← 阿里斯·台德斯

罗得岛演说

§539-540

哀悼罗得岛地震后的倾覆与昔日辉煌

演说者向罗得的幸存者致意,哀悼罗得城邦的覆灭,深情追忆其往昔通过壮丽港口、船坞、舰队、神庙、整齐建筑与雄美城墙所展现的活生生的辉煌盛景。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§539

ἄνδρες οἱ περιλειπόμενοι Ῥοδίων, τῶν μὲν συμβεβηκότων οὔτε ἐπιλαθέσθαι ῥᾴδιον οὔτε μεμνημένους μετρίως φέρειν. μὴ γὰρ ὅτι ὑμῖν,1 οἵ ποτε εὔχεσθε Ῥόδον οἰκεῖν, ἀλλὰ καὶ τοῖς ὅλως τελοῦσιν εἰς Ἕλληνας, τίς ἂν μείζων συμφορὰ τῆς παρούσης γένοιτο, τοῦ κόσμου τοῦ κοινοῦ γένους ἀπολωλότος; μάλιστα δʼ ἄν τις στενάξειεν ἐνθυμηθεὶς ὅτι πρόσθεν μὲν τοῦτο μέγιστον εἰπεῖν ἦν περὶ τῆς πόλεως διαλεγόμενον, ὅτι παρὰ μὲν τοῖς ἄλλοις λόγους ἐστὶν ἀκοῦσαι καὶ τροπαίου τι λοιπὸν ἰδεῖν καὶ μνῆμα καὶ κρήνην, καὶ δείκνυσιν ὁ περιάγων ἐν ἀμυδροῖς τοῖς γνωρίσμασιν, οὑτοσὶ μὲν Σεμέλης θάλαμος, οὑτοσὶ δὲ Ἁρμονίας, ἢ Λήδας, ἤ τι τῶν τοιούτων, παρʼ ὑμῖν δὲ μόνοις γενόμενον ἦν ἰδεῖν ἀκριβῶς, οὐκ ἀκοῦσαι τὴν πόλιν ἥτις ἦν. ὥσπερ γὰρ ἀρτίως ἀπειργασμένης2 ἅπαντα ἐφαίνετο, ὥστʼ εἶναι τὸ πρᾶγμα μὴ θρήνῳ προσεοικὸς, ἀλλʼ ἔκπληξιν καὶ ζῆλον ἅπασιν ἔχον τοῖς ὁρῶσιν. εἰσπλέοντι μὲν εὐθὺς λιμένες τοσοῦτοι καὶ τηλικοῦτοι, προβλῆσι λίθοις εἰς τὸ πέλαγος ἐξανεστηκότες, οἱ μὲν τοὺς ἀπʼ Ἰωνίας, οἱ δὲ τοὺς ἀπὸ Καρίας δεχόμενοι, οἱ δὲ τοὺς ἀπʼ Αἰγύπτου καὶ Κύπρου καὶ Φοινίκης, ὥσπερ ἄλλος ἄλλῃ πόλει πεποιημένος εἰς ὑποδοχήν. ἐπικείμενα δὲ τοῖς λιμέσι τὰ νεώρια ὅσα καὶ οἷα ἦν, ὅτε τῆς θαλάττης ἐκρατεῖτε, καὶ οὐδὲν ἐλάττω παρὰ τὸν χρόνον, οὐδʼ εἰκάζειν ἀναγκάζοντα ὅπου ποτʼ ἦν ἄρα, ἀλλʼ αὐτὰ ὁρώμενα ἐκπλήττοντα. ὧν καὶ τὰς στέγας εἴ τις ἄνωθεν κατεθεάσατο, εἴκασεν ἂν πεδίῳ κρεμαστῷ τινι. τριήρεις δʼ ἐπὶ τούτοις ὑπῆρχεν ἰδεῖν δικρότους καὶ τρικρότους καὶ εἰς ἑπτὰ καὶ εἰς ἐννέα στοίχους, τὰς μὲν πλοΐμους, τὰς δʼ ἀποκειμένας ὥσπερ ἐν ταμιείῳ. ὧν εἴ τις ἐβούλετο πλεῖν ἡντινοῦν καθελκύσας, ἐξῆν. ἑτέρων δʼ ἐμβόλους χαλκοστόμους, τοὺς μὲν περὶ τοὺς λιμένας, τοὺς δὲ ἐν τοῖς ἄνω τόποις τῆς πόλεως μεμερισμένους σὺν πολλοῖς καὶ λαμπροῖς τοῖς λαφύροις, τοὺς μὲν ἀπὸ τοῦ Τυρρηνῶν λῃστικοῦ, τοὺς δʼ ἀπὸ τῶν ἔργων τῶν σὺν Ἀλεξάνδρῳ, τοὺς δʼ εἴ ποθεν αὐτῶν ἕκαστος εἰσῆκτο εἰς τὴν πόλιν. τεμένη δὲ θεῶν καὶ ἱερὰ καὶ ἀγάλματα τοσαῦτα μὲν τὸ πλῆθος, τηλικαῦτα δὲ τὸ μέγεθος, τοιαῦτα δὲ τὸ κάλλος, ὥστʼ ἄξια εἶναι τῶν ἄλλων ἔργων χαριστήρια, καὶ ὡς μὴ εἶναι διακρῖναι τί τις αὐτῶν μᾶλλον θαυμάσειεν· ὧν γε καὶ ἓν τὸ τυχὸν ἱκανὴν ἑτέρᾳ πόλει φιλοτιμίαν εἶχεν. ἐπὶ δὲ τούτοις εἰκόνας μὲν χαλκᾶς πρὸς ἁπάσας τὰς ἐν τῇ λοιπῇ Ἑλλάδι, γραφὰς δὲ τέχνης πάσης ἄλλας ἀλλαχοῦ τῆς πόλεως ἀνακειμένας, καὶ κόσμους τοὺς μὲν μόνους ὄντας ἐνταῦθα, τοὺς δὲ καλλίστους· καὶ τὴν μὲν ἀκρόπολιν πεδίων καὶ ἀλσῶν μεστὴν, τῆς δʼ ἄλλης πόλεως οὐδὲν ἕτερον ἑτέρου ὑπερέχον, ἀλλὰ διαρκῆ καὶ ἴσην τὴν κατασκευὴν οὖσαν, ὡς γένοιτʼ ἂν οὐ πόλεως, ἀλλὰ μιᾶς οἰκίας. ἀγυιὰς δὲ ἐξ ἀρχῆς εἰς τέλος διηνεκεῖς, ἥκιστα ἀξίας καλεῖσθαι στενωπούς· λαμπρὰν δὲ λαμπρῶς ἀποτεταμένην πανταχῆ τὴν πόλιν. τὸ δὲ ἐπὶ πᾶσι καὶ πρὸ πάντων θαῦμα3 καὶ ὀφθαλμοῖς κόρον οὐκ ἔχον, τὸν τῶν τειχῶν κύκλον καὶ τῶν ἐγκαταμεμιγμένων πύργων τὸ ὕψος καὶ κάλλος, ἀντὶ λαμπτήρων τοῖς προσπλέουσιν ὂν, ὥστʼ εἶναι μόνον τοῖς εἰς Ῥόδον καταίρουσι καὶ προσορῶσι μείζοσιν εὐθὺς τὴν γνώμην γίγνεσθαι. τὸ δὲ πάντων κάλλιστον οὐκ ἀπηρτημένον τὸν κύκλον τοῦτον τῆς ἄλλης πόλεως οὐδὲ κενὸν οὐδὲν ἐν μέσῳ ποιοῦντα, ἀλλὰ προσεχῆ τῇ πόλει, ὥσπερ στέφανον κεφαλῇ περιθέοντα. μόνην δὲ ἦν εἰπεῖν τὴν Ῥόδον καὶ κατʼ οἰκίαν καὶ κοινῇ τετειχίσθαι. ἐώκει γὰρ αὐλῆς ἕρκει τὰ τείχη καὶ τοσοῦτον ἠδύνατο παρὰ τὴν εἴσω πόλιν, ὅσον ὁρίζειν

