← 阿里斯·台德斯

致诸城:论和谐

§533-534

罗马统治的现实与先祖谦逊的回顾

演说者指出先祖当年安于依附强者而无意争霸,并阐明罗马治下的既定现实,严厉斥责各城邦对总督兼具阿谀与傲慢的荒唐举动,以及围绕本属共有的神庙与赛会挑起内讧的愚行。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§533

ἢ τί τοσοῦτόν ἐστι τὸ νικῶν τοὺς λογισμούς; οὐχ οἱ πρόγονοι μὲν ὑμῶν—καί μοι πρὸς Διὸς δοθήτω τι παρρησίας ἤδη· οὔκουν οἵ γε ἰατροὶ πάντα πρὸς ἡδονὴν ἰῶνται, ἀλλʼ ἀγαπητὸν, εἰ μὴ τὰ πλείω μετὰ ἀηδίας. φέρε δὴ καὶ τούτων βραχύ τι μνημονεύσωμεν, ἂν ἄρα ἀκούσαντες ὑφῆτε τοῦ φρονήματος ἀλλʼ ὁσονοῦν— ἐκεῖνοι τοίνυν ἠγάπων,1 εἴ τινʼ ἔχοιεν τὸν προεστῶτα ἑαυτῶν, καὶ διετέλουν ἐν τούτῳ τῷ σχήματι τοτὲ μὲν Ἀθηναίους εὐεργέτας νομίζοντες ἐλευθεροῦντας σφᾶς ἀπὸ τῶν βαρβάρων, πάλιν δὲ Λακεδαιμονίους ἀπʼ Ἀθηναίων, αὖθις δʼ αὖ Φιλίππῳ καὶ Ἀλεξάνδρῳ διδόντες αὑτοὺς ἀσμένως, οὕτω σφόδρα ἀσχόλως εἶχον πρὸς τὸ πρωτεύειν.2 ἀλλὰ μὴν τά γε νυνὶ πράγματα καὶ τὸν καθεστηκότα ἀγαθῇ τύχῃ θεσμὸν τίς οὕτω παῖς ἐστιν ἢ πρεσβύτης ἔξω τοῦ φρονεῖν, ὅστις οὐκ οἶδεν ὡς μία μὲν πόλις ἡ πρώτη καὶ μεγίστη πᾶσαν ὑφʼ αὑτῇ τὴν γῆν ἔχει, εἷς δʼ οἶκος ἅπαντα ἐξηγεῖται, ἡγεμόνες δʼ ἡμῖν ἐκ νόμου φοιτῶσι καθʼ ἕκαστον ἔτος, τούτοις δʼ ἅπαντα ἐπιτέτραπται καὶ μείζω καὶ ἐλάττω πράττειν, ὅπη ποτʼ ἂν αὐτοῖς δοκῇ βέλτιστον εἶναι; τί οὖν μαθόντες3 εἰπέ μοι πράγματα ἡμῖν αὐτοῖς παρέχομεν καὶ ὀνειρώττομεν καὶ περὶ τῆς σκιᾶς μαχόμεθα καὶ παρὸν ἡμῖν τῆς ἡσυχίας ἀπολαύειν, ἣν οὗτοι καλῶς ποιοῦντες παρασκευάζουσι, τούτοις τε ἐνοχλοῦμεν οὐδὲν δεομένοις καὶ αὐτοὶ κακῶν ἐπισπάστων ἐπιθυμοῦμεν, ὥσπερ οὐκ ἔχοντες τοῖς ἀγαθοῖς ὅ τι χρησόμεθα; τίς γὰρ οὐκ ἂν ἀμφιγνοήσειε τὸν τρόπον, ὃν νῦν τοῖς ἡγεμόσι προσφερόμεθα; εὐνοϊκῶς μὲν γὰρ οἶμαι καὶ πιστῶς. τί δὲ οὔ; τίνες μὲν οὖν μᾶλλον ἡμῶν; ἀλλʼ ὁμιλοῦμέν γε αὐτοῖς οὐκ οἶδʼ ὅπως αὐθάδειαν τῇ κολακείᾳ κεραννύντες. ὁπόταν γὰρ πλείω μὲν ἕκαστοι θεραπεύειν αὐτοὺς ἀξιῶσιν ἢ ʼκεῖνοι δέονται, χρόνον δὲ τάττωσιν ὅσον χρὴ μένειν παρʼ ἑαυτοῖς, ἀπειλοῦντες ὡς, εἰ μὴ πείθοιντο, οὐκ ἀνέξοιντο, πάντα δʼ ὑπισχνῶνται καὶ ἑκοῦσι καὶ ἄκουσιν ὑπηρετήσειν, χρῆσθαι δʼ αὐτοῖς μόνοις ἢ μάλιστά γε προστάττωσι, κυρίους δὲ μὴ δεῖν οἴωνται ποιεῖν ὅ τι γιγνώσκοιεν, τί τις εἶναι φῇ τὸ τοιοῦτον ἢ δυοῖν πραγμάτων ἀνομοίων κρᾶσιν, ἧς οὐκ ἄρξασθαι θαυμαστότερον ἢ μὴ βουλομένους παύσασθαι φανεροὺς γενέσθαι; ἄρχουσι μὲν γὰρ τῶν τοιούτων οἱ φαυλότατοι δή που, καταπαύουσι δʼ οἱ βέλτιστοι. ὥστʼ ἐκείνοις μὲν προσέχειν ἐθέλειν διὰ τέλους, ἡμῖν δὲ μηδʼ ὅσον τὸ μέρος νέμειν, πῶς οὐχ ἅπασα ἂν εἴη συμφορά; θαυμάζω δʼ ὅτι σεμνύνεσθε μὲν οὐχ ἥκιστα τοῖς ναοῖς καὶ τοῖς ἀγῶσιν, οὓς κοινοὺς νομίζετε, ὑπὲρ δὲ αὐτῶν τούτων διεστήκατε. καίτοι ὅταν οἷς ὡς κοινοῖς ἀγάλλεσθε, ὑπὲρ τούτων ἐρίζητε, ὑπὲρ τοῦ λοιπὸν ταὐτὰ φρονήσετε; ἐγὼ μὲν γὰρ οἶμαι τούτῳ τό τε κοινὸν καὶ τὸ ἴδιον κεχωρίσθαι καὶ τὸν τῶν σοφῶν λόγον τοῦτο βούλεσθαι, ὡς ἄρα χρὴ κοινὰ πάντʼ εἶναι τοῖς μέλλουσιν ὡς κάλλιστα πράξειν. οὗ μὲν γὰρ χωρίς τι ἕκαστος κέκτηται, καὶ τὸ συμφέρον χωρὶς ἑκάστου. ἐκ δὲ τούτου στάσεις καὶ μάχαι καὶ διαφοραί. τὸ γὰρ οὐ σὸν τοῦτο, ἀλλʼ ἐμὸν, ἄρχει πάσης τῆς φιλονεικίας. οὗ δʼ ἅπαντες κοινὰ τὰ ὄντα ἡγοῦνται, κοινὴν περὶ αὐτῶν καὶ τὴν γνώμην ἔχουσιν. ὑμεῖς τοίνυν ὥσπερ ἐλέγχους ταύτας κατὰ τῆς στάσεως τὰς ἐπωνυμίας ποιούμενοι κοινὰ μὲν τὰ βουλευτήρια, κοινοὺς δὲ τοὺς νεὼς καὶ τοὺς ἀγῶνας, κοινὰ δὲ πάνθʼ ὡς εἰπεῖν τὰ μέγιστα προσειρήκατε. καίτοι πῶς οὐκ ἀνάγκη θάτερα ἁμαρτάνειν;4 εἰ μὲν γὰρ ὀρθῶς ἐπὶ τούτοις φιλοτιμεῖσθε κοινοῖς οὖσι, πῶς οὐκ αἰσχύνεσθαι χρὴ διὰ ταῦτʼ ἐρίζοντας; εἰ δʼ οὐδέν ἐστιν αὐτῶν σεμνὸν, πῶς εἰκὸς μέγʼ ἐπʼ αὐτοῖς φρονεῖν; οἶμαι γὰρ εἰ μέχρι νῦν τοῦθʼ ὑμᾶς ἐλελήθει καί τις ἐξευρὼν παρέδειξεν ὡς προσήκει τι τούτων καὶ τοῖς ἄλλοις, καὶ οὐ τῶν ἐχόντων ἐστὶ μόνον, ἀλλὰ πάντων κοινὰ ὥσπερ χρήματα, καὶ οὐκ ἔνεστʼ ἀποκλεῖσαι τοὺς ἄλλους τῆς ἐπʼ αὐτοῖς φιλοτιμίας, εἰκότως ἂν ἅπαντας παύσασθαι τῆς διαφορᾶς. τὸ δʼ

