← 阿里斯·台德斯

致诸城:论和谐

§537-538

效法宇宙与君王和睦的结语

演说者以宇宙的和谐与君王之间的和睦为典范,斥责城邦间徒劳的分歧内耗,并勉励众人转而在美德与和解上争当先锋,以此结束全篇演说。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§537

ὥσπερ δὲ ἐν τρυτάνῃ φορτίων ἐξαιρεθέντων ἄνω καὶ κάτω κινούμεθα τὴν διὰ κενῆς,1 οὕτως ἔοικέ τι καὶ τρυφῆς ἐνεῖναι τῷ πράγματι. οὐ παύσεσθε, ὦ θαυμάσιοι, καὶ γνώσεσθε ὅτι ταῦτα μὲν οἷς προσκείμεθα εἰ καὶ πολλοῦ τινος ἄξια, ἀλλʼ οὖν θνητὰ καὶ τῆς δευτέρας μερίδος, γνώμη δὲ ἀγαθὴ πάντων οἰκειότατον τοῖς κρείττοσιν, ἧς οὐκ ἐλάχιστον μέρος τὸ πρὸς φιλίαν ἐπιτηδείως ἔχειν; μὴ γὰρ οἴεσθε2 ἐν μὲν ταῖς πολιορκίαις τὸ διεσπάσθαι ταῖς φυλακαῖς ἁπάντων ἀλυσιτελέστατον εἶναι, ἐν δὲ ταῖς πολιτείαις καὶ ταῖς πρὸς ἀλλήλους ὁμιλίαις τὰ πολλὰ μέρη λυσιτελεῖν, ἀλλὰ τὴν ἁρμονίαν εἴπερ που κἀνταῦθα κρατεῖν. οὗτος ὁ τῶν πόλεων κόσμος ἀληθινὸς, τοῦτο μέγιστον φυλακτήριον, τοῦτο σχῆμα κάλλιστον. ταῦτʼ ἐστὶν ἄνω βλεπόντων,3 οὐκ εἰς ὀρύγματα καὶ πέτρας, ταῦθʼ ὡς ἀληθῶς ἑορακότων τὴν φύσιν, οὐ τὴν τῶν λίθων οὐδὲ τῶν ξύλων, ἀλλʼ ὑφʼ ᾗ πάντα ἄγεται, ταῦτα ὃ τῆς θείας πολιτείας μέρος ἡμῖν ἐπιβάλλει μετειληφότων, ἐπεὶ καὶ τὸν πάντα οὐρανὸν καὶ κόσμον, ὃς τὸ κάλλιστον ἁπάντων σχῆμα καὶ πρόσρημα εἴληφε, μία δή που γνώμη καὶ φιλίας δύναμις διοικεῖ· καὶ μετὰ ταύτης ἥλιός τε πορεύεται τὴν αὑτοῦ χώραν φυλάττων διʼ αἰῶνος καὶ σελήνης φάσματα καὶ ἀστέρων φορὰ χωρεῖ καὶ ὡρῶν περίοδοι καὶ τάξεις ἑκάστων πρὸς ἄλληλα καὶ ἀποστάσεις τε αἱ καθήκουσαι καὶ πάλιν ἁρμονίαι φυλάττονται, νικώσης τῆς ὁμολογίας, διαφορᾶς δὲ οὐδεμιᾶς ἐνούσης οὐδὲ ἐγγιγνομένης, ἀλλὰ τῷ θεσμῷ πάντων συγκεχωρηκότων καὶ μιᾷ γνώμῃ περὶ παντὸς τοῦ προσήκοντος χρωμένων. ὥστʼ εἰ τὸ μιμεῖσθαι τοὺς κρείττους εὖ φρονούντων ἐστὶν, εὖ φρονούντων ἂν εἴη καὶ τὸ ὡς οἷόν τε μάλιστα ἕν τι τοὺς σύμπαντας αὐτοὺς ἡγεῖσθαι. ὑπάρχει δʼ ὑμῖν καὶ τῶν ἀνθρωπείων παράδειγμα ἐν ὀφθαλμοῖς τὸ μέγιστον, οἱ πάντα ἄριστοι βασιλεῖς, οἷς πολλῶν καὶ μεγάλων ὑπαρχόντων κάλλιστον εἶναι δοκεῖ ἡ πρὸς ἀλλήλους ὁμόνοια καὶ σπουδή. ἐκεῖνοι μέντοι πασῶν πόλεων ἄρχοντες καὶ μειζόνων καὶ ἐλαττόνων ἁπάσαις κεκοίνωνται. καίτοι πῶς οὐκ ἄτοπον μακαρίζειν μὲν αὑτοὺς ὑπὸ τοιούτων ἀρχομένους, τούτους δʼ εἰς ὅσον ἔξεστι μὴ ἐθέλειν μιμεῖσθαι; καὶ μὴν βασιλεῖς μὲν ἄριστʼ ἂν ἄγοιεν τὰ τῶν ἀνθρώπων πράγματα τοῖς τῶν ὅλων κυρίοις ὁμοιοῦντες ἑαυτοὺς τοῖς θεοῖς, πόλεις δʼ ἄριστʼ ἂν ἄγοιντο ἐγγυτάτω τῆς τῶν ἀρχόντων γνώμης ἰοῦσαι. ἡμῖν δʼ ὅσῳ καὶ διαφερόντως τῶν ἄλλων ὑπάρχει τιμᾶσθαι καὶ ὑπὸ τῶν βασιλέων καὶ ὑπὸ τῶν κατʼ ἐνιαυτὸν ἐπισκόπων ἀφικνουμένων—ὅθεν γὰρ ἠρξάμην ἐνταῦθα καὶ λήξω— πῶς οὐ καὶ τὴν πρόνοιαν εἰκὸς εἶναι πλείω τοῦ μή τι φαίνεσθαι ποιοῦντας4 ὃ μὴ τούτοις ἂν δόξειεν οὐ καλῶς ἔχειν; μηδαμῶς. ἀλλὰ καὶ τῶν θεῶν ἕνεκʼ αὐτῶν καὶ τῶν θείων βασιλέων καὶ πάντων τῶν ὄντων καλῶν καὶ νενομισμένων βουληθῶμεν καταστῆναι καὶ μίαν ταύτην εἰ οἷόν τʼ εἰπεῖν φιλονεικίαν φιλονεικῆσαι πρὸς ἀλλήλους οἵτινες ἄρξουσι πρῶτοι τῆς ὁμονοίας καὶ οἵτινες πλείω καὶ σαφέστερα τῆς εἰς τοὺς ἑτέρους ἀρετῆς ἔργα ἀποδείξονται. ἐγὼ μὲν οὖν καὶ βούλομαι ταῦτα καὶ προσδοκῶ, καὶ τοὺς λόγους τούτους εἰρῆσθαί μοι δεξαίμην ἂν μᾶλλον ἢ τὰ πλεῖστα καὶ μέγιστα τῶν οἰκοδομημάτων ἀνεστακὼς ὑμῖν εἶναι, πλὴν ἱερῶν λέγω. ὑμεῖς δὲ ἂν μὲν πείθησθε, ἔργῳ δῆλον ποιήσετε ὅτι ὑμῖν οὐδὲν ἡμάρτηται, τοῖς δὲ ἀποκνήσασι5 μέχρι τούτου μνησθῆναι περὶ τούτων πρὸς ὑμᾶς· ἂν δὲ ἑτέρως, ὃ μὴ γένοιτο, σχῆτε, καλὴν αὐτοῖς τὴν ἀπολογίαν ποιήσετε. δόξουσι γὰρ ὀρθῶς σεσιωπηκέναι, συνειδότες ὡς ὑμῶν μὲν οὐδένα βελτίω ποιήσειν ἔμελλον, αὐτοὶ δʼ ἅπασιν ὑμῖν προσκρούσειν. ὥστʼ ἀμφότεροι φιλοτιμηθῶμεν, κἀμοί τε πρὸς ὑμᾶς εἰρήσθω μετὰ πάσης εὐνοίας ἅμα καὶ ἀνδρείας τὰ βέλτιστα, ὑμεῖς τε ὅτι οὐ μάτην ταῦτʼ ἐστὶ λέγειν πρὸς ὑμᾶς, ἀλλʼ ἴστε χρῆσθαι τοῖς τὰ βέλτιστα συμβουλεύουσι, τοῦτʼ ἐπιδείξατε.

