← 阿里斯·台德斯

罗得岛演说

§541-542

震后惨景与勉励幸存者勇抗命运

演说者对比了罗得昔日的完备盛景与震后的彻底沦亡,并引用本邦舵手不屈的名言,勉励幸存者恪守气节、勇抗命运。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§541

αὐτὴν, ἐπεὶ τῇ γε ἀξίᾳ πάντʼ ἦν ἴσα.1 ὡς δʼ εἰπεῖν, ἓν ἀπῆν τῶν ἀρχαίων, τὸ ναυμαχεῖν· ἡ δʼ ἄλλη πᾶσα πόλις καθαρὰ καθαρῶς ἐσώζετο· καὶ μόνον εἶπες ἂν αὐτὴν παρακεχωρηκέναι τῆς ἡγεμονίας, νοῦν ἔχουσαν, αὐτὴν δʼ εἶναι τὴν ποτὲ οὐκ ὄνομα ἄλλως, ἀλλʼ αὐτὴν ἥπερ ἦν. νῦν δὲ οἴχεται μὲν κάλλη λιμένων, πέπτωκε δὲ στεφάνων ὁ κάλλιστος, ἱερὰ δὲ ἀγαλμάτων ἔρημα καὶ βωμοὶ θυσιῶν, κενοὶ δὲ δρόμοι καὶ θέατρα ἀνδρῶν· οἱ δὲ νεώσοικοι ποῦ γῆς ἢ θαλάττης ἐγένοντο οὐδʼ ἂν εἷς εἰκάσειε τῶν οὐκ εἰδότων πρόσθεν· ὁ δʼ εἰκόνων ἀμφοτέρων ἀμύθητος ἀριθμὸς ὁμοῦ ταῖς πέτραις καὶ τοῖς λειψάνοις τῶν διαφθαρέντων σωμάτων ἀναπέφυρται καὶ διέσπαρται· οἴχεται δʼ ἐλέφας καὶ χρυσὸς τῆς τέχνης δεύτερος·2 οἱ δʼ ἀνέχοντες τὰ λάφυρα ἑκασταχοῦ τοῖχοι τῷ κόσμῳ συναπολώλασιν· ὅσα δʼ ἦν ξίφη καὶ δόρατα τῶν λαφύρων, ταῦτα ἀπὸ μὲν τῶν πολεμίων δεῦρο ἐκομίσθη, ἐν δὲ τοῖς κακοῖς ἐνταῦθα προσλελύμανται τοὺς παραπίπτοντας, ὡς ἂν μάλιστα λάβοι συμφορᾶς περιουσίαν. ἡ πόλις δὲ ἐν σκοπέλου μοίρᾳ λέλειπται, παρὰ τοσοῦτον οὐκ ἰσόπεδος, ὅσον οἱ τὴν μνήμην τοῦ πάθους ἀνακινοῦντες ἀνίσχουσι λίθοι.3 τοσοῦτον δʼ ὑπερβέβληκεν ἡ ταύτης συμφορὰ πάνθʼ ὅσα Ἑλληνικὰ ἀκοῇ παρειλήφαμεν, ὥσθʼ ὧν μὲν ἀρτίως ἐμεμνήμην, αὐτά γε δή που ταῦτα, βασίλεια δυναστῶν καὶ θάλαμοί τινες δείκνυνται, καί τινα καὶ τῶν πόλεων ἔτι λείπεται μέρη, καὶ φαίης ἂν ἐλάττους ἐκ μειζόνων αὐτὰς γεγονέναι· ἐνταυθοῖ δὲ οὐδʼ ὅσον τὸν περιάξοντα ἐνοικῆσαι λείπεται. κἀκεῖ μὲν ἂν μνῆμα καὶ τρόπαιον ἴδοις, ἐνταυθοῖ δὲ οὐδὲ τάφος μεμένηκεν ἀθῶος τῆς ἐπηρείας, ἀλλὰ καὶ ἔξω καὶ ἔνδον ὁμοίως πέπραγεν ἡ πόλις, καὶ γέγονεν ἀντὶ μνήματος αὐτὴ τοῖς πολίταις. ἀντὶ δὲ τοῦ προσπλέοντας καὶ πελαγίους καθορᾶν τὴν πόλιν ἐπιβάντας δεῖ ζητεῖν τί ἕκαστον ἦν, ὄρος ἄωρον βλέποντας ἀντὶ πόλεως· τοσοῦτον τὸ παραλλάττον αὐτῇ παρʼ αὑτὴν καὶ τὰ τῶν ἄλλων ἀτυχήματα συμβέβηκεν. ὥστε συγγνώμη πᾶν καὶ λέγουσι καὶ ποιοῦσιν ὑμῖν. ἀλλὰ καὶ τούτων οὕτως ἐχόντων φέρειν χρὴ, τὸν παλαιὸν λόγον· ὀρθῶς ἔχειν νομίσαντας, ὅτι τὰ μὲν γεγονότα οὐκέτʼ ἂν ἄλλως ἔχοι, οὐδʼ εἰ πάντα μὲν αἰτιώμενοι καὶ κακίζοντες τὴν τύχην λέγοιτε, πάντα δὲ ὑμᾶς αὐτοὺς τρόπον ἀθυμίᾳ διαφθείροιτε· τὸ δὲ ταῦτα εἰς ὅσον ἐστὶ καλῶς ἐνεγκεῖν κέρδος οὐ μικρὸν ὡς ἐν τοιούτοις. ἐστὲ δὲ οὐκ ἀτυχημάτων ἐνδεεῖς, ὥστε προστιθέναι τούτοις, ἀλλʼ ἀφαιροῦντες μᾶλλον τῶν συμβεβηκότων καὶ τῆς ἐγχωρούσης ἀεὶ ποριζόμενοι ῥᾳστώνης ἀφορμὰς εὖ φρονοῖτʼ ἂν καὶ ποιοῖτε ἃ δεῖ. εἰδέναι τε χρὴ Ῥοδίους ὄντας ἔτι ὁπόσοι ποτὲ καὶ λέλειφθε, καὶ τοῦτο τὸ σεμνὸν καὶ τίμιον εἰς Ἕλληνας καὶ βαρβάρους ὄνομα προσαφῃρημένην ὑμᾶς τὴν τύχην, οὗ δεῖ φρονοῦντας ἄξια φαίνεσθαι. καιρὸς δὲ νῦν εἴπερ ποτὲ, ὦ ἄνδρες Ῥόδιοι, σῶσαι μὲν ὑμᾶς αὐτοὺς ἐκ τῶν περιεστηκότων, βοηθῆσαι δὲ τῷ γένει τῆς νήσου, στῆναι δὲ πρὸς τὴν τύχην λαμπρῶς, ἐνθυμηθέντας ὑμῶν τὸν τοῦ πολίτου κυβερνήτου λόγον, ὃς ἔφη χειμαζομένης αὐτῷ τῆς νεὼς καὶ καταδύσεσθαι προσδοκῶν τοῦτο δὴ τὸ θρυλούμενον, ἀλλʼ ὦ Ποτειδὰν, ἴσθι ὅτι ὀρθὰν τὰν ναῦν καταδύσω·4 ὡς οὐδὲν ἂν πράξας ἀγεννὲς οὐδὲ ταπεινὸν οὐδὲν τοῖς παροῦσιν, ἀλλὰ πάντα ἂν τὰ αὑτοῦ πληρώσας5 πρότερον ἢ κακῶς ἀπολούμενος· ὡς τοῦ μὲν ἀπολέσθαι καὶ καταδῦναι τὴν ναῦν τὴν τύχην κυρίαν οὖσαν ἀεὶ, τοῦ δὲ ἃ χρὴ πρᾶξαι πρὸ τούτου οὐκέτʼ ἐν ἄλλῳ τὴν ἀπαίτησιν, ἀλλʼ αὐτὸν αὑτῷ τινα τοῦτο ὀφείλοντα, καὶ οὗ μόνου κύριός ἐστιν, οὐχὶ δέον προλιπεῖν ἔτι ζῶντα. ὑμεῖς τοίνυν μὴ πεπτωκυῖαν τὴν πόλιν ἔτι μᾶλλον ἐπικαταβάλητε, ταπεινότητα τῷ καιρῷ προσθέντες, ἀλλʼ ἐπειδήπερ προκατέδυ πληγεῖσα, ὑμεῖς οἱ λοιποὶ μένετε ἐν ὑμῶν αὐτῶν. καὶ γὰρ αἰσχρὸν καὶ οἴκοθεν ἔστʼ ἔχον τὸ ἔγκλημα, ἑνὸς ἀνδρὸς ἀγεννεστέραν φανῆναι τὴν πόλιν ὑμᾶς τουτουσὶ καὶ μὴ δεῖξαι τοῦθʼ ὅτι καὶ δυστυχοῦντες ἴστε ὑμᾶς αὐτούς. οὕτω καὶ παρʼ ἀξίαν ταῦτα πεπονθέναι δόξετε. καλὸν γὰρ οἶμαι κἀν τοῖς ὅπλοις

将城邦本身〔划出界限而已〕;因为在尊严上一切都是平等的。简而言之,昔日的事物中唯一缺失的,便只有进行海战这一项;城邦的其余所有部分都纯粹完好地保存了下来。人们只能说它是明智地让出了霸权,自身却仍是昔日的那座城邦,绝非徒有虚名,而是实实在在如其所是。 然而如今,诸港之盛景荡然无存,冠冕中最美丽的一顶业已倾颓,圣域中空无神像,祭坛上不见牺牲,跑道与剧场皆无人迹。船坞昔日究竟位于陆地或海上的何处,未曾经历过的人无一能够揣测。〔青铜与绘事〕这两类的无数图像,与巨石及死难者的残骸混杂散落;逊于技艺的象牙与黄金已然消逝;各处承托战利品的墙垣亦与其装饰一同沦亡。战利品中的剑与矛,本是从敌人那里缴获至此,却在这场灾祸中对倒在近旁的人造成了进一步的戕害,以致灾祸之剧达到了极致。城邦已沦为悬崖礁石般的境况,其不平整之处,仅在于那些唤起受难记忆的乱石依然耸立。 此城的灾难,已远远超出了我们所传闻的一切希腊事迹。以致我刚才提及的那些地方,其统治者的王宫与闺房确凿可见,城邦的若干部分至今尚存,你可以说它们是由大变小;但在这里,甚至连容留向导居住的寸土都未曾剩下。在别处你尚能见到墓冢与胜标,而在这里,连坟茔亦未能免遭蹂躏;城邦的外围与内部同样遭遇了劫难,城邦本身反倒化作了公民的冢墓。乘船驶来的人不再能从开阔海面上瞻望城邦,登岸之后反须探寻何物曾是何物,目之所及乃是一座荒蛮畸形的山岗而非城邦:它与自身昔日的反差,以及与他邦不幸的悬殊,竟至于此。 因此,无论你们言说何事、付诸何行,皆情有可原。然而即便局势如此,仍须忍耐,应当认定那句古训是正确的:既成之事已不可更改,即便你们百般怨怼并斥责命运,即便你们以各种方式因沮丧而自我摧残,亦复如是;而在如此境况下,尽可能体面地承受这一切,乃是不小的获益。你们并不缺少不幸,无需再为其增添重负;相反,若能减轻已然降临的灾患,不断寻求力所能及的慰藉之机,你们方可谓明智且行所当行。而且你们应当知晓,无论幸存者数量几何,你们依然是罗得人,命运并未剥夺你们在希腊人与异邦人中所享有的这一崇高而尊贵的名号,你们理当展现出无愧于此名号的气节。 罗得人啊,倘若以往曾有机缘,那么如今正当其时:从重重危难中自救,扶助本岛的族类,堂堂正正地抵御命运,牢记你们那位同胞舵手的名言——当船只遭遇风暴、他预料即将沉没时,道出了那句脍炙人口的话:‘然而,波塞冬啊,须知我必将使船笔直地沉没!’这意谓他在眼前的厄运中绝不行卑劣屈从之事,而是在悲惨毁灭之前必先尽完自身的一切职责;因为尽管船只的毁灭与沉没始终由命运主宰,但在那之前当行之事却不再取决于旁人,而是每个人对自己所负的职责,这亦是人唯一能够自主之事,决不可在生时将其舍弃。因此,你们切莫因在危机中增添卑怯,而将业已倾覆的城邦进一步推向深渊;既然城邦已在重击之下先行沉沦,你们余下的人就当守住自身的气节。因为倘若城邦——〔即〕在场的你们——显得比一个人更为怯懦,未能表明即便身处不幸亦深知自身尊严,那将是可耻之事,必招致内部的责难。如此,人们也会认为你们本不应遭受这一切。因为我认为,即便在兵戈之中亦是高尚的……

