← 阿里斯·台德斯

罗得岛演说

§553-554

初建之艰与重建之易的对比及先例

演说者指出,相比先辈从无到有建城的艰难,在如今拥有和平、各邦援助及皇帝关怀的条件下重建城邦更为容易,并援引伊利昂与底比斯复兴的先例勉励市民。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§553

ποῦ δὲ ἀνεκτὸν ἐστερημένοις τοιαύτης πόλεως ζῆν; μὴ πρὸς ἀνίαν ψιλὴν καταχρήσασθαι, ἀλλʼ εἰς ἐπανόρθωσιν τρέψαι1 τῶν συμβεβηκότων ἥτις ἂν οὖσα δυνατὴ φαίνηται. καίτοι πολὺ ῥᾴων ὑμῖν ἡ ἀνάληψις τῆς πόλεως, ἐὰν ὀρθῶς σκοπῆτε, ἢ ʼκείνοις ὁ ἐξ ἀρχῆς οἰκισμός. οἱ μὲν γὰρ οὐδʼ ἡντινοῦν ἔχοντες ἀφορμὴν παρὰ τοῦ τόπου, οὐ λιμένας, οὐκ εἰκόνας, οὐ κόσμους, οὐ λίθους, ὡς εἰπεῖν, ἐν πολλῇ βουλῇ καὶ ἀπορίᾳ καταστάντες οἶμαι πρῶτον ποῖ ποτε τῆς χώρας οἰκήσουσιν, οὕτω ταύτην ἀπέδειξαν, καὶ τὸ μέγιστον ἁπάντων, πρὸς οὐδὲν ὑπάρχον παράδειγμα, ἀλλʼ εὑρόντες αὐτοὶ καὶ προθέντες πρῶτοι καθάπερ ὡς ἀληθῶς παράδειγμα πόλεως. ὑμᾶς δὲ οὔτε ζητῆσαι νῦν οὐδὲν δεῖ περὶ τῶν ὅλων καὶ εἴ τινα λείπεται τῶν ἀρχαίων παραβοηθεῖ· πολλὰ δὲ ταῦτά ἐστι πρὸς τὸ πᾶν, εἰ καὶ παντάπασιν ὀλίγα ὡς πρὸς τὰ πάντα. οὔτε γὰρ λιμένας προσχοῦν ὑμᾶς οὐδὲν δεῖ νῦν οὔτε βουλευτήριον οὔτε θέατρον ἀνοικοδομεῖν οὔτε ἄλση φυτεύειν. εἰσὶ δὲ καὶ εἰκόνες λοιπαί τινες ἐν πίναξι, καὶ τῶν χαλκῶν ἔργων ὅσον δεῖγμα καὶ τὸ μέγα ἄγαλμα καὶ τὸ ἡμέτερον τουτὶ χωρίον, ἐν ᾧ πολλὰ δὴ πολλάκις μεθʼ ὑμῶν ἠγωνισάμεθα. ὧν εἰ καὶ ὑμεῖς καταφρονεῖτε καὶ τὸ μηδὲν τὰ λοιπὰ κρίνετε, πρὸς τὰ ἀρχαῖα ἀναφέροντες, ἠγάλλοντʼ ἂν εὖ ἴστε ἕτεραι πόλεις εἰ καὶ μέρος παρʼ αὐτοῖς ἦν τι. καὶ μὴν οὐδὲ παράδειγμά γε ὑμᾶς δεῖ μεταπέμπεσθαι οὐδʼ ὑπερόριόν τινα ζηλῶσαι, ἀλλʼ ἀπὸ τῆς Ῥόδου τὴν Ῥόδον ἐκ παλαιᾶς νέαν ποιῆσαι. ἔτι δὲ οἱ μὲν ἐν πολέμοις τε καὶ ταραχαῖς, καὶ οὔτε αὐτοὶ πάνυ τι τὴν ἡσυχίαν ἄγειν δυνάμενοι τῆς τε ἄλλης Ἑλλάδος πάσης ἄνω καὶ κάτω φερομένης, πλέοντες ὁμοῦ καὶ στρατευόμενοι ᾤκιζον τὴν πόλιν, ὥσπερ τινὲς φρούριον ἢ στρατόπεδον ἐκτειχίζοντες ἐπὶ στρατείας. ὑμεῖς δὲ ἐπὶ πολλῆς μὲν εἰρήνης καὶ βαθείας ἡσυχίας, ἣ τὰ πάντων ἀνθρώπων καλῶς ποιοῦσα ηὔξηκε πράγματα, πολλῶν δὲ καὶ συλλαμβανόντων ὑμῖν, οὐ μόνον οὐ κωλυόντων, ἐξέσται τῶν Ἑλλήνων πολλοὺς συνεπιλήψεσθαι,2 ὥσπερ ἔρανον κοινὸν τῷ γένει πληροῦντας, τοὺς μὲν ἀποδιδόντας ὑμῖν εὐεργεσίας ἀνθʼ ὧν ἔτυχον αὐτοὶ δεηθέντες ποτὲ, τοὺς δὲ τὸ τῆς τύχης ἄδηλον ἐν ὑμῖν εὖ τιθεμένους, τοὺς δʼ αὐτὸ τοῦτο δεῖγμα ἐκφέροντας φιλοκαλίας καὶ μεγαλοπρεπείας τὸ ὑμῖν εἰς τὰ παρόντα συνεισενεγκεῖν. μέγιστον δὲ πάντων ἀνθρώπων ἄρχοντος ἐλπὶς,3 ᾧ μάλιστα χρὴ δοκεῖν εἶναι διὰ σπουδῆς ὡς ἂν οἷόν τε ᾖ τὴν πόλιν ἀναλαβεῖν, ὡς μὴ τὸ κάλλιστον αὐτῷ τῶν κτημάτων ἀτίμως ἐπὶ γῆς κέοιτο μηδὲ σκόπελοι καὶ κόνις τὰ Ῥόδου πράγματα εἴη τὸ λοιπόν. ἐνθυμεῖσθαι δὲ χρὴ καὶ τὰ τῶν παλαιῶν. ἔστι μὲν ὡς ἀληθῶς ἀναίσθητον τὰ ὑμέτερα ἀντεξετάζειν τοῖς ὡντινωνοῦν· ὅπερ γὰρ εἶπον τὸ μόνον τὰς συμφορὰς ἐπικουφίζον οὐκ ἔστιν ἐν τοῖς παροῦσι, παράδειγμα· ὅμως δʼ εἰ καὶ μὴ τηλικούτων ἐστερήθησάν τινες, μηδʼ οὕτω πολυειδεῖ κακῷ περιέπεσον, ἀλλʼ οὖν πολλαὶ δὴ πόλεις αἱ μὲν ἀναστάτων τῶν ἐχόντων αὐτὰς γενομένων ἐρημίᾳ κατελύθησαν, αἱ δὲ κατεσκάφησαν, αἱ δὲ ἐνεπρήσθησαν· ὧν ὅσα γνωριμώτατα ἐκλέγοντας ἐνθυμεῖσθαι χρὴ καὶ λέγειν πρὸς ὑμᾶς αὐτοὺς ὅτι ἑάλω μὲν Ἴλιος, ἡ δυνατωτάτη τῶν ἐν τῇ Ἀσίᾳ πόλις κατʼ ἐκείνους τοὺς χρόνους, ἀλλʼ ὅμως οἰκεῖται νῦν Ἴλιος, καὶ ταῦτα δὶς, ὥς φασιν, ἁλοῦσα, ἅπαξ μὲν ὑπὸ Ἡρακλέους, δεύτερον δὲ ὑπὸ Ἑλλήνων κοινῇ τῷ θρυλουμένῳ πολέμῳ· φασὶ δέ τινες καὶ τρίτον ἐν τοῖς κάτω καιροῖς. οἰκοῦνται δὲ Θῆβαι, δὶς καὶ αὐταὶ κατασκαφεῖσαι καὶ τῶν ἐν ἡλικίᾳ πάντων διαφθαρέντων· ὃ ἐνταῦθα οὐκ ἠκρίβωσεν ὁ σεισμὸς,4 εὖ ποιῶν κατὰ γοῦν τοῦτο τὸ μέρος. ὑμῖν δὲ ὡς ἐν δεινοῖς καὶ τούτοις τηλικούτοις κινδυνεύει τοῦτο καὶ ἀνεκτότατον συμβεβηκέναι. οὐ γὰρ πολέμῳ ληφθεῖσα ὑμῶν ἡ πόλις οἴχεται οὐδʼ ἀνδρῶν χείρων φανεῖσα, οὐδʼ ἔστησεν ἀπʼ αὐτῆς τρόπαιον οὐδεὶς, οὐδʼ ἀπὸ τῶν ὑμετέρων ἀναθημάτων τὰ παρʼ αὑτῷ τις ἱερὰ κοσμήσει, ὥσπερ ὑμεῖς τοῖς ἔξωθεν λαφύροις τὴν ὑμετέραν αὐτῶν πόλιν κατεκοσμήσατε, ἀλλʼ ὥσπερ ἀνὴρ ἐν ἀκμῇ τελευτήσας τὸν βίον αὐτὴ καθʼ αὑτὴν οἴχεται θειοτέραν λαβοῦσα τὴν τελευτὴν, καὶ οὔτε

