← 阿里斯·台德斯

罗得岛演说

§551-552

灾祸的短暂与保持城邦精神的劝勉

演说者指出地震的破坏仅在瞬息之间,城邦当保全不屈的气魄与理性,并借由先祖创业的艰难与集居建城的历史,激励罗得人以沉着的心态面对灾变、重振基业。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§551

οὖσαν ἀνθρώποις, ἀλλʼ ὄντας διπλοῦς τοὺς βίους τῶν ἀνθρώπων, τοὺς μὲν ὅλως ἐν κακοῖς, τοὺς δʼ ἀναμίξ. ὑμᾶς τοίνυν τῆς τῶν ἀγαθῶν μοίρας πρῶτον ἠξίωσε καὶ ἐπὶ πλεῖστον. τοῦτο γὰρ δὴ καὶ μέγιστον ὑμῖν εἰς παραμυθίαν ἔστω, ὅτι οἷς μὲν ἐπρωτεύετε εἰς πολὺν ἀντέσχε χρόνον, καὶ καθʼ ἡμέραν ἑκάστην ἔπραττεν ἡ πόλις ἀξίως αὑτῆς, τὸ δʼ ἀτύχημα μιᾶς ἡμέρας, οὐχ ὅλης δὲ ὥρας, ἐὰν ὑμεῖς εὖ φρονήσητε, ἐγένετο. μὴ τοίνυν ὑμεῖς αὐτὸ παντὸς τοῦ χρόνου ποιήσητε, μηδʼ εἰς πλέον ἐκτείνητε τὸν σεισμὸν ἢ ἐν ὅσῳ τότε ἐπαύσατο. καὶ γὰρ ἄτοπον μέμφεσθαι μὲν τῇ τύχῃ καὶ δυσχεραίνειν τὰ συμβεβηκότα ὡς ὑπερβάλλοντα, ἃ δὲ ὁ σεισμὸς παρῆλθε, ταῦτα αὐτοὺς προσθεῖναι. τίνων οὖν κύριος ἦν ὁ σεισμός; καὶ τίνος ἐστὲ νῦν ὑμεῖς; ὁ μὲν τῶν οἰκιῶν καὶ τῶν τειχῶν καὶ τῶν σωμάτων καταρρῖψαι καὶ διαφθεῖραι,1 ὑμεῖς δὲ τοῦ λογισμὸν τοῖς συμβεβηκόσιν ἀντιθεῖναι. μὴ τοίνυν ἀνάσχησθε τοῦτο ὑμῶν ἐξελθεῖν μηδὲ συμπεσοῦσαν τοῖς ἄλλοις καὶ τὴν γνώμην, ἵνʼ ὅνπερ τρόπον πρότερον οἱ ναῦται καταίροντες καὶ ἀναγόμενοι ὡς ἐκ πλείστου καὶ ἐπὶ πλεῖστον τὴν πόλιν καὶ τὸν τῶν τειχῶν κύκλον ἑώρων, τοῦτον νῦν οἱ ταῦτα δυνάμενοι βλέπωσιν ἑστηκὸς τῇ πόλει τὸ φρόνημα καὶ ἴδωσιν ὅτι τοῦτο οὔτε σεισμὸς οὔτʼ ἐμπρησμὸς οὔτε χρημάτων στέρησις, οὐκ ἀφαίρεσις οἰκιῶν, οὐκ ἄλλο οὐδὲν οὔτε καθῄρηκεν οὔτε μὴ καθέλῃ ποτὲ, οὔτε σεσύληκεν οὔτε μὴ συλήσῃ ποτέ.2 ἂν τοῦτο ἑστηκὸς ᾖ, Ῥόδος ἕστηκε τοῖς ὀρθῶς ὁρῶσιν, ἐπεὶ καὶ αὐτὰ τὰ τείχη καὶ τὰ νεώρια καὶ τοὺς ἄλλους κόσμους τοὺς μετὰ τούτων φρόνημα ἄνδρες ἔχοντες ἐκτήσαντο καὶ λογισμοὺς οἵους χρὴ περὶ πραγμάτων, καὶ ἦν ταῦτα ἀναθήματα τῆς ἐκείνων τῶν ἀνδρῶν γνώμης, οἳ ζήλου καὶ τῆς ἐπὶ τοῖς καλοῖς φιλοτιμίας ἕνεκα πάντας μὲν πόνους ᾠήθησαν, πάντας δὲ κινδύνους ὑποστῆναι δεῖν, ἐξ ὧν ἔπλευσαν μὲν ἅπασαν ὅση πλόϊμος θάλατταν, ἠγωνίσαντο δὲ καὶ καθʼ αὑτοὺς καὶ ἐν συμμαχίαις πολλοὺς καὶ μεγάλους καὶ ἐνδόξους ἀγῶνας·

