← 阿里斯·台德斯

致柏拉图:为雄辩术辩护

§103-104

言论之美与修辞术对诸技艺的成全

作者论证言论具有不可叠加的卓越性,正如灵魂之美,源自神圣因而在使用中绝不减损。他进一步指出,即便消除战争与罪过,修辞术亦绝非无用,并通过引证荷马诗句证明它能辅佐并成全医学和将帅之术等诸般技艺。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§103

σύμπαντες παράσχοιντο ἑνὸς τοῦ καθʼ ἕκαστον ὑπερφέροντος,1 οὐδὲ συμφερτῇ ἀρετῇ τοῦτο κρίνεται, ἀλλʼ εἷς καὶ πολλοὶ τὸ ἴσον δύνανται, τὸ ἐπιβάλλον τῆς ἥττης σώζων ἕκαστος2 ὥσπερ ἐν κάλλει. ἕως γὰρ ἂν μὴ παρʼ αὐτοῦ τὸ κρεῖττον παρέλθῃ, ἥ γε κοινωνία καὶ τὸ πλῆθος οὐδενὸς ἄξιον, οὐδʼ ἂν τὴν Δαρείου στρατιὰν ἄγῃς. ᾧ καὶ μεγίστῳ δείκνυται ὅση τις ἡ τῷ λόγῳ πρὸς τὸ καλὸν συγγένεια, καὶ ὅτι τοῦτʼ ἐν ψυχῇ λόγοι, ὅπερ κάλλος ἐν σώματι. καίτοι καὶ περὶ τούτου τοῦ μέρους ἔχοι τις ἂν εἰπεῖν ὅτι κάλλος μὲν χρόνος ἐξελέγχει ῥᾳδίως, ἀμέλει καὶ τὸ τῆς ὥρας ὄνομα αὐτῷ συγκεκλήρωται· οἱ δὲ λόγοι τῷ χρόνῳ συμπροβαίνουσι, καὶ τούς γε βελτίστους αὐτῶν οὐδὲν οὕτως ὡς χρόνος δείκνυσιν, ὥσπερ τὸν δίκαιον ἄνδρα ἔφη Σοφοκλῆς μόνῳ τῷ χρόνῳ φαίνεσθαι· τὸ τῆς προσθήκης ἀφαιρῶ,3 ὅτι οὐ μόνον τῷ χρόνῳ οἵ γε δὴ λόγοι, ἀλλὰ καὶ παραχρῆμα ἅπτεσθαι πεφύκασι, καὶ μόνων τούτων τὴν ὥραν ἀθάνατον εἶναι συμβέβηκε. καὶ ὁ μὲν χρήματα κεκτημένος οὓς ἂν εὖ ποιεῖν οἴηται δεῖν, ἀφαιρῶν ὧν ἔχει ποιεῖ, ὥστʼ ἐλάττω τὰ λοιπὰ καθίστησι τοῖς προειμένοις· εἰ δὲ δὴ καὶ συνεχῶς ἐμμείναι τῇ τοιαύτῃ φιλονεικίᾳ, ταχὺ δή που τοῦ ταῦτα ἐπικουρήσοντος αὐτῷ προσδεήσεται· ἡ δὲ τῶν λόγων κτῆσις καὶ δύναμις παρὰ τὴν χρῆσιν οὐκ ἀναλίσκεται, ἀλλʼ εἰ οἷόν τε εἰπεῖν, καὶ μάλιστα τούτῳ αὔξεσθαι πέφυκε. τὸ δὲ αἴτιον ὅτι χρήματα μὲν κάτωθεν λαμβάνομεν ἐκ τῶν μετάλλων καὶ λιθοτομιῶν καὶ παρὰ σκυθρωπῶν τῶν ἔργων, λόγοι δὲ ἡμῖν παρὰ τῶν οὐδὲν ἀπολλύντων διʼ ὧν ἡμᾶς εὖ ποιοῦσιν ἥκουσι. τῆς οὖν θείας φύσεως εἰκότως μετέχουσι μόνοι. καὶ μὴν νόσους μὲν εἴ τις ἐξ ἀνθρώπων ἀνέλοι τῷ λόγῳ, μηδὲν δεῖν ἰατρικῆς ἔστʼ εἰπεῖν, ὥσπερ μηδὲν δεῖν κυβερνήτου μὴ πλέοντι· ῥητορικῇ δὲ οὐ μόνον εἰ καὶ πάντα τὰ τῶν ἰδιωτῶν ἁμαρτήματα, ἀλλʼ εἰ καὶ πόλεμοι πάντες ἐξ ἀνθρώπων ἀπέλθοιεν, οὐκ ἄπορα τὰ πράγματα, οὐδὲ πέπτωκεν αὐτῆς ἡ δύναμις ὥσπερ ῥίζης ὑφαιρεθείσης. ἔτι γὰρ μᾶλλον αἱ πανηγύρεις καὶ τὰ τῆς εἰρήνης χαρίεντα τοῦ παρʼ αὐτῆς κόσμου προσδεῖται, καὶ νὴ Δία αἵ τε θεῶν τιμαὶ καὶ ἡρώων καὶ ὅσαι τοῖς ἀγαθοῖς τῶν ἀνδρῶν ὀφείλονται δικαίως εὐφημίαι. πάντα γὰρ ταῦτα ἐπέρχεται καὶ κοσμεῖ καὶ πᾶσιν αὐτὴ πρέπουσα ὁμοίως φαίνεται. εἰ δὲ δὴ καὶ κοινωνήσειέ τινι τῶν ἄλλων τεχνῶν καὶ δυνάμεων, Ἡράκλεις, ὡς οὐδʼ εἰπεῖν ἔστιν ὡς ἐκφαίνει τὸ παρʼ αὐτῆς. οἷον ἰατρὸς εἰ προσλάβοι ῥητορικὴν, τῆς ἰατρικῆς αὐτῆς μάλιστα οὕτω τὴν χάριν εἴσεται. εἰ γὰρ προσέλθοι τὸ δύνασθαι πείθειν τοῖς ἄλλοις τοῖς ὑπάρχουσιν αὐτῷ κατὰ τὴν τέχνην, τί κωλύει προθεραπεύειν τὰ πολλὰ τῇ ῥητορικῇ, πρὶν τῶν τῆς ἰατρικῆς ὀργάνων ἅψασθαι, τῷ σοφωτάτῳ τῶν φαρμάκων, ἔφη τις, χρώμενον; μετὰ τοίνυν τῆς στρατηγικῆς γενομένη πολλῷ μᾶλλον σώζειν αὐτὰ τὰ τῆς στρατηγικῆς πέφυκεν· ἃ δὴ καὶ Ὅμηρος πανταχοῦ σαφῶς δηλοῖ "ὣς εἰπὼν ὤτρυνε μένος καὶ θυμὸν ἑκάστου" καὶ "ὣς ἔφαθʼ, οἱ δʼ ἄρα μᾶλλον ἐπʼ Ἀργείοισιν ὄρουσαν" καὶ "τοῖσι δʼ ἄφαρ πόλεμος γλυκίων γένετʼ ἠὲ νέεσθαι ἐν νηυσὶ γλαφυρῇσι φίλην ἐς πατρίδα γαῖαν." τοιαῦτʼ ἀεὶ τοῖς λόγοις προστίθησιν. ἐκφανέστατα δὲ αὐτὸ καὶ μόνον οὐχ ὑπὸ κήρυκος4 βεβαιοῖ, ποιήσας τὸν Ἀγαμέμνονα τῶν μὲν "ἀσπίσι καὶ κορύθεσσι καὶ ἔγχεσι πεφρικυίας" τὰς τάξεις παρεχομένων Αἰάντων ἅπαντας λαβεῖν τὸν θυμὸν εὐχόμενον "τοῖος πᾶσιν θυμὸς ἐνὶ στήθεσσι γένοιτο·" τοῦ δὲ τὰ βέλτιστα συμβουλεύσαντος τῷ στρατοπέδῳ Νέστορος δέκα τοὺς πάντας συμβούλους μὴ χείρους λαβεῖν. "τοιοῦτοι γὰρ, ἔφη, δέκα μοι συμφράδμονες εἶεν, Ἀχαιῶν· τῷ κε τάχʼ ἠμύσειε πόλις Πριάμοιο ἄνακτος χερσὶν ὑφʼ ἡμετέρῃσιν ἁλοῦσά τε περθομένη τε·"