正如天平上卸去重载后,我们只是徒然地上下晃动一般,在这桩情事中似乎亦潜藏着某种骄奢放纵。奇妙的各位啊,难道你们不愿止息争竞,认识到我们所执迷的这些事物哪怕极有价值,终究不过是必朽之物,属于次等之列,而纯正的心智方是属于神圣高等之辈最本质的秉性,且善于结交友爱更占其不小的部分吗?切莫以为,在围城战中戍卫分散乃万事之至不利者,而在城邦政事与相互交往中分门立派倒反有利;而当认定,和谐若在任何地方当居主导,在此处亦当居于主导。此乃城邦之真正华饰,此乃最巨之藩篱护卫,此乃至美之形相气度。此等作为方属于昂首仰望者,而非低头俯视坑堑与岩石之人;方属于真正洞悉自然之人——非指頑石与朽木之自然,而是万物由之受统摄的真正自然;亦属于承受了分给我们的神圣政制份额之人。因为就连承受了万物中最美形态与名号的整座苍穹与宇宙,委实亦是由唯一的理智与友爱的力量所统驭;伴随于此,太阳循行于自身界域,永世谨守不渝,明月之圆缺与星辰之周行循规而进,四时之巡回、各物之相契序列、应有之间距与和谐复归维系,同心共济克享统制,既无任何争竞存留亦无分歧滋生,万物尽皆顺从法度,就一切当行之务共秉一念。因此,倘若效法更优越者乃明达之士的本分,那么在力所能及的范围内将全体同胞视为浑然一体,亦当是明达之士的本分。况且在人间万事中,你们眼前便矗立着最伟大的楷模,即那些在凡事上登峰造极的皇帝,对他们而言,尽管坐拥诸多宏伟基业,彼此间的同心协力与拳拳盛意方显至善至美。他们统御所有城邦,无论巨细,皆能等同视之、同舟共济。然而,自庆受治于此等至尊,却不愿竭尽所能予以效法,岂非乖谬至极?况且,君王惟有使自身肖同于统御万物的诸神,方能最善地治理凡尘诸事;而城邦惟有尽可能贴近执政者的心智意旨,方能得致至佳的治理。既然我们——容我归结至我开宗明义之处——不仅蒙君王,亦蒙岁岁莅临的视察官员格外优待荣宠,理所当然,我们难道不更应加倍审慎,绝不显露出任何在他们眼中看似不妥之举吗?断乎不可〔有此不妥之举〕!相反,为了诸神自身,为了神圣的皇帝,为了现存一切公认的美善法度,让我们立定心志,若容许我这般形容的话,让我们在彼此间竞逐这唯一的竞争:即看谁能率先倡导和睦,谁能就施于对方的美德展示出更多、更昭著的事迹。就我而言,我既切望亦期待这些,我更愿自己向你们陈述了这番言论,胜过为你们筑起最多、最巨的建筑——当然,神庙当属例外。若你们听从劝诫,便会以实际行动昭示:过咎绝不在于你们,而在于迄今为止仍畏缩不敢向你们进陈此事之人;但若你们采取相反的姿态——但愿绝非如此!——你们便为他们提供了绝佳的托词辩解。因为他们将被视为保持沉默实属得当,深知自己本无法使你们中的任何一人有所改善,反倒只会与你们所有人发生冲突。因此,让我们双方皆勉力争先:愿我既怀满腔善意又兼具勇气向你们说尽了至善之言,而你们亦当彰显,向你们进陈这番肺腑之言决非徒劳,你们深知该如何善待进献良策之人。

