← 阿里斯·台德斯

致诸城:论和谐

§535-536

注重公民德性与呼吁平素修好

演说者指出城邦的真正价值在于公民明理自立而非外在建筑,援引善待友邻当知退让的箴规与皇帝的诏令戒饬纷争,呼吁各邦不仅在危难时、更当在平时恪守和睦。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§535

αὐτοὺς εἰδότας, αὐτοὺς ὀνομάζοντας, φιλοτιμουμένους τῇ προσρήσει τὰς τῆς ὁμονοίας ἀφορμὰς εἰς τὴν στάσιν ἐκτρέπειν, καὶ ταῖς τῶν ὀνομάτων εὐφημίαις εἰς δυσχέρειαν τῶν πραγμάτων καταχρῆσθαι, καὶ νοσεῖν ἐκ τούτων ἐξ ὧν εἰκὸς ἦν ἀπαλλάττεσθαι τίς οὐκ ἂν φαίη παραπλήσιον εἶναι ὥσπερ ἂν εἴ τινες ἐκ τῶν φαρμάκων τῶν πρὸς σωτηρίαν παρεσκευασμένων μὴ ὅτι βέλτιον ἀπαλλάττοιεν, ἀλλὰ καὶ διαφθείροιντο;1 μηδαμῶς, ὦ χρηστοί. τῷ μὲν γὰρ αὔξειν ἐθέλειν τὰς αὑτῶν πατρίδας καὶ τὰ ὑπάρχοντα κοσμεῖν οὐδʼ ἂν εἷς νεμεσήσειεν, ὃ δὲ τούτῳ πρόσεστιν ἀηδίας ἀφελεῖν ἔγωγε συμβουλεύω. ἔσται δὲ τοῦτο εἴπω βούλεσθε πῶς; ἀλλʼ ὅπως ἀκούσεσθε εὐμενῶς· ἐὰν, ὦ μακάριοι, τοῦ θαυμάζειν τοὺς λίθους ἀνῆτε μικρόν τι καὶ νομίσητε πλείονος ἀξίους ὑμᾶς αὐτοὺς τῶν οἰκοδομημάτων καὶ πιστεύσητε ἀληθὲς εἶναι τὸ πάλαι τοῦτο, ὡς ἄρα οὐ τείχη οὐδὲ ᾠδεῖα οὐδὲ στοαὶ οὐδὲ ὁ τῶν ἀψύχων κόσμος αἱ πόλεις εἶεν, ἀλλʼ ἄνδρες αὑτοῖς εἰδότες θαρρεῖν. τοῦτο δʼ ἐστὶν οὐ τὸ τῶν πλησίον εἰκῆ καταφρονεῖν οὐδὲ τὸ πάντʼ αὐτοὺς ἔχειν οἴεσθαι, πόθεν; ἀλλὰ τὸ μικρὸν δὴ καὶ ἁπλοῦν τὸ εὖ φρονεῖν. οἱ γὰρ τοῦτʼ ἔχοντες ἐν ταῖς γνώμαις ἥκιστα μὲν εἰς τείχη καὶ λιμένας καταφεύγουσιν, ἥκιστα δὲ χρημάτων καὶ στοῶν καὶ πάσης ἐπακτοῦ φιλοτιμίας προσδέονται, ἴσασι δʼ ὅτι κἂν ὑπαίθριοι σκηνῶνται, οὐδέν εἰσι φαυλότεροι Βαβυλωνίων μεθυόντων εἴσω πυλῶν. πάντων δὲ κάλλιστον ὑπάρχει πρὸς εὐθυμίαν αὐτοῖς· οὐ γὰρ ἡγοῦνται προσθήκην αὑτοὺς εἶναι τῶν ὑπαρχόντων, ἀλλὰ πάνθʼ ὅσα ἂν κτήσωνται δεύτερα ἑαυτῶν εἶναι νομίζουσι. καὶ μὴν ἐκεῖνα μὲν τὰ καλλωπίσματα καὶ δαπάνης καὶ χρόνου καὶ τῆς παρὰ τῶν βαναύσων βοηθείας προσδεῖται, τοῦτο δʼ ἐν μέσῳ πᾶσι πρόκειται τοῖς δυνατοῖς ἰδεῖν καὶ οὐδὲν δεῖ πραγματείας, ἀλλʼ ἀπόχρη βουληθεῖσιν ἔχειν τἀγαθόν. δεῖ δὲ τοὺς ὀρθῶς βουλευομένους τῶν μὲν πολεμίων πάντως ἐθέλειν κρατεῖν, τῶν δʼ ἐπιτηδείων εἰδέναι ὅτε καιρὸς ἡττᾶσθαι.2 οὐ γὰρ ἅπασα νίκη καλὴ, οὐδʼ ἐκ θεῶν ἀνθρώποις παραγίγνεται. μεστὴ δὲ καὶ ἡ τραγωδία τῶν ταῦτα παραινούντων. ὁ μέν γέ τις αὐτῶν που λέγει "φίλων γὰρ ἄρξεις μὴ κρατῶν ὅσον θέλεις, "ὁ δʼ αὖ φησι "κρατεῖς τοι τῶν φίλων ἡσσώμενος." Δημοσθένης δὲ ἐπιστέλλων Ἀθηναίοις περὶ τῆς ὁμονοίας τὴν μὲν ἐν τοῖς τοιούτοις ἧτταν καλὴν καὶ προσήκουσαν ἔφη νίκην παρὰ τοῖς εὖ φρονοῦσι κρίνεσθαι λέγων, ἣν γονέων υἱεῖς ἡττῶνται, ὃ καὶ πολῖται συγχωροῦσιν ἀλλήλοις. ἐὰν οὖν καὶ ὑμεῖς τούτοις τοῖς λογισμοῖς ἐθελήσητε χρήσασθαι καὶ πρῶτον μὲν αὐτοὶ γνώμης οὕτως ἔχητε ὥστʼ ἀντʼ ἐραστῶν ἀλλήλοις καταστῆναι, ἐνθυμηθέντες ὡς οὐδʼ ὅστις κάλλιστος ἑαυτοῦ πώποτʼ ἠράσθη, ἀλλʼ ἑτέρου του, ἔπειτα δὲ καὶ τοῖς προεστηκόσι καὶ πολιτευομένοις παρʼ ἑκάστοις ὑμῶν παραστῇ τὸ ἐπʼ ἀδείας ταῦθʼ ὑμᾶς κατεπᾴδειν, καὶ τὸν αὐτὸν τρόπον ὅνπερ νῦν τὰ πρὸς τὴν φιλονεικίαν ἐξάγοντα πάνθʼ εὑρίσκουσι καὶ λέγειν καὶ πράττειν, οὕτω τοῦ λοιποῦ περὶ τῆς φιλίας καὶ τῆς ὁμονοίας τῆς πρὸς ἀλλήλους ὑμῶν φιλοτεχνεῖν, ἴσως ἂν ὥσπερ ἄλλο τι πρᾶγμα τῆς προσηκούσης μελέτης τυγχάνον καὶ τοῦθʼ ὑμῖν ἀκριβωθείη τε καὶ συμμείνειεν ὡς εἰπεῖν ἐν τῷ τῆς εὐχῆς ῥήματι. νῦν δʼ οὕτως ἀλογίστως διακείμεθα ὥστε ὑφʼ ὧν μὲν οὐδʼ ὁτιοῦν χρηστὸν πείσεσθαι προσδοκῶμεν, ὑπὲρ τούτων ἐρίζομεν καὶ μαχόμεθα, ὧν δʼ ἐξῆν ἡμῖν ἐπιεικείᾳ χρωμένοις ἀπολαύειν παρʼ οὐδὲν ποιούμεθα, καὶ ταῦθʼ, ὥς γʼ ἐγὼ μέμνημαι, καὶ τοῦ κρατίστου τῶν βασιλέων καὶ πάντας παιδείᾳ παρελθόντος αὐτοῦ διαρρήδην περὶ τούτων ἐπιστείλαντος τὸ κατʼ ἀρχὰς εὐθὺς καὶ ὑποσχομένου τούτους βελτίστους καὶ ἀρίστους κρινεῖν, οἵτινες ἂν τῆς ὁμονοίας ἄρχωσιν ἑκόντες εἶναι.3 νῦν δʼ ὅταν μὲν σεισμὸς ἤ τις κίνδυνος καταλαμβάνῃ, γνωρίζομεν ἀλλήλους καὶ συνευχόμεθα καὶ διὰ τοὺς ἑτέρους ἅτεροί φασι σώζεσθαι, ὥστε πολλὴν ἄξιον εἶναι τοῖς κινδύνοις χάριν εἰδέναι, ἐπειδὰν δὲ ἐφʼ ἡμῶν αὐτῶν γενώμεθα καὶ τοῦ πράττειν ἃ βουλόμεθα, αὐτοὶ καθιστάμεθα ἡμῖν αὐτοῖς ἀντὶ τῶν σεισμῶν, καὶ οὔτε ἡσυχίαν ἄγειν οὔτε κοινόν τι φρονῆσαι δυνάμεθα,