所有人合在一起,也无法提出比个别出众者更优秀的言论。这并非由汇聚的武勇所决定的,而是一人与众人具有同等的力量,正如在美貌的情形中那样,每个人都各自保留着属于自己的劣势。因为只要更优秀之物不出自其自身,联合与群体便毫无价值,即使你率领大流士的大军也是如此。正是由这一最大之处显明了言论与美有着多么深厚的亲缘关系,且言论之于灵魂,正如美貌之于肉体。然而关于这方面,人们也可以说,时间很容易让美貌现出原形(衰朽),确实,“韶华(季节)”之名已赋予了它;但言论随时间而前行,没有任何东西能像时间那样显明其中最优秀的言论,正如索福克勒斯所说,正义之人唯独因时间才显露出来。我去掉那一附加的部分,因为言论生来不仅随时间,而且在当下也能打动人心,唯有它们获得了不朽的青春。此外,拥有财富的人,每当认为应该恩赐他人时,都是通过削减自己所拥有的东西来进行的,以致由于送出的东西而使剩余之物变少;若他在这种争胜中持续坚持下去,很快就会需要有人为自己补充这些财物了;但言论的占有与能力绝不会因使用而耗尽,甚至若可以说的话,反倒正是通过这种使用而自然增长。原因在于,我们从下方、从矿山和采石场以及阴沉的苦工中获取财富,而言论则是从那些在恩泽我们时自身毫无损失的存在那里降临于我们;因此,唯独言论合乎情理地分享着神圣的本性。再者,若有人在理论上把疾病从人类中彻底消除,人们便可以说医学完全不需要,正如不航海的人完全不需要舵手一样;但对修辞术而言,即便不仅私人的所有过失,连一切战争都从人类中消逝,事情也不会陷入绝境,它的力量也不会像被斩断根基那样崩溃。因为集会与和平时期的文雅事业更加需要出自修辞术的装饰,凭宙斯起誓,对神明与英雄的尊崇,以及理应归于贤人的所有赞誉,无不如此。因为它临及所有这些事物并加以饰缀,在一切事物中都同样显得相称得体。不仅如此,若它与任何其他技艺和能力相结合,赫拉克勒斯作证,它是如何彰显属于自身的荣耀,实在无法用言语形容。例如,若医生兼具修辞术,他将由此最深刻地领会医学本身的益处。因为如果在按照技艺所具备的其他条件之上再加上说服的能力,那么正如有人所说,使用“最明智的药物”,在接触医学器具之前先用修辞术预先疗愈多数病痛,又有何障碍呢?此外,当它与将帅之术结合时,其本性远更能保全将帅之术的功业;荷马在各处都清楚地表明了这一点:‘他说完这些,激起了每个人的气魄与斗志’,又如:‘他如是说,而他们便更猛烈地冲向阿耳戈斯人’,以及:‘对他们而言,比起乘坐中空的战船返回亲爱的故土,战斗立刻变得更加甘美’。他总是在言语之后加上此类话语。而且他通过让阿伽门农说话,几乎毫不逊色于传令官的宣示,最鲜明地证实了这一点:对于摆出‘战盾、头盔和长矛密布森严’的战阵的埃阿斯们,阿伽门农祈愿所有人都能拥有他们的斗志:‘但愿所有人胸中皆有此等斗志!’;而对于向全军献上最佳谋策的涅斯托耳,他却祈求总共能得到十位丝毫不逊于他的谋士,他说:‘阿开奥斯人中,若我有十位这般同谋之人,普里阿摩斯王之城必迅速在我们手中被攻陷、劫掠而倾颓。’

