?我绝不犹豫宣称:言辞上最优秀之人,正是那人品至善之人。 因此,假若出现这样一个人:他虽精通修辞术,却不轻率涉足民众大会,在看到情势不同时不争逐政务——尽管论及名声、尊荣和合宜的进取心他绝非身处最末之流——而是自处独用言辞,尊崇其天性及蕴含于其中的美,并尊奉神明为生平与言论的导师与庇护者;那么对此人而言,驳斥柏拉图绝非难事,他反而能滔滔不绝地道出极为优美且正当的言辞,说道:‘可嘉之人啊,我自始便尊崇这种能力,视其高过一切利益与俗务,绝非为了谄媚民众,亦非为了逢迎大众,亦非贪图金钱;相反,凡是紧盯这些并受雇于施舍之人者,我称其为雇工,而非演说家,且若他以此自矜,我说他便给许多其他人留下了争夺幸福的余地;但我乃是被言辞本身所引导,认定优美的言辞乃是适宜人类的财富,才依我自身之能力如此致力不辍。那么你为何要将谄媚之名强加于我?我远离谄媚至极,以致根本不考虑他人如何谄媚于我。即便我不被大众所钦慕,于我亦毫无分别;正如同嗜酒之人若无人在旁见其饮酒亦不以为损失,好男色者与好女色者亦非为了求得他人的见证而追求欲望,而是只要得享所乐便心满意足;我亦如是,与言辞相伴,用之以替代他物,享受着或许更合乎自由人身份的欢愉与快乐;因此即便邻人无一人知晓,我亦不视之为害。然而你竟然把拥有……’

语法注4 条
  1. 107ὥσπερ ὁ Ἰνδικὸς ὄρνις ἐν Αἰγυπτίοις ἡλίου περιόδοις φύεται

    “依照埃及太阳运行周期降生的印度之鸟”系对不死鸟(菲尼克斯)的借喻,以此形象地说明真正的演说家极其罕见,历经悠长周期方得一见。

  2. 107οὕτω πολλοῦ δέουσι κατὰ Μίθαικον καὶ Θεαρίωνα οἱ τῷ ὄντι ῥήτορες εἶναι τὴν φύσιν

    πολλοῦ δέουσι 搭配不定式(εἶναι)构成惯用结构,意为“远非……”或“根本谈不上是……”。米泰库斯和塞阿里翁系柏拉图《高尔吉亚篇》(518B)中提到的名厨与面包师;作者在此反击柏拉图将演说术比作烹饪之术的论调,表明真正的演说家绝非此类迎合口腹之辈。

  3. 108εἰ τοίνυν τις καὶ τοιοῦτος ἐγγένοιτο ... οὐδὲ τούτῳ χαλεπὸν πρὸς Πλάτωνα ἀντειπεῖν, ἀλλʼ οὗτος ἂν καὶ πολὺ καλλίστων καὶ δικαιοτάτων εὐπορήσειε λόγων

    该长复合条件句的语法骨架为:条件从句 εἰ ... ἐγγένοιτο(愿望语气)与后承从句 οὐδὲ τούτῳ χαλεπὸν [ἂν εἴη](省略愿望语气系动词)以及 ἀλλʼ οὗτος ἂν ... εὐπορήσειε(ἄν + 愿望语气)相呼应,构成潜在条件句。主语 τις 后面紧连关系从句 οἷος ... χρῷτο 及多重分词短语,阅读时须把握主干结构。

  4. 108τῶν διδόντων ἐστὶ

    此为表领属/从属的表语属性属格,意为“属于施与者(出资者)一类”或“受金主摆布”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0284.tlg045.humanitext-grc2:107-108