善事的持续占有并非世人所能企及,人类的生活实分为两种:一种全然沉沦于灾祸,另一种则苦乐交错。因此,神明首先且最长久地使你们配享善事之份。确实,让这成为你们最大的安慰吧:你们居于首位的事业绵延了长久的时间,城邦每一天都行事无愧于自身;而那场不幸——倘若你们明智思虑——不过发生在一日之内,乃至不到整整一个时辰。因此,你们切莫让它延及全部光阴,亦莫将这地震拉长到超过它当初止息的时刻。因为,一方面怨尤命运、对所发生的变故因其深重而愤慨,另一方面却由自己亲手将地震所放过的事物也一并舍弃毁灭,实属荒谬。那么,地震曾经掌控了什么?如今你们又掌控着什么?地震掌控着倾覆与毁灭房屋、城墙与躯体,而你们掌控着以理性抗衡所遭逢的变故。因此,切莫容许这理性自你们身上流失,亦莫让心志随同其余之物一并崩塌;好叫正如以往船员们在靠岸与启航时,自最遥远之处且最长久地眺望城邦及其环绕的城墙一般,如今具有明辨能力之人亦能看见城邦的气魄依然挺立,并目睹这气魄无论是地震、火灾、财富的丧失、房屋的剥夺,抑或任何其他灾变,都不曾倾覆、将来亦决不能倾覆,不曾劫掠、将来亦决不能劫掠。只要这气魄挺立,在明察者眼中罗得便依然挺立;因为城墙本身、船坞以及伴随其后的其他装饰,本就是怀抱高昂气魄且对事务持有应有思虑的男儿所创获的,这些乃是那些先辈心志的奉献物。他们为了争胜的心念以及对崇高荣耀的热望,认为应当承担一切劳苦与一切凶险,由此他们航遍了所有可航之海,无论凭一己之力抑或结盟作战,皆历经了无数重大而辉煌的斗争。

§552

ὧν ἀξίους εἶναι δεῖ, λογιζομένους, εἰ καὶ παράδοξον εἰπεῖν τὴν πρώτην,3 ὅτι καὶ ῥᾷον ὑμῖν ἐστιν ἤπερ ἐκείνοις τότε ἔχειν ὅσα χρὴ τελέσασθαι. οὐ γὰρ ἀποστόλους πέμπειν οὐδὲ ἐξόδους ἐξιέναι δεῖ νῦν, οὐδʼ ἐναντία θεμένους τὰ ὅπλα τοῖς ἰσχύουσι κινδυνεύειν, οὐδʼ ἐκλείποντας τὴν πατρίδα ἄλλοτε ἀλλαχοῖ φέρεσθαι τῆς θαλάττης, χειμῶσι καὶ ἐχθροῖς τοῖς μὲν οὖσι, τοῖς δʼ ἐσομένοις ὑποκειμένους, ἀλλʼ οἴκοι μένοντας καὶ τὴν ὑμετέραν αὐτῶν καρπουμένους σωφρονεῖν. οὐ γὰρ καὶ ἡ νῆσος ἔδυ κατὰ τῆς θαλάττης, ὥστε μὴ εἶναι Ῥοδίων τοῖς λοιποῖς οὗ στῶσι. τοῖς δʼ ἀβίωτον ἡγουμένοις, εἰ μὴ ἐν τοσαύτῃ καὶ τοιαύτῃ διάξουσι τῇ πατρίδι οἵᾳ πρόσθεν, ἐκεῖνο λέγω, καὶ μηδεὶς τραχυνθῇ πρὸς τὸν λόγον, ἦν χρόνος ἡνίκʼ οὔπω Ῥόδος ἦν ἡ πόλις αὕτη, ὡς μὲν οἱ ποιηταί φασιν, οὐδὲ ἡ νῆσος αὕτη, ἀλλʼ ἦν ταῦτα θάλαττα ψιλὴ ποτέ. ἀλλʼ ἔγωγε οὐ τοῦτο λέγω. ἀλλʼ ἐπὶ τῶν πρὸ Λυσάνδρου δή που χρόνων τοῦ Λακεδαιμονίων ναυάρχου σχεδὸν πάντες ἐπίστασθε ὅτι οὔπω συνῴκιστο ὑμῖν ἡ πόλις, ἀλλʼ ἦν τῆς νήσου μόνον τὸ ὄνομα, πόλις δὲ οὐκ ἦν πω Ῥόδος οὐδʼ ᾠκεῖτο ὑπʼ οὐδένων, ἀλλὰ τὰς παλαιὰς ᾤκουν τρεῖς, ἅσπερ καὶ Ὅμηρος κατέλεξεν, οἱ κατʼ ἐκείνους τοὺς χρόνους Ῥόδιοι. συνελθόντες δʼ ὕστερον ἀπὸ πασῶν τῶν πόλεων μίαν ταύτην οὐ πᾶσι καλοῖς ἄρα τοῖς οἰωνοῖς ᾤκισαν, ἧς τὸ μέγα καὶ θαυμαστὸν ὄνομα καὶ σχῆμα καὶ κάλλος καὶ ὅ τί τις βούλεται λέγων οὐχ ἁμαρτήσεται. δύο τοίνυν οὗτος ὁ λόγος δύναταί μοι· ἓν μὲν, ὦ ἄνδρες Ῥόδιοι, ὑποθέσθαι τοῖς λογισμοῖς ὑμᾶς ἐπʼ ἐκείνων εἶναι τῶν χρόνων, ἡνίκʼ οὔπω τὴν πόλιν εἴχετε, καὶ φέρειν μετριώτερον· ἕτερον δὲ καὶ τὸ πᾶν, μηδὲ νῦν ἀπογνῶναί πω τὰ παρόντα μηδʼ ἀπειπεῖν, παραδείγματι τῷ τῶν προγόνων χρωμένους, ὅτι κἀκεῖνοι γνώμην ἣν δεῖ λαβόντες οὖσαν ἐξ οὐκ οὔσης ἀπέφηναν τὴν πόλιν καὶ μεγάλην τε ἐξ οὐδεμιᾶς καὶ θαυμαστὴν ἐξ ἀφανοῦς τὴν πρώτην.