语法注5 条
  1. 541αὐτὴν, ἐπεὶ τῇ γε ἀξίᾳ πάντʼ ἦν ἴσα.

    句首的 αὐτήν 接续上一段落末尾的不定式短语 ὅσον ὁρίζειν,作其宾语(“仅具有界定城邦自身的作用”)。其后的理由从句 ἐπεὶ... 解释了为何城墙未对城内产生隔绝与压迫感,补充说明所有建筑在尊严与价值上均平齐统一。

  2. 541τῆς τέχνης δεύτερος

    τῆς τέχνης 为形容词 δεύτερος 所支配的比较属格,意为“次于技艺的”。此语强调象牙与黄金等贵重物料本身的价值,比起赋予其形态的高超技艺(τέχνη)而言乃退居次席。

  3. 541παρὰ τοσοῦτον οὐκ ἰσόπεδος, ὅσον οἱ τὴν μνήμην τοῦ πάθους ἀνακινοῦντες ἀνίσχουσι λίθοι.

    相关句式 παρὰ τοσοῦτον... ὅσον...(“仅在……的程度上不同”)。介词 παρά 表示差异的度量:“城邦不平坦的程度,仅在于耸立的乱石凸起的幅度”,以沉痛的反讽手法描绘出除隆起的断壁残垣外整座城市已被彻底夷平的惨象。

  4. 542ὀρθὰν τὰν ναῦν καταδύσω

    引语保留了罗得方言(多利斯方言)的形式(长母音 ᾱ:ὀρθάν, τάν)。动词 καταδύσω 在此处作及物动词(使役用法,“使……沉没”),意指绝不让船只倾覆失控,而要在笔直坚守航向的状态下沉入水中,表达誓死尽责的气节。

  5. 542ὡς οὐδὲν ἂν πράξας... ἀλλὰ πάντα ἂν τὰ αὑτοῦ πληρώσας

    连词 ὡς 引导带有 ἄν 的分词结构(πράξας ἄν, πληρώσας ἄν),相当于间接引语中带有 ἄν 的定式动词,表示主观动机或潜在/虚拟的决意:“意味着他在眼前情形下决不做出卑劣之事,而必先履行自身的一切职责”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0284.tlg043.humanitext-grc2:541-542