← 阿里斯·台德斯

罗得岛演说

§543-544

抗击命运的战斗与大地震来袭的惨状

演说者激励罗得人克服厄运,以心智的力量战胜命运,取得无愧于先祖威名的胜利。随后他以极其逼真的笔触描摹了地震突发前正午死寂的异象,以及海啸退潮、城郭坍塌、死伤狼藉的惨绝景象。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§543

νικᾶν, καὶ ναυμαχοῦντας τρόπαια ἱστάναι ἔχει φιλοτιμίαν καὶ τῆς ἐπὶ τοῖς τοιούτοις σπουδῆς οὐκ ἄξιον τοὺς ἀγαθοὺς ἄνδρας ἐξίστασθαι, ὧν1 καὶ οἱ ὑμέτεροί ποτε ὄντες πρόγονοι μεγάλην εἰκότως καὶ θαυμαστὴν δικαίως δόξαν ἐκτήσαντο. ἐπεὶ δὲ πᾶσαί τε ὑποθέσεις τῶν τοιούτων ἀγώνων ἐξήκουσι καὶ τὰ τῶν νῦν καιρῶν ἕτερον ἀγῶνα ἀπαιτεῖ παρʼ ὑμῶν, τοῦτον ὑποστῆναι δεῖ. καὶ πολὺ τοῦθʼ ὑμῖν ἐνδοξότερον καὶ κάλλιον ἐκείνων τῶν ἀγώνων, ἀντιτάξασθαι τῇ τύχῃ καὶ ταύτης στῆσαι τρόπαιον, εἰ καὶ σφόδρα ὑμῖν ἐνήλατο τὴν πρώτην.2 τῆς μὲν γὰρ ἐκεῖ νίκης οὐδεὶς τηλικοῦτός ἐστιν ὅστις ἐστὶ κύριος διὰ τέλους, ἀλλʼ ὁ δαίμων τὸ πλεῖστον ἔχει μέρος, τῆς δὲ ἐνταῦθα ἡ γνώμη κυρία. ταύτην οὖν δείξατε ἔχοντες οἵαν χρὴ καὶ μὴ πάντʼ ἐλάττους τῆς τύχης γένησθε, ἀλλʼ ἀγωνίσασθε πρὸς αὐτὴν νῦν, ἐπειδήπερ ἔμπροσθεν οὐκ ἐξῆν. εἰ μὲν γὰρ ἔχομεν ἀξίως ἀποδύρασθαι, κἂν ἁπάσας τὰς ὑπολοίπους τοῦ βίου νύκτας καὶ ἡμέρας συνάψωμεν, τοῦτο ποιῶμεν. ἄξιον γὰρ Ἑλλάδι ἀνακαλέσαι3 γε οὐκ εἰς τρὶς μόνον, ἀλλὰ καὶ μυριάκις Ῥόδον οὕτω πεπραγυῖαν. νῦν δὲ τίς οὕτως ἢ λόγος ἐστὶν ἰσχυρὸς ἢ σοφιστὴς ἄκρος ἢ διαρκὴς ὅστις ἂν ἀξίως καταθρηνήσειε τὰ παρόντα, μὴ πολλοστὸν μέρος ὧν οἴεται λέγειν παραλιπὼν, ἀλλʼ ἑξῆς ἅπαντα; τοῦτο γάρ ἐστι καὶ τὸ πάντων ἀτοπώτατον, ὅτι ὀδυρόμενοι τὰ συμβεβηκότα καὶ διεξιόντες ὡς ἀνυπέρβλητα τὰ πλεῖστα αὐτῶν παραλείπομεν καὶ οἰόμεθα λέγειν οὐ λέγοντες. τίς γὰρ ἂν ἢ τὰς συμφορὰς εἴποι πρὸς ἀξίαν τὰς καινὰς ταύτας καὶ ἀτόπους καὶ πέρα πάσης κακῶν φορᾶς γεγονυίας, ἢ τὴν ἀκμὴν αὐτὴν τοῦ περιστάντος ὑμᾶς πράγματος; τίς δʼ ἂν ἔτι σωφρονοίη τῆς σχετλίας ἐκείνης μεσημβρίας μνησθεὶς, ἐν ᾗ τὸ κακὸν πρῶτον ἤρχετο καὶ κατῄει, ἡνίκα εἱστήκει μὲν ἡ θάλαττα καραδοκοῦσα τὸ μέλλον, ὥσπερ ἄλλον τινὰ χειμῶνα μέγαν καὶ ἀνήκεστον προσδεχομένη, σιγὴν δʼ εἶχεν ἅπας ὁ ἀὴρ, ὥσπερ προσδοκῶν τὸ ἐσόμενον, καὶ ὄρνιθες καὶ πάντα ἡσύχαζον ἐπὶ τῷ μέλλοντι, ὑπέκειτο δὲ ἄρα ἡ πόλις τοιούτῳ παθήματι καὶ ἐπὶ ταύτην πᾶς ὁ σεισμὸς ἠρτύετο· ὁ δὲ ἥλιος τελευταῖα δὴ τότε ἐπέλαμπε τὴν ἑαυτοῦ πόλιν, καὶ παρῆν ἐξαίφνης πάντα ὁμοῦ τὰ δεινά. ὑπανεχώρει μὲν ἡ θάλαττα καὶ πᾶν ἐψιλοῦτο τῶν λιμένων τὸ ἐντὸς, ἀνερριπτοῦντο δὲ οἰκίαι καὶ μνήματα ἀνερρήγνυντο, πύργοι δὲ πύργοις ἐνέπιπτον καὶ νεώσοικοι τριήρεσι καὶ νεῲ βωμοῖς καὶ ἀναθήματα ἀγάλμασι καὶ ἄνδρες ἀνδράσι, καὶ πύργοι λιμέσι, καὶ πάντα ἀλλήλοις. ἐν ὅσῳ δὲ ἀνὴρ ἄγκυραν εἰς ἀπόπλουν ἀνήρτητο, μεταστραφεὶς οὐκέτʼ εἶχεν ἰδεῖν τὴν πόλιν, ἀλλʼ ἐγίγνετο πάντα ὁμοῦ, οἱ λιμένες ἐπὶ ξηροῦ, ἡ πόλις ἐν κόνει, δρόμοι κατʼ οἰκίας ἐκ στενωπῶν, εἰς στενωποὺς ἐξ οἰκιῶν, θάνατοι κατʼ οἰκίας, ἐν ἱεροῖς, ἐν θύραις, ἐν πύλαις. ἔξω μὲν τὰ μνήματα ἀνερρίπτει τοὺς κειμένους, ἔνδον δὲ ἐκρύπτοντο οἱ τελευτήσαντες· τῶν δʼ ὥσπερ τὰ εὐκταῖα ἀναθήματα χεῖρες ἐπʼ ἄκρων τοίχων, τῶν δὲ πόδες, τῶν δʼ ἄλλο τι λείψανον ἑωρᾶτο· καὶ οὐδὲ ταῦθʼ ἕκαστα ἐνῆν εἰκάσαι τίνων λείπεται. καὶ οἱ μὲν τὰς ἑαυτῶν φεύγοντες οἰκίας ἐν ταῖς ἑτέρων ἀπώλλυντο, οἱ δʼ ἐν ταῖς ἑαυτῶν ὑπʼ ἐκπλήξεως μένοντες, οἱ δὲ ἐκθέοντες ἐγκαταλαμβανόμενοι, οἱ δὲ ἀπολειφθέντες ἡμιθνῆτες, οὐκ ἔχοντες ἐξαναδῦναι οὐδὲ αὑτοὺς ῥύσασθαι, κακῶν ἐπιθήκην τὸν λιμὸν προσελάμβανον, καὶ τοσοῦτον κερδαίνοντες, ὅσον γνῶναι τὴν πατρίδα οὐκ οὖσαν, ἐπαπώλλυντο. τῶν δὲ διέκρινε τὰ σώματα ἡ τύχη, καὶ τὰ μὲν ἡμίσεα εἴσω θυρῶν ἀπείληπτο, τὰ δʼ ἡμίτομα ἔξω προὔκειτο. καὶ τούτοις ἕτερα αὖ προσενέπιπτε σώματα, σκεύη, λίθοι, ὅ τι ἑκάστῳ φέρων ὁ σεισμὸς ἀνέμιξεν. οἱ μὲν προσεδόκων, οἱ δὲ τοὺς οἰκείους ἐζήτουν, οἱ δʼ οὐκ εἶχον πότερʼ αὑτοὺς ἢ τοὺς ἑαυτῶν ὀδύρωνται· οἱ δὲ ἀπῴμωζον τὴν πόλιν, οἱ δὲ ἐνεπίμπραντο, ὁμοῦ τῶν ὀρόφων καὶ τῶν ἑστιῶν γενομένων. οἱ δὲ παῖδας ἐξαρπάζοντες αὐτοὶ κατελαμβάνοντο, οἱ δὲ ἑαυτοὺς ἐπαπεκτίννυον. ὁ δὲ κῶμος ἦν ἄγριος τοῦ τότε ἀρίστου.4

