- 底本
- Aristides. Vol. 1. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0284.tlg043.humanitext-grc2:549-550
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说家阐述了罗得倾覆给整个已知世界带来的剧烈震动与同情,勉励市民以与往昔荣耀及眼前浩劫相称的多利斯刚毅气魄坚忍承受。
ἔχοντες μεγίστων ἐξεπέσετε. ὥσπερ δὲ Ἡσίοδος ἔφη τοῦ οὐρανοῦ καὶ τῆς γῆς συμπεσόντων μέγιστον ἂν γενέσθαι κτύπον, ὡς τοῦτο ὂν μέγιστον τῶν ἀφʼ ὑψηλοῦ πτῶμα, οὕτω τῶν ἐν γῇ Ῥόδος πεσοῦσα μέγιστον ἤχησε καὶ εἰς πλείστους ἡ αἴσθησις αὐτῆς ἀφίκετο καὶ Ἕλληνας καὶ βαρβάρους, καὶ τούς γε Ἑλλήνων καὶ βαρβάρων ἄρχοντας αὐτούς. οὐ γὰρ ἄλλο γε οὐδὲν ἢ ἀποκεκόσμηται1 πᾶσα ἡ θάλαττα καὶ χηρεύει τὸ λοιπὸν ὧν ἥκιστα ἐχρῆν. ὥστʼ εἰκότως πλείστους καὶ τοὺς συναχθομένους ἔχετε. οὔτε γὰρ ἀφανὲς τὸ πρᾶγμα διὰ τὸ μέγεθος οὔτʼ ἦν ὅστις ὑμῖν ἐφησθήσεται. πάντων γὰρ κοινοὶ ξένοι καὶ φίλοι, πολλῶν δὲ καὶ σωτῆρες ἦτε, ἀγαθοὶ μὲν ἡγεμόνες καὶ προπομποὶ τῶν παραπλεόντων ἐπʼ ἀμφότερα τὴν νῆσον, ὧν ἐποίησεν Ὅμηρος ἐν μύθῳ Φαιάκων ἡδίους καὶ λαμπρότεροι, ὀνομαστοὶ δὲ καὶ τοῖς ἐπʼ ἐσχατιαῖς γῆς. ὥστε καὶ τοῖς οὐκ εἰδόσι τὴν πόλιν παρὰ τῶν εἰδότων ἀκούουσιν, εἰ καὶ τἄλλα καθʼ ἡδονὴν βεβιωμένα αὑτοῖς εἶχον λέγειν, τοῦτο γοῦν ἓν οὐκ ἐλάχιστον δοκεῖν ἐνδεῖν, ὅτι μὴ εἶδόν πω Ῥόδον.2 καὶ δῆτα καὶ ἀπορήσαι τις ἂν ποτέροις νῦν μᾶλλον ἄξιον ὀδύρασθαι, πότερον τοῖς ἀθεάτοις τῆς πόλεως, ἢ τοῖς ὡμιληκόσιν. οἱ μὲν γὰρ ἐστέρηνται τοῦ καλλίστου θεάματος, οἱ δʼ ὧν εἶδον τοῦ μεγίστου, ὅσον δʼ ἐκέρδαναν, τοσοῦτον ἐζημίωνται· οὐ γὰρ ἀγνοοῦσιν ἡλίκον τι χρῆμα ἀπόλωλεν. ᾗ καὶ μάλιστα χρὴ προθυμηθῆναι εὐκόλως καὶ γενναίως τοῖς παροῦσι χρήσασθαι, ὅτι πολλοὺς θεατὰς καὶ μάρτυρας τοῦ πῶς αὐτὰ διοίσετε ἔχετε, οἷς καλῶς ἔχον ἐστὶ καὶ Ῥοδίων ἔργον ἐνδείξασθαι τῆς εὐγενείας τὴν περιουσίαν, ὅτι κἂν δεκάκις τὰ τείχη πέσῃ, τὸ γοῦν ἀξίωμα τῆς πόλεως οὐ πεσεῖται, ἕως ἂν εἷς λείπηται Ῥοδίων, ἀλλʼ ἑστήξει καὶ μενεῖ σῶν· ἵνα μὴ συνάχθωνται μᾶλλον ἢ θαυμάζωσιν ὑμᾶς, μηδʼ ἐπὶ θρήνων μέμνωνται τῆς πόλεως, ἀλλʼ ἐπὶ ζήλῳ τῶν λειφθέντων· μηδʼ ὑμᾶς