罗得人中的幸存者啊,对于已经发生的不幸,既不容易将其忘却,也不容易在铭记的同时节制地承受。因为且不说你们这些曾祈愿定居罗得的人,即使对于全体归入希腊人之列的人而言,在我们共同族类的荣耀装饰荡然无存之际,还有什么比当下的灾祸更为巨大呢?当人们思及昔日谈论这座城邦时最引以为傲的说法,便最会发出叹息:在别处,人们只能听闻传说,见到胜标的残迹、墓冢与泉水,而向导在模糊的遗迹中指点道:“这是塞墨勒的居室,这是哈耳摩尼亚的,或是勒达的”,诸如此类;然而唯独在你们这里,来到此地的人能够确切地亲眼看见、而非仅凭耳闻这座城邦原是何等模样。因为一切事物都显现得如同刚刚落成一般,以致这一景致绝非令人悲叹,而是令所有目睹者充满震撼与向慕。 对于乘船驶入的人而言,立刻便有如此众多且宏伟的港口展现在眼前,它们借由探入开阔海面的突堤石工而耸立,有的接纳来自伊奥尼亚的人,有的接纳来自卡里亚的,有的则接纳来自埃及、塞浦路斯和腓尼基的人,仿佛每一座城邦都有一座专为接待而造的港口。而俯临港口的船坞,其数量之多与规模之巨,一如你们称霸海洋的时代,未因岁月的流逝而有丝毫削减,亦不强迫人们去揣测它昔日究竟位于何处,而是凭借其昭然可见的实体令人叹服。若是有人从上方俯瞰其屋顶,定会将它们比作某种悬空的平原。此外,还可以见到双层划桨船、三层划桨船,乃至具有七层和九层划桨纵列的战舰,有的适于航海,有的则如同存放在仓库中一般封存;其中若有人想要拖曳出任意一艘扬帆出海,尽可如愿。另外还有别样船只的青铜冲角,部分散布在港口四周,部分分布于城中的高处,伴随着众多辉煌的战利品,有的取自第勒尼安人的海盗之战,有的取自与亚历山大同行的壮举,有的则是各自从被俘获之地运入城中。神明的圣域、神殿与雕像,在数量上如此之多,在体量上如此之巨,在形貌上如此之美,以致足以作为其余伟业当之无愧的感恩奉献,让人根本无法辨别其中究竟哪一座更值得赞叹;即便是其中任意一件,也足以成为另一座城邦巨大的骄傲。除此以外,还有足以匹敌希腊其余各地总和的青铜造像,以及展现诸般精湛技艺、陈设于城邦各处的图画,更有诸般装饰,有的唯此地独有,有的冠绝群伦;卫城之上遍布平畴与圣林,城邦的其余部分亦无高下相凌,而是结构均一齐整,宛若并非一座城邦,而是一所浑然一体的邸宅。街道自始至终连绵贯通,绝不配被称为窄巷;辉煌的城邦在各处都辉煌地延展。而在这一切之上、先于一切令人惊异且令双目百看不厌的,乃是城墙的周匝以及点缀其间的城楼的高度与宏美,它们对驶近的船只而言宛如灯火,以致唯有抵靠罗得并望见它们的人,心志方能立刻随之昂扬。而最为绝妙的是,这圈城垣并未与城邦的其余部分割裂,中间亦未留有任何空隙,而是紧密依附于城邦,如同一顶冠冕环绕在头颅之上。 诚然,唯有罗得可以说既依户而筑,又为全城统合设防。因为城墙好似庭院的围垣,对于城内部分而言,其作用仅在于划定边界。