然而,那些心知肚明、亲口称述这些事物、并以此称号自诩的当事人,竟将促进同心协力的机缘转为党争内讧,滥用名称的吉庆以致引发政事的窘迫,甚至因本该带来痊愈的事物而身染重疾,试问有谁不会说这犹如某些人服用了旨在救命的药物,不仅未能好转,反倒因此丧命?万万不可如此,各位善人!因为若说期望光大自己的城邦并修饰现有的产业,决不会有任何人横加责难;但我所劝告的是,应当除去附着于此的怨憎反目。你们想听我说说这究竟该如何实现吗?但愿你们能善意垂听:幸福的人们啊,只要你们能把对顽石的赞叹稍微减轻几分,认定你们自身远比那些建筑物更为宝贵,并笃信这句自古流传的明训是真实的:城邦绝非城墙、亦非乐堂、亦非柱廊、更非无生命之物的点缀,而是懂得自立自信之人。这并非指轻率藐视邻里,亦非自以为拥有一切——何至于此?——而不过是拥有那微小而质朴的良知明理。盖心怀此念之人,最不会退缩于城墙与港口之后,最不需要金钱、柱廊以及一切外来的浮华夸耀,他们深知纵使露宿荒野,也绝不亚于在深门内纵酒沉醉的巴比伦人。对他们而言,最有助于内心怡然自得之物本已具备:因为他们并不认为自己是产业的附属品,而是视一切所获之物皆次于自身。况且,那些外在的修饰既耗费资财,又耗费岁月,还需仰仗匠人的协助;然而这内在的良善却公然摆在所有具备眼力的人面前,毫不需任何繁复周折,只要立志想要,便足以坐拥此善。凡运筹帷幄得当者,固当立志压倒仇敌,但对于至亲挚友,则必须通晓何时当退让服输。因为并非一切胜利皆属光彩,亦非皆由神明赐予凡人。悲剧作品中亦满溢着进献此番劝诫的辞章。其中一位诗人在某处便写道:“盖不随心所欲逞威强求,汝方能统御友朋”,另一位又云:“退让于友,方显胜友之道。”德摩斯梯尼在就合意同德致信雅典人时亦称,明智之士会将此等事上的退让视为一种崇高而恰如其分的胜利,正如有子退让于父母,城邦公民之间彼此谦抑。因此,若你们亦愿采纳这些理智的思考,首先在思想上做好准备,使彼此互为情投意合之人——切记无论何等俊美之人,亦从未曾恋慕自身,而必恋慕他人;其次,在你们各邦执掌大权、参决政务之士若能安心毫无顾忌地以这些劝诫化导你们,并一改往昔挖空心思巧言令色挑唆争斗之举,今后悉心经营你们相互之间的友谊与和谐,那么或许就像其他任何获得应有操练的事物一样,此等和睦亦能在你们手中臻于完善,宛如恒久留存于祈愿的词句之中。而如今,我们竟昏乱至此:对于那些我们并不指望能从中得到丝毫益处之事,我们为之争执喋血;而对于凭仗温和谦退本可安享之物,我们却视若无睹;更何况,就我记忆所及,那位至尊至圣且学问冠绝今古的君王,早在当初便就这些事务亲笔明确致信,许诺凡自愿领头倡导和睦之人,必将裁定其为至善至优之辈。然而时至今日,每当大地震或某种危难临头之际,我们尚能辨认出彼此,共同祷告,各方皆称赖对方之助得以保全,以致甚至应当对危难深表感激;可一旦我们重归自处,有了随心所欲行事的权力,我们自身倒反成了降临于己的地震,既无法享受安宁,亦无法怀有任何共同的想法。

