← 阿里斯·台德斯

罗得岛演说

§555-557

雅典先例与凭借精神气魄重建的勉励

演说者称颂罗得是在不败的辉煌极盛时因天灾而隐没,并列举雅典推翻三十僭主、科农复兴以及萨拉米斯之役等先例,勉励市民凭借心灵的气魄而非资财的多寡去重建城邦。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§555

αἰχμάλωτος ἦκται Ῥοδίων οὐδεὶς οὔτε καθῄρηται Ῥόδος, ἀλλʼ ἀνθήσασα εἰς ὅσον ἐξῆν ἐξαίφνης ἠφάνισται. καίτοι τοὺς τοιούτους τῶν θανάτων οὐδὲ ἰδίᾳ ἐπὶ τῶν ἀνδρῶν ἀδόξους εἶναι συμβέβηκεν. ἀλλʼ Ἀμφιάραος δὺς κατὰ τῆς γῆς ὁμοῦ τῷ ἅρματι σεμνὸς ἥρως ᾁδεται, καὶ ὁ δεξάμενος τόπος τέμενος εἶναι δύναται τὸ λοιπὸν αὐτῷ. κινδυνεύω δὲ εἰπεῖν ὅτι καὶ τοῦτο εἰς ἐγκώμιον τῇ πόλει συντετέλεκε. περὶ μὲν γὰρ τῆς τῶν Λακεδαιμονίων πόλεως ἔχομεν λέγειν ὡς οὐ διεγένετο ἀπόρθητος καὶ περὶ τῶν ἄλλων ἐστὶ τὸ μέλλον ὑποπτεῦσαι· πολλὰ δὲ τοῖς περιοῦσι κινδυνεύεται καὶ πολλοὶ παρʼ ἀξίαν ἤδη καὶ παρὰ πᾶσαν προσδοκίαν ὑπὸ τῶν τυχόντων ἐσφάλησαν, οἳ πρὶν ἐνταῦθα ἐλθεῖν ἀκραιφνὲς καὶ κρεῖττον ἁπάσης ἐλπίδος τὸ φρόνημα ἔσωζον, αὕτη δὲ βεβαίως ἀήττητος οἴχεται, ὥσπερ ἀνὴρ ἀθλητὴς ἐν ταῖς εὐτυχίαις καταλύσας τοὺς πόνους, καὶ τὴν ἔμπροσθεν ἀκμὴν καὶ δύναμιν καὶ λαμπρότητα ἐπεσφραγίσατο τῇ τελευτῇ. οὐ γὰρ εὖ πράξασα, εἶτα χεῖρον ἔπραξεν οὐδʼ ἀεὶ κατὰ μικρὸν ἕως ἀπέσβη, ἀλλʼ οὖσα μὲν ἦν μεγίστη, πρότερον δʼ εἰς τὸ μηκέτʼ εἶναι κατῆλθεν ἢ τῆς ὑπαρχούσης ἀξίας ὑφεῖλεν.1 ἃ χρὴ λογιζομένους μήτε ὑπερασχάλλειν τῷ συμβεβηκότι μήτʼ ἀπαλγήσαντας ἐᾶν, ἀλλʼ ἐκεῖνο ὁρᾶν ὅτι ὥσπερ ἐκ τῆς μεγίστης εὐτυχίας εἰς τοὔσχατον ἦλθεν, οὕτως οὐδὲν ἀπεικὸς καὶ οὕτως πεπραγυῖαν ἀναστῆναι πάλιν καὶ προσδέχεσθαι τὴν ἐπὶ θάτερον τῆς τύχης ἤδη μεταβολὴν, ὅσῳ καὶ συνηθέστερον τῇ πόλει τὸ εὖ πράττειν τοῦ κακῶς. καὶ τοῦ μὲν θεοφιλὴς εἶναι πολλὰ καὶ πάλαι καὶ νῦν ἐξενήνοχε δείγματα, τοῦ δὲ ἐναντίου τοσοῦτον ἀφέστηκεν ὅσον πλεῖστον ἐξῆν. διʼ ἃ πάντα χρὴ καὶ τὸ συμβεβηκὸς ἐνεγκεῖν ὡς πραότατα καὶ τῶν δευτέρων ἐρρωμένως ἀντέχεσθαι καὶ τὸν λόγον βεβαιῶσαι ὅτι οὐκ οἰκίαι καλῶς ἐστεγασμέναι οὐδὲ λίθοι τειχῶν εὖ δεδομημένοι οὐδὲ στενωποί τε καὶ νεώρια ἡ πόλις, ἀλλʼ ἄνδρες χρῆσθαι τοῖς ἀεὶ παροῦσι δυνάμενοι, καὶ μὴ νομίζειν οὕτω τινὰ εἶναι συμφορὰν ἰσχυρὰν ἧς μὴ καὶ λύσιν ἔστιν εὑρεῖν, μηδʼ οὕτως μικρὰς ἔχειν ἀφορμὰς διʼ ὧν οὐκ ἄν τις καὶ τῶν μεγίστων περιγένοιτο, ἐπισταμένους ἀκοῇ ὅτι Ἀθηναίων τῆς ἡγεμονίας στερηθέντων καὶ τὰ τείχη ταῖς ἑαυτῶν χερσὶ κατασκαψάντων καὶ τοσοῦτον μεταπεσόντων ἐκ τῆς ἀρχαίας εὐδαιμονίας, ὥστε ἐπὶ τριάκοντα