- 底本
- Aristides. Vol. 1. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0284.tlg043.humanitext-grc2:547-548
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者指出罗得往昔的荣耀与纪念物如今已化作凄惨的断壁残垣,甚至不久后将失去所有曾目睹其繁华的见证人;但他随即劝勉幸存者必须以崇高的气魄承受这不可挽回的浩劫,强调唯有如此巨幅的灾难才能充当检验罗得人真正崇高品格的试金石。
ὡς τὸν Ἰαλύσου καὶ Καμείρου νῦν. καὶ τὸν μὲν τῶν Ἁλίων ἀγῶνα ποιήσετε, καὶ τὸ χωρίον μεμένηκε σῶν οὗ ποιήσετε· ἡ δὲ ἐπώνυμος αὕτη τῆς Νύμφης τοῦ θεοῦ σχῆμα ἀκτῆς μετείληφε. καὶ πάλαι μὲν τὰ ἐκ τῶν γυναικῶν τῶν ἀποκειραμένων μηχανήματα ἐδείκνυτε τοῖς ἐπιδημοῦσι καὶ θαυμαστὸν ἦν, νῦν δὲ αὐτὴν τὴν πόλιν ἐν τοιαύτῃ θέᾳ λείπεται παριστᾶν καὶ δεικνύναι τοῖς εἰσαφικνουμένοις θέατρον καὶ βουλευτήριον, καὶ πίνακας ἡμιρραγεῖς καὶ σκοπέλους ἀντὶ πύργων δεικνύντας, οἰκτρὰ τῆς ὀνομαστῆς ποτε Ῥόδου τὰ λείψανα. μεγέθους δὲ ἑτέρων πόλεων εἰς τὸ μέσον λεγομένου οὔτε ἀντιλαβέσθαι ἐξέσται οὔτε μὴ ῥήγνυσθαι σιωπῶντα.1 ἁπλῶς δʼ εἴσεσθε μὲν οἵας πόλεως στέρεσθε, ὁποίας δʼ οὐχ ἕξετε δεικνύναι, καὶ ἐπὶ μέν γε τοῦ νῦν παρόντος χρόνου τοὺς εἰδότας πρότερον τῶν Ἑλλήνων ἐπιμαρτύρασθαι, ἐπειδὰν δὲ καὶ τούτους ἡ προσήκουσα μοῖρα ἀπαγάγῃ, τί δὴ λοιπὸν πλὴν ἐρήμην ὀφλεῖν ὅ φασι,2 γνωριζομένους, ὦ δαίμονες, οὐκ ἀπὸ τῶν ναυμαχιῶν οὐδʼ ἀπὸ τῶν λιμένων τε καὶ νεωρίων οὐδʼ ἀπὸ τοῦ κόσμου τοῦ κατὰ τὴν πόλιν, ἀλλʼ ὅτι μέγιστα τῶν Ἑλλήνων ἠτυχήσατε· καὶ δεήσει Ῥόδου μεμνημένους μὴ γαυριᾶν, ἀλλὰ θρηνεῖν. μόνοις δὲ οἷς ὑμεῖς πεπόνθατε νῦν καὶ οἱ πρὸ ἑξακοσίων ἐτῶν ἄνδρες ἔνδοξοι συνηδίκηνται καὶ οἵ γε μηδὲν τῇ πόλει προσήκοντες κοσμοῦντες τὴν πόλιν τοῖς ἑαυτῶν ἔργοις ἀντεκοσμοῦντο τῇ μνήμῃ. ταῦτα τοίνυν τὰ οὕτως δεινὰ καὶ παραμυθίαν οὐκ ἔχοντα, ὡς ἂν δόξαι τις, ἐνεγκεῖν δεῖ, μάλιστα μὲν δὴ καὶ πρῶτον κατʼ αὐτὴν τὴν τῆς ἀνάγκης συμβουλὴν καὶ τοσούτῳ μᾶλλον, ὅσῳ δακρύων χώραν παρελήλυθεν· ἃ γὰρ οὐκ ἔστι κατʼ ἀξίαν ὀδύρασθαι, πῶς οὐκ ἀναγκαῖον ἀπαλγήσαντας ἐᾶν καὶ τοῦτο δὴ τὸ λεγόμενον μύσαντας φέρειν;3 ἔτι δὲ τὰ μὲν φαῦλα τῶν ἀτυχημάτων οὐδὲν δεῖται μεγάλης τῆς πρὸς αὐτὰ παρασκευῆς, τὰ δὲ μείζονα ἀνάγκη μεγάλως καὶ φέρειν, οὐχ ἁπλῶς λέγω μεγάλως, ἀλλὰ φρονήματι. ὥσπερ γὰρ πρὸς τοὺς μείζους τῶν πολέμων πλείονος δεῖ καὶ τῆς παρασκευῆς, τοὺς δʼ ἐλάττους κἂν ἀπὸ φαυλοτέρας διαφέροι τις, οὕτως καὶ τῶν δεινῶν ὅσα ὑπερβέβληκε μεγάλης δεῖται τῆς τῶν παθόντων ῥώμης πρὸς αὐτά. δεῖ δὴ κατὰ κράτος αὐτοῖς ἀνθίστασθαι καὶ παντὶ τῷ θυμῷ παρεσκευασμένους τὸν ἀγῶνα τοῦτον ἀγωνίζεσθαι, εἴπερ μὴ μέλλοι τις καταληφθεὶς παρενεχθήσεσθαι, λογιζομένους ὅτι πρότερον μὲν οἱ τὰς εἰκόνας καὶ τοὺς ἀνδριάντας ὁρῶντες τὴν τῶν πεποιηκότων ἐκεῖνα τέχνην ἐθαύμαζον, νῦν δὲ τὴν ὑμετέραν ἅπαντες θαυμάσονται γνώμην, ἐὰν καὶ χωρὶς τούτων φαίνησθε φρονοῦντες ἐφʼ ὑμῖν αὐτοῖς. ὅλως δὲ ὥσπερ τὸν χρυσὸν ἡ βάσανος δείκνυσιν, οὕτω τοὺς ἄνδρας τοὺς ἀγαθοὺς κρίνουσιν αἱ συμφοραί· καὶ ὑμᾶς πάντα ταῦτα ὁποῖοί τινές ἐστε δείξει νῦν, ὁ σεισμὸς, ὁ ἐμπρησμὸς, ἅπαντα ὅσα ἠκολούθησεν ἑνὶ τῷ πρώτῳ κακῷ. καίτοι παράδοξον ποιῶ· δεόμενος γὰρ παραμυθίας αὐτὸς τῆς ἐφʼ ὑμῖν, ὑμᾶς κατέχειν ἀξιῶ. ὅ μοι καὶ αὐτὸ δικαίως ἂν συλλαμβάνοι πρὸς τὸ πείθειν. τοὺς γὰρ συμπεπονθότας ταῖς γνώμαις ἡγοῦμαι καὶ συμβούλους ἀξιοπίστους εἰκότως ἂν τοῖς εὖ φρονοῦσιν εἶναι. ὧν γὰρ τὰ αὐτὰ ἅπτεται καὶ φροντίζειν τούτους εἰκὸς περὶ τούτων καὶ λέγειν ἐπʼ εὐνοίᾳ καὶ τὸ δυνατὸν πρώτῳ τούτῳ βεβαιοῦν τῷ παραπλησίως διακειμένους ὅμως ἀξιοῦντας φέρειν φαίνεσθαι. ἡγοῦμαι δʼ ἔγωγε καὶ τὸ τηλικαῦτα ἀτυχεῖν οὐ τοῖς μικροτάτοις τῶν ἀνθρώπων ἀποκεῖσθαι οὐδὲ τοῖς οὐκ ἔχουσιν ὅθεν πέσωσιν, ἀλλὰ τοῖς δυναμένοις δέξασθαι τοῦτο τὸ μέτρον τῆς συμφορᾶς. ἀλλʼ οἴεσθε Σερίφου πρὸς θεῶν, ἢ Σύμης ταυτησὶ τὸ πτῶμα τοῦτο, ἤ τινος ἄλλης τῶν πολλῶν καὶ ἐν κύκλῳ νήσων; Ῥόδος οἶμαι τοσούτων καὶ τηλικούτων εἶχε στερηθῆναι. ὑμῖν δὲ ἄμφω τὰ ἄκρα ὁ δαίμων ἀπένειμεν· ἀρετῇ τε γὰρ καὶ δυνάμει καὶ κατασκευῇ πόλεως ὑπερβάλλεσθε τῶν ἄλλων τὰς φανερὰς, ἐπεὶ δὲ ἔδει καὶ τῶν ἐναντίων πεῖραν λαβεῖν, ὡς οὐκ ἔδει, ἐξίσωσε καὶ ταῦτα ἡ τύχη τοῖς ἄνω πλεονεκτήμασι· μέγιστα δὲ
