- 底本
- Aristides. Vol. 1. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0284.tlg043.humanitext-grc2:545-546
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说详述了地震中惨绝人寰的伤亡与空前浩劫,将往昔受赫利俄斯眷顾的神话繁荣与当下的彻底毁灭作对比,痛陈罗得已然从地上消逝。
οἱ μὲν οὐ πρὸ πολλοῦ κληθέντες νυμφίοι ἔκειντο εἰς οὐδὲν καλὸν ᾁσαντες τὸν ὑμέναιον, οὐ ῥᾴδιον γνῶναι πότερον αὐτοὶ δυστυχεῖς, ἢ ἃς ἠγάγοντο οἱ δὲ ἀπὸ θαλάττης ἀναβεβηκότες τὴν πατρῴαν ἑστίαν ἀπιστοτέραν τῆς θαλάττης εὗρον· οἱ δὲ ἐπʼ ἀναγωγὴν σπεύδοντες τελευταῖα δὴ τότε οἴκοθεν ἀνήγοντο, προκαταδύσης αὐτοῖς τῆς πατρίδος. κατεῖχε δὲ ὁμοῦ σεισμὸς θαλάττης, νεφέλης κτύπος, οἰμωγαὶ, πάταγος πτωμάτων, γῆς ἐκφυσήματα. οἶμαι γὰρ οὔτε τοὺς ὑπὲρ Αἴγυπτον καταρράκτας οὔτε τὴν τῆς ἔξω θαλάττης ῥαχίαν οὔτε σκηπτοὺς πυρφόρους οὔθʼ ὅ τι πλεῖστον ἠχεῖ κατʼ ἀνθρώπους τῷ τότʼ εἶναι κακῷ καὶ κτύπῳ παραβαλεῖν,1 ὃς ἐξ ἁπάντων εἷς ἠγείρετο συμμιγὴς, τὴν ἀπροσδόκητον καὶ ἄχαριν συναυλίαν πληρῶν, ἐφʼ ᾗ Ῥόδος ἐξωρμήκει· συνενήνεκτό τε εἰς ταυτὸν νεκροὶ, βωμοὶ, στέγαι, κόνις, αἷμα, ἔπιπλα, ὄροφοι, θεμέλια, οἰκέται, δεσπόται, μέλη σωμάτων, εἰκόνες, σφαγαὶ, τάφοι, δεῖπνα. οἱ μὲν τοῖς σώμασι τῶν φιλτάτων σκηνοῦντες ἐλάνθανον αὑτοὺς, οἱ δὲ ἐζήτουν τὰ λοιπὰ ἑαυτῶν οἱ μὲν πόδας, οἱ δὲ χεῖρας, οἱ δʼ ὅ τι ἕκαστος ἐπηρώθη τοῦ σώματος, οἱ δὲ καὶ συνέθαπτον ταῦτα τοῖς οἰκείοις, οἱ δʼ ὑπὸ τῶν ἑκατέρωθεν ἐμπεσόντων συσχεθέντες ἠνείχοντο, οἱ δὲ πρότερον κατωρύχθησαν ἢ ἀπέθανον· πᾶν δὴ κακῶν εἶδος καὶ ἅ τις μηδεπώποτε ἐπενόησε, τότε πρῶτον εἰσεῖδεν. εὔξασθαι δʼ οὐκ εἶχον οἱ λοιποὶ πότερα ὅπως σωθῶσιν ἢ ὅπως ἀποθάνωσι. ποῖοι ταῦτα κήρυκες, ἢ τίνες ποιηταὶ καταθρηνήσουσιν ἀξίᾳ τῇ φωνῇ; τίς ἀρκῶν διηγήσασθαι; ποῖον γὰρ πάθος ὀξύτερον, εἰ δὲ βούλει, μακρότερον, ποίαν πόλιν Ἑλληνίδα ἢ βάρβαρον ἐν τῷ παντὶ χρόνῳ κατέλαβε τοιοῦτον; ὅτε ἀνατραπεῖσα μὲν ἡ πόλις ἔκειτο θᾶττον ἢ ναῦς καταδῦσα πώποτε, ἡμέραι δὲ καὶ νύκτες ἐπιλαμβάνουσαι τοὺς μὲν ὅσον ἐμπνεῖν ζῶντας ἀνέφαινον τραυματίας τῶν λοιπῶν τοῖς πλείστοις, τοὺς δὲ τελευτήσαντας σεσηπότας, οὐδʼ ὁτιοῦν