ἐκεῖνοι παραμυθῶνται πέμποντες, ἀλλʼ ὑμεῖς ἐκείνους, τὸ πάτριον τοῖς Δωριεῦσι σώζοντες φρόνημα, ὃ νῦν ἐν ὑμῖν μόνοις ἢ μάλιστά γε ἐδείκνυτο τῶν Ἑλλήνων. καὶ ἔγωγε εἰ μὴ λίαν παράδοξα ἐρεῖν ἔμελλον, ὑμᾶς ἂν πρέσβεις ἐκέλευσα πέμπειν πανταχοῖ τῆς Ἑλλάδος, τοὺς παραμυθησομένους ἑκάστους καὶ κελεύσοντας μὴ κατοικτείρειν ὑμᾶς, ὡς οὐ πάτριον ὂν τῇ Ῥόδῳ καὶ ὑμῖν Ῥοδίοις οὖσι θρηνεῖσθαι μᾶλλον ἢ ζηλοῦσθαι· καὶ τῶν περιιόντων τούτων πρέσβεων καὶ αἰτούντων ἑτέρους ἕτερα οὐδὲν ἀτιμοτέρα τῇ πόλει κατʼ ἐμὴν δόξαν αὕτη ἦν ἡ πρεσβεία. ἀναγκαῖα μὲν γὰρ καὶ ταῦτα οἶμαι καὶ χρείαν ἔχοντα—τίς δʼ ἂν ἐπιτιμήσειε; —πέμπειν ἑτέρους ἑτέρωσε ἐπαγγέλλειν, ὥσπερ πολίταις ἅπασι τοῖς Ἕλλησιν εἰσφορὰς κοινὰς ἐπιτάττοντας· καί μοι ταῦτα συνδοκεῖ. οὐ μὴν ἀλλὰ καὶ εἰς αὐτὰ ταῦτα τὸ σχῆμα ἐκεῖνο συντελοῦν ἦν. τίς γὰρ οὐκ ἂν ἐθαύμασε; τίς δʼ οὐκ ἂν ἐπήρκεσε; τίς δʼ οὐκ ἂν αὐτὸς αὑτῷ χαρίζεσθαι μᾶλλον ἢ ὑμῖν εἶναι τὸ τοιοῦτον ἐνόμισεν; ἀλλʼ εἰ μὴ περιπέμπειν ταύτην τὴν πρεσβείαν ἔνεστι μηδʼ ἐγχωρεῖ, πρὸς ὑμᾶς αὐτοὺς χρὴ ταῦτα διαπρεσβεύσασθαι, ἵνα καὶ τὸ τρίτον ἀποδῶτε οἷς ἀρτίως εἶπον δυοῖν, καὶ μὴ οὗ μάλιστα δεῖ μόνον ἐλλίπητε. μέγιστοι τῶν Ἑλλήνων μέγιστα ἐπλήγητε· ἄριστα ἐνεγκεῖν ταῦτα δεῖ, ἵνα πανταχοῦ τῶν μεγίστων τετυχηκυῖα ἡ πόλις φαίνηται καὶ ἐξ ἀρχῆς εἰς τέλος παραπλησίως ᾖ πράττουσα, καὶ δύο τοῖς ἄκροις προσήκουσιν ὑμῖν ἓν τὸ μέσον συγκαταληφθῇ3 καὶ τὰ νῦν δοκοῦντα εἶναι δεινὰ καὶ ἀνήκεστα, ὑπὲρ ὑμῶν γένηται. ὅσῳ γὰρ ἂν κρείττους αὐτῶν φανῆτε, τοσούτῳ πλέον εὐδοκιμήσετε. φασὶ δὲ καὶ οἱ ποιηταὶ περὶ τῶν ἡρώων ὡς ἄρα οἷς μὲν αὐτῶν ἀνέμιξε τὸν βίον ὁ θεὸς, ἀγαθῶν καὶ κακῶν μοῖραν ἐναλλάξας, τούτοις μὲν εὐκλήροις ἀπέδωκεν εἶναι, οἷς δʼ ἂν τὴν τῶν κακῶν καθάπαξ δῷ, τελέως ἀπέκναισεν. ὡς τήν γε τῶν ἀγαθῶν διηνεκῆ [διὰ τέλους] κτῆσιν οὐκ