正如如今人们指认伊阿吕索斯和卡米罗斯的故址一样。你们固然仍将举办哈利亚竞技会,举办它的场所也完好无损地保留了下来;然而这座得名于神之仙女的城邦,如今却化作了一片荒凉海岸的模样。往昔,你们向寄居于此的外邦人展示用剪下秀发的妇女之发编结的机械绳索,引来无尽赞叹;如今,却只剩下向新来之人呈现实为这般景象的城邦本身,向他们指出剧场与议事厅,破碎残缺的壁画,以及代替塔楼耸立的悬崖断壁——这些曾经声名显赫的罗得的凄惨遗存。当旁人在场谈论其他城邦的恢宏宏大时,你们既无法出言反驳,亦无法在沉默中不至悲愤填膺。简言之,你们固然深知自己失去了何等卓越的城邦,却再也无法指点给别人看它究竟是何模样;在眼下的当世,你们尚可请往昔知晓罗得的希腊人出面作证,可一旦应至的命运将他们也一并带走,除了正如人们所说的那样因缺席而败诉之外,还能剩下什么呢?天哪,你们被世人知晓,不再因你们的海战,不再因港口和船坞,亦不再因全城的华美装潢,而是因你们遭遇了全希腊最大的厄运!凡忆及罗得之人,都将不得不不再骄傲自豪,而是转为哀恸悼念。唯有通过你们如今所遭受的这般苦难,六百年前的名士们才一同蒙受了不义的侵害,乃至那些与本城毫无瓜葛、仅以自身业绩装点城邦并以城邦的铭记反受荣光之人,亦复如是。 因此,面对这些如此可怖、且在任何人看来似乎都毫无慰藉可言的浩劫,人们必须承受下来——首先且最应当遵从必然本身的劝戒,且由于这浩劫早已超越了眼泪所能及的范围,便更当如此。因为面对那些根本无法相称哀悼的灾难,难道不必须在悲痛过后任其过去,正如俗话所说的那样「闭目咬牙去承受」吗?况且,微不足道的厄运无需重大的筹备去应对,但巨大的不幸却必然要以宏大的方式去承受——我指的不仅仅是通常意义上的宏大,而是以崇高的气魄去承受。正如应对更大的战争需要更为充分的准备,而微小的战事即便凭借简陋的条件亦能支撑渡过,同样,在灾祸之中,那些超越常轨的苦难需要承受者具备巨大的力量去抗衡。倘若一个人不想被灾难吞没并卷走,就必须倾尽全力去抵御,以全身心的斗志作好准备投入这场战斗,并当思忖:往昔瞻仰肖像与雕像的人们赞叹的是创作者的技艺,而如今若你们在失去这些之后依然展现出对自身坚定的自豪,所有人便都将赞叹你们的精神境界。总而言之,正如试金石显明真金,苦难亦评判善人;这一切——地震、大火,以及接踵而至最初那场单一灾祸的所有苦难——如今都将向世人显明你们究竟是怎样的人。然而,我所作的却看似一件怪事:我自己因你们的缘故尚且需要慰藉,却竟敢要求节制你们的情感。不过,这一点本身按理正当有助于我说服你们。因为我认为,在心智上与他人同受苦难之人,自然会被明智之人视为值得信赖的建言者。凡与他人身受同等苦难之人,既理当对这些事深思熟虑,亦会出于善意而言,并以此首要之举证实其言语的可行性:即便身处近似的境地,他们依然展现出要求自己坚毅承受的姿态。我个人深信,遭受如此巨大的厄运,绝非预留给最渺小的人类,亦非预留给那些本就无处可跌落之人,而是唯独留给那些有能力承受这等规模灾祸的人。凭神起誓,你们难道以为这等倾覆会降临于塞里福斯,或此处的叙墨,亦或周围众多岛屿中的任何一座吗?我想,唯独罗得才可能被剥夺如此繁多且如此伟大的事物。神明将两种极端都赋予了你们:你们曾以城邦的德性、力量和建制凌驾于世间所有显赫的城邦;而当也不得不经受相反境遇——本不该如此——之时,命运却又让这些苦难与你们往昔的优长全然相称;而最伟大的……
- 547οὔτε μὴ ῥήγνυσθαι σιωπῶντα
在否定并列句式 οὔτε... οὔτε... 的后半段中,否定词 μή 修饰不定词 ῥήγνυσθαι(破裂、迸裂)。整句结构为:当旁人谈及别城的辉煌时,罗得人“既无法反驳(ἀντιλαβέσθαι),又无法在保持沉默时免于心如刀绞/悲愤迸裂(μὴ ῥήγνυσθαι)”。双重否定在这里起到了强调作用,极言被迫保持沉默时内心的剧烈痛苦与难以抑制的悲愤。
- 547ἐρήμην ὀφλεῖν ὅ φασι
源自雅典法庭术语 ἐρήμην [δίκην] ὀφλεῖν(因缺席审判而“缺席败诉”)的习语。名词 δίκην 被省略,插入语 ὅ φασι(“正如俗语所说”)标明其为转义或成语用法。作者以此法律比喻生动地表明:一旦知晓罗得往昔辉煌的活见证人尽数离世,后世面对他城的非议便再无辩护与对质的可能,只能任由美名默认沦丧。
- 547μύσαντας φέρειν
由动词 μύω(闭眼、闭嘴)的不定过去时主动分词 μύσαντας 与不定词 φέρειν(承受、忍耐)结合而成的成语,句首以 τοῦτο δὴ τὸ λεγόμενον(“正是俗话所说的”)明确点出其为谚语用法。直译为“闭上眼睛去承受”,引申指在无法抗拒的浩劫或必然面前,放弃徒劳的悲啼,咬紧牙关、无可奈何地默默隐忍接受。