抑或是,压倒你们理智的究竟是何等重大的事物?难道你们的祖先——看在宙斯的份上,请容我此刻略抒直言;盖医者治病并非处处皆令人惬意,只要多数情形下不伴随痛苦,便当心满意足;来吧,就让我们也略微回顾一下这些往事,看你们听闻之后,是否能将那份傲慢稍加收敛——那些先祖当年只要能有人出面统领自己便心满意足,他们始终处在这样的境遇中:时而将雅典人视作把他们从蛮族手中解救出来的恩主,时而又将斯巴达人视作从雅典人手中解救他们的恩主,继而又欣然归顺于腓力和亚历山大,他们对于争夺首位是如此完全无心。然而,至于当下的事态以及赖好运所确立的法度,究竟有谁如此像孩童或神智昏乱的老翁,以至于不知道:有一座独一无二、至首至大的城邦将普天之下尽收辖内,有一个独一无二的家族统领万事,总督们依循法律岁岁莅临我方,大小一切事务全凭他们认为最善之途去处置,悉数委付于他们?那么,请问我们究竟是受了何种蒙蔽,竟自寻烦恼、耽于幻梦、为虚妄的阴影而争斗,在明明可以坐享这些统治者所妥善筹措的安宁之际,偏去惊扰毫无此需的他们,并自招祸患,宛如我们不知当如何享用福祉一般?试问有谁不会对我们如今对待总督们的方式感到困惑不解?依我之见,固然是心怀善意且忠贞不贰。何尝不是如此呢?又有谁比我们更为忠诚?然而,我们与他们周旋之际,却不知何故竟将阿谀奉承与傲慢悖逆杂糅一处。因为,每当各方自以为侍奉他们的程度远超他们自身所求,却又规定他们在己处留驻的时日,甚至威吓道若不顺从便不予容忍;一面许诺无论他们乐意与否皆将全盘供奉,一面却指令他们唯独任用自己、或至少以自己为先,并认为他们不当自主决定实行其所认可之事;遇此情形,世人除称其为两种互不相容之事的杂糅之外,还能作何评价?而此等杂糅,与其说其肇始令人称奇,毋宁说他们公然表现出不愿罢休之态更令人惊异!因为挑起这等事端的向来是最卑劣之人,而平息事端的则是最优秀之辈。因此,若始终愿意听从那些〔卑劣之〕人,却连分内的一点尊重也不给予我们,这岂非彻头彻尾的灾祸?再者,令我诧异的是,你们对那些自视为公有的神庙与赛会最感自豪,然而你们恰恰为了这些事物而分崩离析。可是,当你们为了那些自夸为公有的事物而争执不休时,今后你们还能在哪一件事上同心协力呢?依我看来,公有与私有之别正在于此,智者的格言所指亦正在于此,即凡意在享有至善生活者,万物皆当归于共有。因为凡每人各自占有之所,每人的利益亦彼此分离;由是而生内讧、征伐与纷争。盖‘此物非你所有,乃我所有’之语,实为一切好胜相争之端。而在众人视一切为公有之所,人们对这些事物的见解亦自然归于一致。然而,你们仿佛将这些称号用作对抗内讧的控告一般,称议事厅为公有,称神庙与赛会为公有,甚至可以说将一切最重大的事物皆冠以公有之名。可是,你们岂非注定要在二者中必犯其一之过?盖若你们因这些事物乃是共有而引以为豪是正当的,那么因这些事物而相争岂非应当蒙羞?若其中毫无尊荣可言,又何以理所当然地据此自傲?因为我想,倘若至今你们对此懵然不知,而有人查明并指出,这些事物亦有部分属于他人,并非仅归占有者专享,而是犹如公款般人人有份,且绝无可能将他人排除在对这些名誉的追求之外,那么所有人理当早已终止争端。然而事实却是……