我认为即便在兵戈之中,获胜亦是高尚的,而在海战中树立胜标亦享有荣耀,善人绝不当放弃对这类事功的热忱;昔日你们的先祖正是凭此理所当然且公正地赢得了伟大而令人惊叹的名声。然而,既然此类争斗的由头皆已告终,而当下的时局又向你们要求另一场较量,你们便须承担起这一重任。与命运抗衡并立起战胜它的胜标,对你们而言远比往昔的那些较量更为光彩、更为崇高,即便命运在初次交锋时曾对你们施以极猛烈的重创。因为在战场的胜利中,无人能伟大到自始至终掌握结局,神明占据了最大的份量;而在此处的胜利中,心智与决意方是主宰。因此,请展现出你们所当具备的气节,切莫在一切事上皆屈服于命运,而要在此刻与它搏击,因为此前并无此可能。倘若我们真能作出与其相称的哀悼,哪怕将余生所有的昼夜联结在一起,我们亦当如此行;因为为了遭受这般劫难的罗得,整个希腊即便呼号哀悼不止三次、乃至万次,亦是理所应当的。然而如今,究竟何种言辞具有如此威能,何位智者如此卓绝或坚韧,能与眼前的惨祸相称地哀恸到底,而不致遗漏他自以为所言之事的九牛一毛,反能按序道尽一切?因为最不可思议之事莫过于此:我们哀悼既成之事,并将其作为无可逾越的悲剧予以详述,却仍遗漏了其中的绝大部分,以为自己在言说,实则未曾言说。究竟谁能配得上地道出这些前所未有、匪夷所思且超越一切灾祸浪潮的新异不幸,抑或言尽困扰你们的事态的顶峰?忆及那凄惨的正午,又有谁还能保持平静克制?彼时灾祸初起并轰然降临:海水凝滞伫立,宛若在等候另一场巨大而不可救药的风暴,窥测着未来;整片虚空一片死寂,仿佛在预期将至之事;鸟雀与万物皆因将临之祸而屏息;然而城邦竟注定要承受这般苦难,整场地震皆是冲它蓄势待发。太阳当时正最后一次照耀自己的城邦,倏忽间所有恐怖之象一齐降临。海水退缩,港湾内部尽皆裸露;房屋被掀翻,坟墓被震裂;塔楼倾轧于塔楼之上,船坞砸向三列桨座战船,神庙倾覆于祭坛之上,献祭品压向神像,人压在人上,塔楼砸向港湾,万物彼此相撞。在一人为启航而起锚的工夫里,他一回头便已再看不见城邦;一切皆在瞬间爆发:港口化为旱地,城邦没入尘埃,人们从狭巷逃奔入宅舍,又从宅舍奔向狭巷;死亡发生于宅邸内、圣所中、门户间与城门处。城外坟茔抛掷出长眠的遗骸,城内死者则被掩埋废墟之下;有些人的双手如祈愿的供物般显露于墙垣顶端,有些人的双脚、有些人的其他残骸历历在目;甚至无从推测这些残余究竟属于何人。有些人逃离自己的房屋,却丧命于他人家中;有些人因惊恐万分滞留己宅〔而丧命〕;有些人奔逃外出,却在半途被追及〔而丧命〕;有些人被遗落其间已半死不活,既无力挣脱亦无法自救,反倒平添了饥馑这一层苦难,且仅仅得到了获知祖国已不复存在这一残酷代价,便随之殒命。命运割裂了其他人的躯体:一半躯体被截留于门内,被劈开的另一半则横陈于门外。而在这些之上,又砸落了其他尸身、器皿、石块,凡地震所卷裹之物皆混杂一处。有些人茫然等待,有些人寻觅亲眷,有些人不知当哀哭自身还是哀哭亲人;有些人为城邦号啕大哭,有些人则因屋宇与炉灶坍塌在一起而葬身火海。有些人抢救孩童,自身反遭吞噬;有些人更因此自绝身亡。而彼时正午餐宴的狂欢,竟是何其惨烈。