语法注5 条
  1. 537τὴν διὰ κενῆς

    阴性单数宾格作副词性短语,省略了名词(如 ὁδόν 或 κίνησιν),为惯用表达,意为“徒然地”、“空虚无目的地”。此处用以生动修饰卸下货物的重衡(τρυτάνη)在空中徒劳地上下晃动的状态。

  2. 537μὴ γὰρ οἴεσθε

    在由 μὴ οἴεσθε 引出的不定式结构中,前半句(ἐν μὲν ταῖς πολιορκίαις ... ἀλυσιτελέστατον εἶναι)是公认的事实,否定与禁止的重心落在后半对比句(ἐν δὲ ταῖς πολιτείαις ... τὰ πολλὰ μέρη λυσιτελεῖν)上。随后的 ἀλλὰ τὴν ἁρμονίαν ... κρατεῖν 则摆脱否定,转而承载肯定的思维指令(“而当认为……”)。

  3. 537ταῦτʼ ἐστὶν ἄνω βλεπόντων

    表示属性或特征的表语属性属格(genitive of characteristic)。意为“这些(认知与举止)乃属于仰望高处之人的特征”。接下来的分词 ἑορακότων 与 μετειληφότων 亦以同等构词形式与 ἄνω βλεπόντων 构成并列。

  4. 538τοῦ μή τι φαίνεσθαι ποιοῦντας

    带冠词的属格不定式短语(τοῦ ... φαίνεσθαι),作为名词 πρόνοιαν 的宾格性属格,表示“不显出在做……的审慎/顾虑”。不定式的逻辑主语依据语境中的第一人称复数以宾格分词 ποιοῦντας 呈现。关系从句中的双重否定(μὴ ... οὐ καλῶς ἔχειν)意指“任何在他们看来似乎不美(不恰当)之事”。

  5. 538ὅτι ὑμῖν οὐδὲν ἡμάρτηται, τοῖς δὲ ἀποκνήσασι

    完成时被动语态动词 ἡμάρτηται 所带的行为者与格(ὑμῖν 与 τοῖς ἀποκνήσασι)。该句虽略去了与 δέ 呼应的 μέν,但在逻辑上构成鲜明的对比省略结构,意即“犯下过错的决非你们(οὐδέν),而是那些迄今为止畏缩不敢言者”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0284.tlg042.humanitext-grc2:537-538