αὐτῶν εἶναι δεσπόταις, καὶ τοῖς ἐκ Λακεδαίμονος φρουροῖς2 ἑβδομήκοντα ἄνδρες οἱ πρῶτοι συστάντες καὶ Φυλὴν καταλαβόντες τοσοῦτον αὖ μεταβαλεῖν ἐποίησαν ἅπαντα τὰ πράγματα, ὥστε κατέσχον μὲν τὸν Πειραιᾶ, κύριοι δὲ τῶν λιμένων κατέστησαν, ἔσωσαν δὲ καὶ ἑαυτοὺς καὶ τοὺς ἑαυτῶν, τὴν πόλιν δὲ ἐκομίσαντο καὶ τὴν πάτριον πολιτείαν, τὰς Λακεδαιμονίων φρουρὰς ἀπαλλάξαντες· ἐξ ὧν καὶ περὶ αὑτῆς βουλεύσασθαι καὶ περὶ τῶν ἄλλων Ἑλλήνων ἠδυνήθη πάλιν ἡ πόλις καὶ τὰ τείχη περιβαλέσθαι καὶ τὴν ἀρχὴν τῆς θαλάττης ἀναλαβεῖν διʼ ἑνὸς ἀνδρὸς φυγάδος Κόνωνος, ὃς ὅτε αἱ τριήρεις αὐτοῖς ἀπώλοντο ἐν Αἰγὸς ποταμοῖς, μόνος ἐξ ἁπάντων ἀποδρὰς ᾤχετο. εἰ τοίνυν μήτε Θρασύβουλος ἀπέγνω τὰ πράγματα μηδὲ ἐνεθυμήθη, τί δʼ ἂν εἶεν ἑβδομήκοντα ἄνθρωποι πρὸς τὴν Λακεδαιμονίων ἀρχὴν καὶ τὴν κατέχουσαν τύχην τότε κοινῇ τὴν Ἑλλάδα—πάντες γὰρ ὁμοίως ὑποκεκύφεσαν αὐτοῖς—μήτε ὁ Κόνων ἀδυνάτων ἐρῶν ᾔσθετο,3 ὅτε οὐδʼ ὁτιοῦν ἔχων πλὴν τοῦ σώματος ἔγνω τὰ τείχη πάλιν τῇ πόλει στῆσαι καὶ τὴν ἀρχὴν ἀνανεώσασθαι, πῶς οὐκ εὔδηλόν ἐστιν ὅτι γνώμῃ καὶ φρονήματι καὶ καρτερίᾳ ψυχῆς τὰ πολλὰ τῶν πραγμάτων, ἀλλʼ οὐ τῷ πλήθει τῶν ὑπαρχόντων κρίνεται; τί δὲ δεῖ λέγειν τὴν παλαιὰν ἔκλειψιν αὐτῶν τῆς πόλεως, ὅτε ἐξεπίτηδες αὐτὴν προήκαντο τοῖς βαρβάροις ἐμπρῆσαι καὶ ἱερὰ καὶ τάφους τοὺς ἐν τῇ χώρᾳ, τὴν ἐν Σαλαμῖνι βουλὴν ὑπὲρ τῶν Ἑλλήνων καὶ ὧν ἐκ τούτων ἔτυχον; οὐδεὶς γὰρ ταῦτά γε Ἑλλήνων οὐδὲ βαρβάρων ἀγνοεῖ, ἥκιστα δὲ ὑμεῖς, ὅσῳ καὶ παιδείᾳ πλεῖστον ἁπάντων προέχετε. καὶ νῦν μέν γε ὑμεῖς χρῆσθε τούτοις παραδείγμασι. γιγνομένων δὲ καὶ ὑμῶν ἀνδρῶν ἀγαθῶν ἕτεροι μνημονεύσουσιν ἐν τοιούτοις καιροῖς καὶ παράδειγμα ὑμᾶς καὶ τὰ ὑμέτερα πρὸς αὐτοὺς καὶ τὰ ἑαυτῶν θήσονται πράγματα, ὥστε καὶ τῆς παρὰ τοῖς οὖσι δόξης ἕνεκα καὶ τῆς παρὰ τοῖς ἐπιγιγνομένοις καὶ τὸ μέγιστον τῆς ὑμετέρας αὐτῶν ἕνεκα σωτηρίας ἄξιον φιλοτιμηθῆναι καὶ τάξαι καὶ ὑμᾶς αὐτοὺς ἐν τῷ τῶν ἀπὸ μικρῶν τῶν λοιπῶν μεγάλα τὰ ἀρχαῖα ἀναλαβόντων ἀριθμῷ. ταῦτα καὶ τοὺς τετελευτηκότας ὑμῶν νομίζετε δεῖσθαι πατέρας καὶ ἀδελφοὺς καὶ τοὺς ἄλλους οἰκείους καὶ ἱκετεύειν πρὸς τῆς ἑαυτῶν μνήμης καὶ τοῦ λοιποῦ τῆς πόλεως ἐδάφους, εἴ τι χαρίζεσθαι βούλεσθε αὐτοῖς, μὴ περιιδεῖν τὸ τῆς Ῥόδου καθάπαξ ὄνομα ἀπελθὸν ἐξ ἀνθρώπων, ἀλλʼ ἐπαμῦναι καὶ ἀναστῆσαι καθʼ ὅσον δύνασθε. ἀνασταίητε δὲ εὐτυχεστέροις καὶ βελτίοσι τοῖς συμβόλοις, Ζεῦ καὶ πάντες θεοί.