拥有着最伟大的事物,你们却从最崇高之处跌落。正如赫西俄德所言,若天地相撞必将发出最大的轰鸣,因为这是自高处坠落之最甚者;同样,罗得在尘世万物中的倾覆亦发出了最大的震响,对其感知的震动波及了最多的人,无论是希腊人还是异族人,乃至希腊人与异族人的统治者自身。因为整个大海无异于被剥夺了装点,从此丧失了最不该失去的依托而陷入孤寡。因此,与你们同悲共泣者如此众多,实属自然。盖因这浩劫之巨大绝无可能隐而不彰,亦无任何人会对你们的灾难幸灾乐祸。因为你们是全人类共同的宾主与挚友,更是许多人的救星;对于自海岛两侧航经之人而言,你们是卓越的引路人与护送者,比荷马在神话中所塑造的法埃亚克斯人更为可亲、更为辉煌,名声甚至远播于大地的边陲。以至于那些未曾目睹这座城邦之人,在听闻知情者的叙述时,纵然能言及自己其余的人生皆在享乐中度过,亦会觉得唯独缺少了这绝非微不足道的一桩:他们尚不曾瞻仰过罗得。确实,人们如今甚至会难以断定究竟哪一部分人更应当悲悼:是那些未曾得见此城之人,还是那些曾与之朝夕相伴之人。前者被剥夺了最秀美的景观,而后者则被剥夺了所见之物中最伟大的冠冕,他们曾经获益多少,如今便蒙受了同等沉重的损失;因为他们深知毁灭的是何等宏伟的宝物。正因如此,人们尤当竭尽全力,以从容而高贵的气魄应对眼前的变故,因为你们拥有无数观众与见证人注视着你们将如何承受这番苦难,向他们展现充裕的高贵门第之风,方是合宜的举动与罗得人当为之业:哪怕城墙倒塌十次,只要还剩下一名罗得人,城邦的尊严便绝不会倒塌,而是将坚固挺立、长存无恙;使他们赞叹你们甚于同情你们,不再在哀悼中忆及这座城邦,而是在对幸存者的钦慕中铭记它;使他们不必遣使抚慰你们,反而由你们抚慰他们,从而保全多利斯人世代相传的气魄——这气魄如今唯独在你们身上,或至少在全希腊人中最显著地展现出来。 而我本人,若非自忖所言未免过显怪异,本会促请你们向全希腊各地派遣使节,去抚慰各方城邦并嘱咐他们切莫哀怜你们,因为对于罗得以及身为罗得人的你们而言,被世人哀叹而非被效仿钦慕绝非先祖之道;在我看来,这样的使团相比于那些周游各地、向各方乞求各样物资的使者,对城邦而言绝无丝毫逊色。因为我认为那些使团固然亦属必需且切合实际——谁又能对此有所责难呢?——遣人分赴各地传达呼吁,犹如向所有希腊人视若同胞公民一般分摊公共捐税;对此我亦深表赞同。然而,前一种姿态实则同样完全有助于达成这些目的。因为有谁不会为之惊叹?有谁不会施以援手?又有谁不会认为施予这般援助是对其自身的恩惠,而非单单施惠于你们呢?然而,倘若周派这等使团实不可行亦无可能,你们便当在自身内部实践这番出使的使命,以便为我刚才提到的两个极端补上这第三项,而不致唯独在最切要之处有所缺憾。作为希腊人中最伟大的群体,你们遭受了最沉重的打击;你们必须以最卓越的姿态承受这一切,以使城邦在凡事上皆显明得享最宏大的命运,自始至终行事如一,让属于你们的两个极端得以与这单一的中庸完满结合,使如今看似可怖且不可救药的灾变转化为你们的荣耀。因为你们越是在苦难面前展现出胜任有余的崇高,你们所享有的美誉便越发显赫。诗人们谈及英雄时亦曾言道:神明将其生命中善恶之份相互交织之人,便赐予他们福运;而将纯然的恶运一次倾泻予何人,便将其彻底摧毁。盖因对福祉的恒久占有……
- 549οὐ γὰρ ἄλλο γε οὐδὲν ἢ ἀποκεκόσμηται
习语 οὐδὲν ἄλλο ἢ(意为「无非是」、「简直就是」)的句式。助词 γάρ 与 γε 插入在否定词 οὐ 与 ἄλλο 之间,对后接的完成时直陈式动词 ἀποκεκόσμηται 起到强调作用。
- 549ὥστε καὶ τοῖς οὐκ εἰδόσι τὴν πόλιν παρὰ τῶν εἰδότων ἀκούουσιν, εἰ καὶ τἄλλα καθʼ ἡδονὴν βεβιωμένα αὑτοῖς εἶχον λέγειν, τοῦτο γοῦν ἓν οὐκ ἐλάχιστον δοκεῖν ἐνδεῖν, ὅτι μὴ εἶδόν πω Ῥόδον.
由 ὥστε 引导的结果从句,后接不定式 δοκεῖν。与格分词短语 τοῖς οὐκ εἰδόσι... ἀκούουσιν(「对于不知此城而听知情者述说的人而言」)依附于 δοκεῖν,中间插入了条件从句 εἰ καὶ τἄλλα... εἶχον λέγειν。不定式 δοκεῖν 的逻辑主语为指示短语 τοῦτο γοῦν ἕν,并由同位语从句 ὅτι μὴ εἶδόν πω Ῥόδον 加以具体说明。
- 550δύο τοῖς ἄκροις προσήκουσιν ὑμῖν ἓν τὸ μέσον συγκαταληφθῇ
倒装对照结构:与格短语 δύο τοῖς ἄκροις προσήκουσιν ὑμῖν(「属于你们的两个极端」)与由被动虚拟式 συγκαταληφθῇ(「相结合」、「被归入」)支配的主语 ἓν τὸ μέσον(「单一的中项」)相对照。意指在往昔的极盛与当下的极衰这两个极端之间,必须加入「高贵坚忍」这一中庸之德来与之匹配。