ἔχοντας ἀκριβὲς τῶν μελῶν, ἀλλʼ ὡς ἑκάστου τι ἀφεῖλεν ἢ προσέθηκε τὸ πτῶμα. πυραὶ δʼ ἀήθεις ἐκάοντο ὁμοίως νύκτα καὶ ἡμέραν, ταῖς πρόσθεν ἱερομηνίαις ἀντίστροφοι· ἀντὶ δὲ χρυσείων καὶ ἀργυρείων μετάλλων διωρυχῆς τοὔδαφος τῆς πόλεως παρεῖχε καὶ εἰς μῆνας ἐκκαθαίρειν2 τοὺς κειμένους. καὶ πρότερον μὲν, ὦ Ζεῦ, τὰς φονικὰς δίκας ἔξω πυλῶν ἐδικάζετε, ὡς οὐδὲ καταψηφίσασθαι θάνατον ἐντὸς τείχους εὐσεβῶς ἔχον ὑμῖν,3 νυνὶ δὲ ἐπὶ μιᾶς ἡμέρας τοσούτων ὄλεθρον ὁ δαίμων κατέγνω ἅμα τʼ εἴσω πόλεως καὶ σὺν αὐτῇ, καὶ τούτους ἐν αὐτῇ κάειν ἠναγκάζεσθε οἱ λοιποὶ, καὶ τὴν ἄβατον τοῖς ἀνδροφόνοις πόλιν ταφὴν τῶν ἀπολλυμένων ἑκάστῳ κατέστησε. καὶ τὰ μὲν πρόσθεν λεγόμενα ταῦτα μυθολογήματα ἦν, ὅτι τήνδε τὴν νῆσον οὖσαν ὑπὸ τῇ θαλάττῃ καὶ κεκρυμμένην Ἡλίῳ δῶρον ἀνεῖσαν θεοὶ, τὰ δὲ νῦν εἰς τοὐναντίον περιέστηκε διηγεῖσθαι, ὅτι ἥδε ἡ πόλις κατὰ γῆς ἔδυ καὶ ἀπῆλθεν ἐξ ἀνθρώπων, ὄντος ὑπὲρ γῆς ἡλίου, καὶ ἐπεῖδεν ἥλιος ἐν Ῥόδῳ τὰ ἀθέατα θεάματα ἑαυτῷ. καὶ Ὅμηρος μὲν πλοῦτον ἔφη καταχέαι τὸν Δία τῇ νήσῳ καὶ τοῖς περὶ Τληπόλεμον προγόνοις ὑμῶν, καὶ Πίνδαρος παραλαβὼν ὗσαι χρυσὸν νεφέλην ξανθὴν ἐπιστήσαντα. νῦν δὲ οἷα κατέχεε δῶρα ὁ δαίμων, οἷον νέφος ἔστησεν ὑπὲρ τῆς πόλεως, ὡς ἀνάξια μὲν ἐκείνων τῶν πρότερον, ἀνάξια δὲ ὑμῶν καὶ τοῦ τῆς πόλεως σχήματος. καὶ νῦν Κάρπαθον μὲν καὶ Κάσον καὶ ἄλλας νήσους οἰκουμένας ἔστιν ἰδεῖν, οὐδὲν ἐχούσας ὅ τι εἴπωσι καὶ παρʼ ὧν φόρον ἐκλέγειν ὑμῖν πρὸ τοῦ μικρὸν ἦν, καὶ ἄλλα πολίσματα ὑπόψαμμα λυπρὰ καὶ ἀμφισβητήσιμα. Ῥόδος δὲ, ὦ Ζεῦ, καὶ πάντʼ ἐφορῶν ἥλιε πλὴν Ῥόδου, νῦν οὐδαμοῦ, ἀλλʼ ὥσπερ οἱ τοὺς μύθους λέγοντες διηγεῖσθαι δεῖ τοῖς ἐπιγιγνομένοις τοὺς παρʼ ἡμῶν παραλαμβάνοντας,4 ὡς ποτὲ ἦν καὶ Ῥόδος ἀντιπέρας Καρίας πόλις ὥρᾳ καὶ μεγέθει περιφανὴς, καὶ τὸν τόπον δεικνύειν