罗得人中未曾有一人沦为战俘被掳掠而去,罗得城亦未曾被仇敌夷平,而是在极尽繁盛之后突然隐没。况且,这般的死亡即便对单个的人而言,亦从来不是可耻的。相反,安菲阿拉俄斯连同战车沉入大地之下,却作为崇高的英雄被万世歌颂,而接纳他的土地此后亦成为属于他的圣地。我甚至敢断言,即便此事亦增添了这座城邦的颂辞。因为论及拉刻代蒙人的城邦,我们尚可说它未能始终免遭洗劫,而论及其他城邦,其未来亦不免令人忧惧;对于苟存者而言充满了危险,许多人在陷入那般境地之前,本一直保持着纯洁无瑕、超越一切期望的骄傲气概,却已有悖其尊严且出乎所有预料地被平庸之辈击溃;而本城邦却如同一名在得胜的顺境中卸下劳苦的健儿,以确凿不败之身离去,用它的终局为其先前的盛极之时、威力与辉煌加盖了印记。因为它并非在显赫之后陷入衰微,亦非渐趋式微直至熄灭,而是在保持其至大之时,在损及既有尊严之前,便已归于乌有。思及这些,你们既不应因当下的遭遇而过度悲愤,亦不应在万念俱灰中听之任之,而当明察:正如它由至高的盛运走向极端一般,历经此难的城邦完全有理由再度崛起,并旋即期盼命运向相反方向转化,更何况对于本城而言,处于顺境远比处于逆境更为习惯自然。城邦蒙受神恩,古往今来已昭示了无数明证,而距离相反的境况则能有多远便有多远。因这一切缘故,你们应当尽可能温和克制地承受变故,刚毅地把握重生的契机,并印证那句名言:城邦并非筑顶精良的房屋,亦非修造坚固的墙石,亦非幽狭的街巷与船坞,而是能因应时刻变化的时局的人才;亦切莫认为世上有何等沉重的灾难是无法寻得化解之道的,或认为手头资财微薄到不足以借此克服最巨大的困难——你们当从耳闻的史实中知晓:昔日雅典人丧失霸权,亲手拆毁城壁,从古昔的繁荣坠落至受制于三十僭主及拉刻代蒙驻军的境地,率先结盟并攻占菲勒的七十名勇士,却反过来令局势全面逆转,以致他们攻占了比雷埃夫斯,掌控了港口,挽救了自身及族人,驱逐了拉刻代蒙的卫队,收复了城邦与祖传的政制;城邦由此不仅能重新裁决自身及其他希腊人的事务,亦得以重修城墙,并借助一位流亡者科农之力重夺海上霸权——此人在埃戈斯波塔米全军战舰倾覆之际,作为全军唯一的幸免者逃脱而去。 既然特拉叙布洛斯当时未曾对局势绝望,亦未曾犹疑七十人面对拉刻代蒙的霸权和当时笼罩全希腊的命运究竟算得了什么——因为所有人皆一律向他们屈服下跪——而科农在除了自身躯体一无所有的时刻决意为城邦重竖城墙并重振霸业时,亦未曾觉得自己在渴求不可能之事,那么岂不明摆着:大部分事情皆取决于决意、气魄与心灵的坚韧,而非取决于现有资财的多寡?何须赘言他们昔日弃城而去、甘愿任由蛮族焚毁城池及全境神庙与坟墓之举,以及他们在萨拉米斯为全希腊所作的决断和由此获得的成果?因为希腊人与蛮族之中无一人不知晓这些,而教养冠绝全人类的你们尤不可能不知。如今,正是你们取用这些楷模之时。倘若你们亦能展现出勇武贤明,他人在同样的危难时刻便会缅怀你们,并将你们与你们的作为视作指引自身与自身境况的楷模;因此,无论为了当代人的声誉,为了后世人的赞颂,抑或最为重大的为了你们自身的得救,你们都值得奋发图强,将自己列入那些凭微薄残余而重兴昔日宏业之士的行列。你们亦当认定,你们死去的父兄及其他族人,若你们尚愿宽慰他们,亦在为此乞求,并以对他们的追念及城邦残存的土地恳请你们:切莫坐视罗得之名彻底从人间消逝,而当竭尽所能予以挽救与重建。愿你们伴随着更吉庆、更美好的征兆再度崛起,宙斯及诸神啊!