语法注4 条
  1. 103σύμπαντες παράσχοιντο ἑνὸς τοῦ καθʼ ἕκαστον ὑπερφέροντος

    该句接续前一段落末尾的 ἀλλʼ οὐχὶ λόγους γʼ ἂν ἀμείνους。潜势助词 ἄν 承前共用,使祈愿语气 παράσχοιντο 表达潜势。ἑνὸς τοῦ καθʼ ἕκαστον ὑπερφέροντος 是从属于比较级 ἀμείνους 的比较属格,指“在各人中出类拔萃的单个人”。

  2. 103τὸ ἐπιβάλλον τῆς ἥττης σώζων ἕκαστος

    单数的 ἕκαστος 与并列主语 εἷς καὶ πολλοί 构成配分性同位语(distributive apposition),分词 σώζων 与之在单数阳性主格上保持一致。τὸ ἐπιβάλλον 为冠词加分词的名词化用法,意为“分得的份额/当得之份”。

  3. 103τὸ τῆς προσθήκης ἀφαιρῶ

    该句表示说话者对前文索福克勒斯引文的保留意见。τῆς προσθήκης 指引文中多加的限定(即“唯独”因时间),ἀφαιρῶ 为直陈语气第一人称单数,全句意为“我去掉这一附加的限定”。

  4. 104μόνον οὐχ ὑπὸ κήρυκος

    惯用短语 μόνον οὐ 意为“几乎”、“差一点就”(virtually / all but)。与 ὑπὸ κήρυκος 连用,修饰动词 βεβαιοῖ,表示“近乎由传令官公然宣布一般最为明晰地证实”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0284.tlg045.humanitext-grc2:103-104