你们理当无愧于他们,应当思量——哪怕初听起来显得怪异——拥有完成当前使命所需的一切,对如今的你们而言甚至比对当年的他们更为容易。因为如今无须派遣远征船队,亦无须兴兵出征,无须操持武器与强权对抗冒死涉险,更无须抛弃故土而在大海上随波颠簸、受制于风暴以及当前或未来的仇敌;相反,只须留在家园、享用自身土地的出产并保持审慎自持。因为海岛并未沉入海中,以至于让幸存的罗得人失去立足之地。 至于那些认为若不能在如以往那般宏大秀美的故土中度日便生不如死的人,我且对他们说这番话——愿无人对此言感到愤怒:曾有一个时代,这座罗得城邦尚不存在;正如诗人们所言,甚至连这座海岛亦不存在,而这里曾是一片茫茫大海。但我并非意指此事。毋宁说,在拉刻代蒙海军统帅吕珊德罗斯之前的时代,你们几乎所有人都知晓,你们的城邦尚未合流聚居,那时仅有海岛之名,罗得城邦尚不存在,亦无人定居于此,彼时的罗得人乃居住在荷马亦曾列举的三座古城之中。后来他们自各城汇聚一堂,建成了这单一的城邦——然而看来这绝非在全然吉祥的征兆下所奠基;而论及其崇高惊世的名望、形貌、秀美以及人们所愿说的任何事,都不会有所失当。因此,我的这番论说具有两层深意:其一,罗得的男儿们,在你们的心智思量中设想自己身处尚无此城的时代,从而以更平缓克制的心态承受当下;其二,亦是至关重要的一点,借由祖先的榜样,如今绝不可对眼前的处境自暴自弃或绝望退缩,因为他们亦是在秉持应有的心志之下,使城邦从无到有,从微末化为宏大,从最初的默默无闻化为举世惊叹的奇迹。

语法注3 条
  1. 551ὁ μὲν τῶν οἰκιῶν καὶ τῶν τειχῶν καὶ τῶν σωμάτων καταρρῖψαι καὶ διαφθεῖραι

    承接前文的疑问句 τίνων οὖν κύριος ἦν ὁ σεισμός;,此处省略了谓语 ἦν κύριος。属格词组 τῶν οἰκιῶν... 既是后置不定式 καταρρῖψαι καὶ διαφθεῖραι 的逻辑宾语,又受支配属格的形容词 κύριος 统辖,与后文出现的 ὑμεῖς δὲ τοῦ λογισμὸν... ἀντιθεῖναι(带有冠词 τοῦ 的不定式)形成呼应。

  2. 551οὔτε καθῄρηκεν οὔτε μὴ καθέλῃ ποτὲ, οὔτε σεσύληκεν οὔτε μὴ συλήσῃ ποτέ

    此处采用 οὐ μή 搭配不定过去时虚拟式(καθέλῃ, συλήσῃ)表示强烈的决绝未来否定,并与完成时直陈式(καθῄρηκεν, σεσύληκεν)通过 οὔτε... οὔτε... 的并列结构巧妙组合,形成了“既未曾摧毁(完成时),将来亦决不能摧毁(虚拟式)”的时态对照与彻底否定。

  3. 552τὴν πρώτην

    副词性格位(源自省略阴性名词如 ὥραν 或 ὁδόν 的惯用短语),意同 τὸ πρῶτον,表示“起初”、“一开始”。在文中首次出现时修饰 εἰ καὶ παράδοξον εἰπεῖν(“纵使初听起来显得怪异”),后文在 ἐξ ἀφανοῦς τὴν πρώτην 中则指城邦最初默默无闻的原始状态。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0284.tlg043.humanitext-grc2:551-552