语法注3 条
  1. 555πρότερον δʼ εἰς τὸ μηκέτʼ εἶναι κατῆλθεν ἢ τῆς ὑπαρχούσης ἀξίας ὑφεῖλεν

    比较副词 πρότερον 与连词 ἤ 构成呼应结构,表示“先于……/在……之前”。此处意指城邦在损及其既有尊严(ὑφεῖλεν 为 ὑφαιρέω 的不定过去时)之前便已化为乌有,修辞上强调城邦的覆灭未伴随任何威望的沦落与衰颓。

  2. 556ὥστε ἐπὶ τριάκοντα αὐτῶν εἶναι δεσπόταις, καὶ τοῖς ἐκ Λακεδαίμονος φρουροῖς

    介词 ἐπί 支配与格,表示“在……的控制/支配之下”(“受制于三十个主子及来自拉刻代蒙的驻军”)。αὐτῶν 指雅典人,表明处于被支配地位的承受主体。

  3. 556μήτε ὁ Κόνων ἀδυνάτων ἐρῶν ᾔσθετο

    表示认知与察觉的动词 αἰσθάνομαι 接补充主格分词 ἐρῶν(源自 ἐράω,“热望”),意为“察觉到自己正在渴求不可能之事”。由于分词逻辑主语与主句主语一致,故采用主格;配合否定词 μήτε 构成反问句的前提条件之一。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0284.tlg043.humanitext-grc2:555-557