那些不久前才被称为新郎的人,在唱完未致善终的婚歌后倒地毙命,叫人难以分清究竟是他们自身不幸,还是他们所娶的女子不幸;而那些从海上归来的人,却发现祖传的炉灶比大海更加凶险莫测。那些急于扬帆出海的人,当时正最后一次离开家门启航,因为他们的祖国已抢先沉没在他们眼前。 海震、云层的雷鸣、哀号、倒塌建筑的巨响与大地的喷气一并笼罩了一切。因为我想,无论是埃及上游的瀑布,外海的怒涛,带火的霹雳,还是人间最震耳欲聋的声响,都无法与当时的那场浩劫和巨响相比拟;那声音由四面八方的一切混杂升起,交织成一曲突如其来且凄惨的重奏,罗得便在这曲调中奔赴毁灭。尸骸、祭坛、屋宇、尘埃、鲜血、器具、栋梁、地基、仆役、主人、残肢、神像、屠戮、坟墓、餐食皆被混杂抛掷于一处。有些人甚至不知不觉地将席棚搭建在最至亲之人的尸体上;有些人寻找自己残缺的肢体,有的寻脚,有的寻手,凡每个人身体被致残的部位,有些人甚至将这些残肢与亲眷的尸身合葬。有些人被两旁崩落的重物夹压卡住而苦苦忍受,有些人则在断气之前便已被活埋。凡此种种灾祸,连同任何人都未曾想象过的情状,都在彼时首次显露;幸存者们甚至不知究竟当祈求得救,还是祈求速死。 怎样的传令官、怎样的诗人能以相称的声调哀悼这些惨景?又有谁足以详述这一切?究竟何等灾祸如此剧烈,或者说,如此漫长,在古往今来曾降临于何座希腊或蛮族的城邦?彼时倾覆的城邦倒卧于地,比任何沉没的舟船都要迅速;昼夜交替间,显露出有些人仅存一口气活着,在大多数幸存者面前满身伤残,而死者则已腐烂不堪,肢体无一完好无损,全由崩塌的废墟在其身上剥离或附着了残屑。异样的火葬堆昼夜不息地燃烧着,与往昔节庆的圣月截然相反;代替金银矿藏的挖掘,城邦的地面带来的却是甚至长达数月清运横卧尸骸的〔工作〕。宙斯啊,往昔你们在城门外审理命案,仿佛在城墙之内判处死刑对你们而言有违敬虔;然而如今在一日之内,神明便在城邦之内并连同城邦自身,宣判了如此多人的毁灭,幸存下来的你们不得不将他们焚化于城内,神明竟将这座向来不容杀人者涉足的圣洁城邦,变成了每个罹难者的坟墓。 从前流传的神话曾言,众神将这座原隐匿于海水之下的岛屿升起,作为赠予赫利俄斯的礼物;如今的情势却逆转为另一番叙述:太阳高悬于大地之上,这座城邦却沉入地底,从人类世界消逝,太阳在罗得目睹了他不忍卒睹的惨象。荷马曾言宙斯将财富倾注于这座岛屿和特勒波勒摩斯所率的你们的先祖,品达继承此说,亦歌咏他布下金黄的云彩而降下黄金之雨。然而如今,神明倾注了何等赠礼,又在城邦之上布下了何等浓云——它们既与往昔的恩典毫不相称,亦不配于你们自身与城邦的威仪。如今人们能看到卡尔帕索斯、卡索斯以及其他岛屿依然有人居住,它们毫无可夸耀之处,往昔你们向其征收贡税不过是微末之事,此外还有其他沙石覆盖、凄惨且微不足道的邑落;然而罗得,宙斯啊,眷顾万物除罗得之外的太阳啊,如今已荡然无存!承接我们叙述的人必须像讲述神话的人一般向后世转述:在卡里亚对岸曾有一座罗得城,其秀美与恢宏名动四方,并指认其所在之处。
- 545τῷ τότʼ εἶναι κακῷ καὶ κτύπῳ παραβαλεῖν
在由 οἶμαι 引出的不定词从句中,核心不定词是通过超置(hyperbaton)插入与格短语 τῷ τότʼ ... κακῷ καὶ κτύπῳ(“与当时的灾厄和巨响”)内部的无人称 εἶναι(即 ἔστι / ἔξεστι,“能够、可以”),支配补充不定词 παραβαλεῖν(比较);παραβαλεῖν 以先行诸宾格短语(οὔτε τοὺς ... καταρράκτας 等)为宾语,以该与格短语为比较对象。
- 546διωρυχῆς τοὔδαφος τῆς πόλεως παρεῖχε καὶ εἰς μῆνας ἐκκαθαίρειν
属格 διωρυχῆς(挖掘、开采)是前文介词短语 ἀντὶ χρυσείων καὶ ἀργυρείων μετάλλων διωρυχῆς(“代替金银矿藏的挖掘”)的中心词;主语 τοὔδαφος 以不定词短语 ἐκκαθαίρειν τοὺς κειμένους(清运横卧的死者)作动词 παρεῖχε 的宾语,καὶ 作副词修饰 εἰς μῆνας(“甚至长达数月”)。
- 546ὡς οὐδὲ καταψηφίσασθαι θάνατον ἐντὸς τείχους εὐσεβῶς ἔχον ὑμῖν
由 ὡς 引出的非人称分词宾格独立结构(accusative absolute)。εὐσεβῶς ἔχον 源自非人称表达 εὐσεβῶς ἔχει(在虔敬上是合宜的),在此作主观认定或传统规约的表述,支配不定词主语 καταψηφίσασθαι(在城墙内判处死刑)。
- 546ὥσπερ οἱ τοὺς μύθους λέγοντες διηγεῖσθαι δεῖ τοῖς ἐπιγιγνομένοις τοὺς παρʼ ἡμῶν παραλαμβάνοντας
由非人称动词 δεῖ 支配的带不定词宾格结构。不定词 διηγεῖσθαι 的逻辑主语为宾格分词短语 τοὺς παρʼ ἡμῶν παραλαμβάνοντας(从我们手中接过传承的人)。插入的 ὥσπερ οἱ ... λέγοντες 虽保留主格,但在意义上作比喻性副词成分(“如同讲述神话的人一般”)。