难道有人会说:“失去这样一座城邦的人,还有何处可以忍受偷生?”切莫徒然沉溺于纯粹的悲痛中消磨殆尽,而应当将心力转向对变故的补救修复,转向一切看似可行的途径。况且,倘若你们正确地审视,对你们而言城邦的重建,远比当年祖先从头奠基要容易得多。因为他们当年未曾从这片土地获得任何凭借——既无港口,亦无雕像,既无装饰,甚至可以说连凿好的石料也无——我想,他们起初是在极大的谋划与困惑中,不知究竟应落脚于这片土地的何处,才建立了如今这般城邦;而最伟大的是,他们不依赖任何现成的模范,而是亲自摸索,率先树立起真正意义上的城邦楷模。然而如今你们完全无须去重新摸索城邦的整体格局,且古迹中留存的事物皆可助一臂之力;即便与当初的全部相比已然所剩无几,但就复兴全局而言,留存的依然甚多。因为你们如今既不需要回填筑造港口,亦不需要从基底重建议事厅或剧场,也不必重新栽植神林。在画板上尚有若干肖像留存,青铜器物亦足以作为范例保留下来,还有那座巨大的神像,以及我们当下的这处场所——在这里我们曾多次与你们一同竭力论辩。对于这些,即便你们轻视它们,因对照昔日的辉煌而断定余下的事物一文不值,但请你们确信,其他城邦即便只拥有其中的一小部分,亦当欢欣荣耀。更何况,你们既无须从境外引进榜样,亦无须艳羡任何异邦之城,而只需立足于罗得本身,将旧罗得化为新罗得。此外,先辈们当年是在战火与动荡中建城的,他们自身既完全无法安享和平,全希腊其余各地亦处于天翻地覆的震荡之中,他们一面航行一面征战,正如在远征途中筑建要塞或军营一般建成了城邦。而你们如今却处在丰足的和平与深邃的安宁之中——这种和平造福了全人类的事业并使之繁荣——并且许多人不仅不加阻挠,反而向你们伸出援手。众多希腊人将能够协力相助,宛如为整个族群筹集共同的募捐一般:有人是为偿还昔日自身困顿时所蒙受的恩惠,有人是将命运的无常在你们身上善加弥补,还有人是将资助你们眼前的困境本身,作为其爱好崇高与展现慷慨的明证。而最为重大的,乃是对统领全人类之君王所寄予的期许;理当认为,尽可能地重建此城对他而言是最为热切之事,好叫他治下最壮丽的产业不致屈辱地弃置于尘土之中,罗得的基业自此以后亦不致沦为礁石与尘埃。 我们亦当重温古人的往事。诚然,将你们的遭遇与任何其他人的遭遇相比较确是不合情理的;正如我所言,唯一能减轻灾难之物——即相称的先例——在眼前的情势中并不存在。然而,即便其他人未曾失去如此重大的事物,亦未曾陷入如此纷繁多样的浩劫,但无论如何,确曾有许多城邦,有的因居民流散荒芜而消亡,有的被夷为平地,有的被付诸一炬。在其中挑选最著名的例子深思,并对你们自己诉说:当年亚洲最强盛的城邦伊利昂陷落了,然而如今伊利昂依旧有人居住,且如传闻所言它曾两度陷落——一次毁于赫拉克勒斯,第二次毁于希腊人众所周知的联合战争;甚至有人说在后世还有第三次。底比斯如今亦有人居住,尽管它自身亦曾两度被夷平,所有壮年男子尽皆丧生;而在这一惨剧上,地震在此处并未做绝,至少在这方面网开一面。对于你们而言,在如此深重的大难之中,唯独此事已算得上是所遭逢的最堪忍受之幸。因为你们的城邦并非因战败而被攻占瓦解,亦非因显露出不敌于人,无人曾因战胜它而树立凯旋碑,亦无人会用你们的奉献物来装饰本邦的神庙——正如你们当年用境外的战利品装点自身的城邦一样;相反,正如一位英年早逝的壮士,它凭自身而终结了生命,获得了更具神意的一死,既未