语法注4 条
  1. 533οὐχ οἱ πρόγονοι μὲν ὑμῶν— ... ἐκεῖνοι τοίνυν ἠγάπων

    破格句(破格语法)。句首以主格 οὐχ οἱ πρόγονοι μὲν ὑμῶν 引出主语后,旋即被一段表达述者心情的长插入语(καί μοι ... ὁσονοῦν—)打断,随后在主句中由指示代词 ἐκεῖνοι 重新承接该主语。句首的否定词 οὐχ 原拟引导反问句,但因插入语打断而未竟,重新承接的主句(ἐκεῖνοι τοίνυν ἠγάπων ...)遂转为陈述句。

  2. 533ἀσχόλως εἶχον πρὸς τὸ πρωτεύειν

    “ἔχω + 副词 + 介词短语”的习惯用法,意为“对居于首位(争夺霸权)毫无闲暇/全不上心”。此处带有反讽意味,强调祖先们甘居于强权庇护之下,完全没有谋求霸权与盟主地位的意图。

  3. 533τί οὖν μαθόντες

    习语表达,意为“究竟是受了何种蒙蔽/到底有什么想不开的”,用于对荒谬或不理智的行为表达惊诧与责难(与 τί παθών 用法相仿),修饰后文的一系列主动词(παρέχομεν、ὀνειρώττομεν、μαχόμεθα 等)。

  4. 534πῶς οὐκ ἀνάγκη θάτερα ἁμαρτάνειν;

    θάτερα 为 τὰ ἕτερα 的省音融合形式(krasis),指“两者之中的一者”。它先导了后文由 εἰ μέν ... 和 εἰ δέ ... 构成的两难困境(若以其为公有而自豪是正当的,则为之相争实堪羞耻;若其本无尊严,则为此自傲毫无道理),在逻辑上指出对方必犯其中之一的过错。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0284.tlg042.humanitext-grc2:533-534