语法注4 条
  1. 543ὧν

    关系代词 ὧν 为中性复数属格,以前文提及的武功事迹(τοῖς τοιούτοις,即执兵获胜与树立海战胜标)为先行词,表示先祖以此赢得声誉(δόξαν ἐκτήσαντο)的领域或凭借。若将其视作先行词指代先人(προγόνων)的引申,则因紧接着的 οἱ πρόγονοι 已作为明确的主语出现而不合逻辑。

  2. 543τὴν πρώτην

    τὴν πρώτην 是阴性单数对格的成语性副词用法(省略了 ὁδόν 或 ὥραν 等名词),意为“起初”、“在初次交锋/重击时”,作状语修饰前面的动词 ἐνήλατο(扑击、袭来)。

  3. 543ἀνακαλέσαι

    不定式 ἀνακαλέσαι 由非人称结构 ἄξιον Ἑλλάδι(“对希腊而言是应当的”)所统辖。此处化用了古希腊呼唤死者之名三次以致哀的葬仪传统(οὐκ εἰς τρὶς μόνον),将倾覆的罗得城视作死者,由全体希腊人呼号哀悼万次。

  4. 544τοῦ τότε ἀρίστου

    ἀρίστου 是中性名词 ἄριστον(“午餐”、“正午之食”)的属格,而非最高级形容词 ἄριστος。它呼应了前文的 μεσημβρίας(“正午”);由于地震发生在午膳时分,导致原本安宁的餐食讽刺地化作了瓦砾与烈焰中的凄惨狂欢(κῶμος ἄγριος)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0284.tlg043.humanitext-grc2:543-544