语法注4 条
  1. 553μὴ πρὸς ἀνίαν ψιλὴν καταχρήσασθαι, ἀλλʼ εἰς ἐπανόρθωσιν τρέψαι

    不定式 καταχρήσασθαι 与 τρέψαι 在此作祈使性不定式(infinitive for imperative),紧承前文的反问句 ποῦ δὲ ἀνεκτὸν ... ζῆν;,表达劝诫与应当之意(“不可徒然消磨……而当转向……”)。

  2. 553ἐξέσται τῶν Ἑλλήνων πολλοὺς συνεπιλήψεσθαι

    非人称动词 ἐξέσται 支配不定式 συνεπιλήψεσθαι,其逻辑主语为带部分属格 τῶν Ἑλλήνων 的宾格 πολλούς,意为“众多希腊人将能够协力相助”。

  3. 554ἄρχοντος ἐλπὶς

    属格 ἄρχοντος 在此作名词 ἐλπίς 的宾格性属格(“对统治者寄予的期望”)。其后由与格 ᾧ 引导的关系从句进一步阐明统治者理应致力于重建该城的缘由。

  4. 554ὃ ἐνταῦθα οὐκ ἠκρίβωσεν ὁ σεισμὸς

    中性关系代名词 ὃ 先行词为前句“成年男子尽皆丧生”(τῶν ἐν ἡλικίᾳ πάντων διαφθαρέντων)这一整个灾变事实。动词 ἀκριβόω 意为“彻底施行/做绝”,指地震在罗得并未将屠戮人口做到这般彻底。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0284.tlg043.humanitext-grc2:553-554