语法注3 条
  1. 539μὴ γὰρ ὅτι ὑμῖν

    惯用省略结构 μὴ ὅτι(此处带有小词 γάρ),意为“且不说……”或“不仅……”,与后文的 ἀλλὰ καὶ……(“而且对于……也”)相呼应,将前者视为理所当然并强调后者。

  2. 539ὥσπερ γὰρ ἀρτίως ἀπειργασμένης

    完成时被动分词 ἀπειργασμένης 构成独立属格结构,其逻辑主语 τῆς πόλεως(城邦)依据语境被省略。与表示比况的 ὥσπερ 连用,意为“宛如(城邦)刚被完工一样”。

  3. 540τὸ δὲ ἐπὶ πᾶσι καὶ πρὸ πάντων θαῦμα

    句首的中性主格短语 τὸ δὲ ... θαῦμα 作为引领主题的成分出现,但紧接着后文同位语转换为阳性宾格 τὸν τῶν τειχῶν κύκλον,而中性单数分词 ὂν 则与 τὸ ὕψος καὶ κάλλος(或 τὸ θαῦμα)协调。这属于修辞性的句式转换(破格,或承接前文 ὑπῆρχεν ἰδεῖν 这一动作观念的宾语同位)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0284.tlg043.humanitext-grc2:539-540