语法注4 条
  1. 535μὴ ὅτι βέλτιον ἀπαλλάττοιεν, ἀλλὰ καὶ διαφθείροιντο

    习惯短语 μὴ ὅτι ... ἀλλὰ καί 表示“不仅未……反倒……”(源于省略句“且不说……”)。此处使用希求法 ἀπαλλάττοιεν 与 διαφθείροιντο,是因为它们从属于前面的虚拟比较从句 ὥσπερ ἂν εἴ τινες。

  2. 535τῶν δʼ ἐπιτηδείων εἰδέναι ὅτε καιρὸς ἡττᾶσθαι

    属格 τῶν ἐπιτηδείων 与前半句的 τῶν μὲν πολεμίων κρατεῖν(“压倒仇敌”)形成严格对仗。在语法上,它由不定式 ἡττᾶσθαι(“退让于、输给”)所支配,作比较或分离属格;语序上提前至分句之首以强化对比。

  3. 536ἑκόντες εἶναι

    成语性限制绝对不定式结构 ἑκὼν εἶναι(此处因主语为复数而作 ἑκόντες),意为“自愿地”、“在意志所及的范围内”。虽常用于否定句,此处在肯定句中用以强调自觉主动的开创性。

  4. 535τὸ δʼ αὐτοὺς εἰδότας

    承接上一段落末尾的连接短语 τὸ δʼ(“然而事实却是……”),此处展开了带不定式的宾格句结构(αὐτοὺς... ἐκτρέπειν... καταχρῆσθαι... νοσεῖν),充当主句疑问句 τίς οὐκ ἂν φαίη παραπλήσιον εἶναι... 在逻辑上的主语或主题成分,与前文假设的“懵然不知”形成鲜明对比。

    未在正文中定位

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0284.tlg042.humanitext-grc2:535-536